1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

115

ἔλθῃ, πάλιν ἔρχεται κακῶς συμμεριστὴς, ἡμῶν ἀξιῶν τὴν σήμερον αὐτῷ, τὴν δὲ αὔριον τῷ Κυρίῳ· καὶ οὕτως ἀεὶ, τὸ μὲν παρὸν δι' ἡδονῆς ἀφαιρούμενος, τὸ δὲ μέλλον ταῖς ἐλπίσιν ἡμῶν προσαφιεὶς, λανθάνει ἡμᾶς ἀποβουκολῶν τῆς ζωῆς. Πονηρὸς ὁ διάβολος, καὶ κακίας παντοίας δημιουργός· καὶ ὥσπερ ἕπεται τῷ ἀγαθῷ ἡ ἀφθονία, οὕτως ἀκολουθεῖ τῷ διαβόλῳ ἡ βασκανία. Ἐν τῷ τῆς βασκανίας ὅπλῳ ἀπὸ καταβολῆς κόσμου, μέχρι συντελείας αἰῶνος, πάντας τιτρώσκει καὶ καταβάλλει ὁ λυμεὼν τῆς ζωῆς ἡμῶν διάβολος, καὶ ὁ χαίρων τῇ ἀπωλείᾳ. Ὁ καταπεσὼν διὰ τοῦ φθόνου, καὶ ἡμᾶς ἑαυτῷ διὰ τοῦ ἴσου ὅπλου καταβάλλων. Πόθεν πονηρὸς ὁ διάβολος; ἐκ τῆς οἰκείας προαιρέσεως. Αὐθαίρετον γὰρ ἔχων τὴν ζωὴν, καὶ ἐπ' αὐτῷ κειμένην τὴν ἐξουσίαν, ἢ παραμένειν τῷ Θεῷ, ἢ ἀλλοτριωθῆναι τοῦ ἀγαθοῦ, Γαβριὴλ ἄγγελος, καὶ παρέστηκε τῷ Θεῷ διηνεκῶς, ὁ Σατανᾶς ἄγγελος, καὶ ἐξέπεσε τῆς οἰκείας τάξεως. Κἀκεῖνον μὲν ἡ προαίρεσις διεφύλαξε τοῖς ἄνω, καὶ τοῦτον κατέῤῥιψε τῆς γνώμης τὸ αὐτεξούσιον. Ἠδύνατο γὰρ κἀκεῖνος ἀποστῆναι, καὶ οὗτος μὴ ἐκπεσεῖν· ἀλλὰ 95.1409 τὸν μὲν διεσώσατο τῆς ἀγάπης τοῦ Θεοῦ τὸ ἀκόρεστον, τὸν δὲ ἀπόβλητον ἔδειξεν ἡ ἐκ Θεοῦ ἀναχώρησις. Πόθεν οὖν αὐτῷ ὁ πρὸς ἡμᾶς πόλεμος; Ὅτι δοχεῖον ὂν πάσης κακίας, ἐδέξατο καὶ τοῦ φθόνου τὴν νόσον, καὶ ἐβάσκηνεν ἡμῖν τῆς τιμῆς. Οὐ γὰρ ἤνεγκε τὴν ἄλυπον ἡμῶν ζωὴν τὴν ἐν τῷ παραδείσῳ, δόλοις δὲ καὶ μηχανήμασιν ἐξαπατήσας τὸν ἄνθρωπον, καὶ τὴν ἐπιθυμίαν αὐτοῦ ἣν ἔσχεν πρὸς τὸ ὁμοιωθῆναι Θεῷ, ταύτῃ πρὸς τὴν ἀπάτην ἀποχρησάμενος, ἔδειξε τὸ ξύλον, καὶ ἐπηγγείλατο διὰ τῆς βρώσεως αὐτοῦ ὅμοιον Θεῷ καταστήσειν. Ἐὰν γὰρ φάγητε, φησὶν, ἔσεσθε ὡς θεοὶ, γινώσκοντες καλὸν καὶ πονηρόν. Οὐκ ἐχθρὸς τοίνυν ἡμῖν κατεσκευάσθη, ἀλλ' ἐκ ζηλοτυπίας ἡμῖν εἰς ἔχθραν ἀντικατέστη. Ὁρῶν γὰρ ἑαυτὸν ἐκ τῶν ἀγγέλων ῥιφθέντα, οὐκ ἔφερε βλέπειν τὸν γήϊνον εἰς τὴν ἀξίαν τῶν ἀγγέλων διὰ προκοπῆς ἀνυψούμενον. Ἐπειδὴ οὖν γέγονεν ἐχθρὸς ἡμῶν, ἐφύλαξεν ἡμῖν ὁ Θεὸς τὴν πρὸς αὐτὸν ἐναντίωσιν, δι' ἣν τῷ ὑπηρετησαμένῳ αὐτῷ διελέγετο πρὸς αὐτὸν τὴν ἀπειλὴν, ὅτι Ἔχθραν θήσω ἀναμέσον σου, καὶ ἀναμέσον τοῦ σπέρματος αὐτῆς. Ἐπειδὴ γέγονεν ἀποστάτης ὁ διάβολος, ἐχθρὸς μὲν Θεοῦ, ἐχθρὸς δὲ τῶν ἀνθρώπων, τῶν κατ' εἰκόνα Θεοῦ γεγενημένων, διὰ τοῦτό ἐστι μισάνθρωπος· διότι καὶ θεομάχος, καὶ μισεῖ ἡμᾶς ὡς κτίσματα τοῦ ∆εσπότου, καὶ ὡς ὁμοίωμα Θεοῦ· καὶ συνεχρήσατο αὐτοῦ τῇ πονηρίᾳ εἰς γυμνάσιον τῶν ἡμετέρων ψυχῶν ὁ σοφῶς καὶ προνοητικῶς οἰκονομῶν τὰ ἀνθρώπινα, ὥσπερ ἰατρὸς τὸν τῆς ἐχίδνης ἰὸν εἰς σωτηρίων φαρμάκων κατασκευὴν ἀποχρώμενος. Σατᾶν μὲν οὖν λέγεται, διὰ τὸ ἀντικεῖσθαι τῷ ἀγαθῷ. Τῶν ἀγγέλων ὁ στασιάσαι τολμήσας, καὶ ὑπὲρ τὴν ἀξίαν ἀρθῆναι, κατέναντι Κυρίου παντοκράτορος τραχηλιάσας, καὶ ὑπὲρ τὰ νέφη καθέδραν ἐπινοῶν, ὡς ὁ λόγος, δίκην ἔδωκε τῆς ἀπονοίας ἀξίαν, σκότος ἀντὶ φωτὸς εἶναι κατακριθείς.

ΤΙΤΛ. Κϛʹ. Περὶ δυσπιστίας· καὶ ὅτι ὁ ἐπ' εὐ λόγῳ αἰτίᾳ δυσπιστήσας, Θεῷ

συγγινώσκε ται. «Εἶπεν ὁ Θεὸς τῷ Ἀβραάμ· Σάρα ἡ γυνή σου οὐ κληθήσεται τὸ ὄνομα αὐτῆς

Σάρα, ἀλλὰ Σάῤῥα ἔσται τὸ ὄνομα αὐτῆς. Εὐλογήσω δὲ αὐτὴν, καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον, καὶ εὐλογήσω αὐτὸν, καὶ ἔσται εἰς ἔθνος, καὶ βασιλεῖς ἐξ αὐτοῦ ἔσονται. Καὶ ἔπεσεν Ἀβραὰμ ἐπὶ πρόσωπον, καὶ εἶπεν ἐν τῇ διανοίᾳ αὐτοῦ λέγων· Εἰ τῷ ἑκατονταετεῖ, καὶ Σάῤῥα ἐνενήκοντα ἐτῶν οὖσα τέξεται; Εἶπε δὲ Ἀβραὰμ πρὸς τὸν Θεόν· Ἰσμαὴλ οὗτος ζήσεται ἐναντίον σου. Εἶπε δὲ ὁ Θεὸς τῷ Ἀβραάμ· Ἰδοὺ Σάῤῥα ἡ γυνή σου τέξεταί σοι υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσαάκ. 95.1412 Καὶ στήσω τὴν διαθήκην μου πρὸς αὐτὸν εἰς διαθήκην αἰώνιον, εἶναι αὐτῷ Θεὸς, καὶ τῷ σπέρματι αὐτοῦ μετ' αὐτόν.» «Εἶπεν Ἑλισαιέ· ∆ίμετρον κριθῆς σίκλου, καὶ μέτρον σεμιδάλεως σίκλου ἔσται ὡς ἡ ὥρα αὕτη αὔριον ἐν πύλῃ Σαμαρείας. Καὶ ἀπεκρίθη ὁ