1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

42

παροιμίας· κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέρασμα, καὶ ὗς λουσάμενος εἰς κύλισμα βορβόρου.» Ἐλεεινὸν θέαμα, μετὰ νηστείαν, μετὰ σκληραγωγίαν, μετὰ προσευχὴν ἐκτενῆ, μετὰ δάκρυον δαψιλὲς, μετὰ ἐγκράτειαν ἐτῶν εἴκοσί που ἢ τριάκοντα, δι' ἀπροσεξίαν ψυχῆς καὶ ἀμέλειαν γυμνὸν ἁπάντων ἀποδειχθῆναι, καὶ παραπλήσιον γενέσθαι τὸν τῇ ἐργασίᾳ τῶν ἐντολῶν εὐθηνούμενον ἐμπόρῳ τινὶ μεγαλοπλούτῳ, ὃς τὰ πλήθη τῶν ἀγωγίμων ἐπαγόμενος, ἐξ οὐρίας αὐτῷ τῆς νηὸς φερομένης, τὰ φοβερὰ πελάγη διαδραμὼν, πρὸς αὐτοῖς τοῖς λιμέσι διαῤῥαγέντος τοῦ πλοίου, πάντων ἔρημος ἀθρόον ἀπεδείχθη. Ἐὰν καὶ οὗτος τὰ μυρίοις πόνοις καὶ ἱδρῶσι κτηθέντα, μιᾷ προσβολῇ δαίμονος ἀπολέσῃ, ὥσπερ τινὶ ἀγρίῳ λαίλαπι τῇ ἁμαρτίᾳ βυθισθείς· πρέπουσα φωνὴ τῷ πᾶσαν ὁμοῦ τὴν ἀρετὴν ναυαγήσαντι. «Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με.» Ὁ ἐν προκοπῇ γενόμενος ἀγαθῶν ἔργων, εἶτα παλινδρομήσας πρὸς τὴν ἀρχαίαν συνήθειαν, οὐ μόνον τοῖς πεπονημένοις μισθὸν ἐζημιώθη, ἀλλὰ καὶ βαρυτέρας ἀξιοῦται τῆς κατακρίσεως. Τὸ ἅπαξ τινὰ μετανοήσαντα, τὴν αὐτὴν πάλιν ποιῆσαι ἁμαρτίαν, ἔλεγχός ἐστι τοῦτο, πρῶτον αἴτιον τῆς ἁμαρτίας ἐκείνης μὴ κεκαθάρθαι, ἀφ' οὗ καθάπερ ἀπὸ ῥίζης τινὸς τὰ ἶσα φύεσθαι συμβαίνει. Ὥσπερ εἴ τις φυτοῦ κλάδους ἐκκόψαι θελήσειεν, τὴν ῥίζαν ἐάσας, οὐδὲν ἧττον ἡ ῥίζα μένουσα πάλιν βλαστάνει. Ἐφ' οἷς ἂν εὕρω ὑμᾶς ἐπὶ τούτοις καὶ κρινῶ· καὶ παρέκαστα βοᾷ τὸ τέλος ἁπάντων, ὥστε καὶ τὰ μέγιστα εὖ πεποιηκότι τὸν βίον, ἐπὶ δὲ τοῦ τέλους ἐξοκείλαντι πρὸς κακίαν, ἀνόνητοι πάντες οἱ πρόσθεν πόνοι, ἐπὶ τῇ καταστροφῇ τοῦ δράματος ἐξάθλων γενομένων. Ὅταν ἄνθρωπος δίκαιος ἐκπέσῃ, λέγωμεν περὶ αὐτοῦ τὸ λεχθὲν παρὰ τοῦ Ἡσαίου· «Πῶς ἐξέπεσεν ὁ ἑωσφόρος ἐξ οὐρανοῦ, καὶ εἰς τὴν γῆν συνετρίβη;» 95.1176 Ἔνιοι προκόψαντες ἐπ' ἀρετὴν, ὑπενόστησαν πρὶν ἐφικέσθαι τοῦ τέλους, τὴν ἄρτι φυομένην ἀριστοκρατείαν ἐν ψυχῇ καθελούσης τῆς παλαιᾶς ὀλιγοκρατείας, ἡ πρὸς ὀλίγον ἠρεμήσασα, πάλιν ἐξ ὑπαρχῆς μετὰ πλείονος δυνάμεως ἐναπέθετο. Ὅταν ἄνθρωπος κατορθώσῃ βίον ἐνάρετον δι' ἀσκήσεως, καὶ ἀγαθῆς πολιτείας, καὶ ἔστιν ὑπὸ πάντων ἐγνωσμένος, ὅτι ἔστιν εὐσεβὴς καὶ φοβούμενος τὸν Θεὸν, καὶ ἐκπέσῃ εἰς ἁμαρτίαν, τοῦτό ἐστι παράπτωμα. Ἀνῆλθεν γὰρ εἰς τὸ ὕψος τοῦ οὐρανοῦ, καὶ πέπτωκεν εἰς τὸν πυθμένα τοῦ ᾅδου.

ΤΙΤΛ. ΙΕʹ. Περὶ ἀναστάσεως, καὶ κρίσεως, αἰωνίας κολάσεως.

«Ἡτοίμασεν ἐν κρίσει τὸν θρόνον αὐτοῦ, καὶ αὐτὸς κρινεῖ.» «Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.» «Εἰ ὁ δίκαιος μόλις σώζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται;» «Σύμπαν τὸ ποίημα ἄξει ὁ Θεὸς εἰς κρίσιν, ἐν παντὶ παρεωραμένῳ, ἐὰν ἀγαθὸν, ἐὰν πονηρόν.» «Οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν Κυρίου! Ἵνα τί ὑμῖν αὕτη ἡμέρα Κυρίου; αὕτη ἐστὶ σκότος, καὶ οὐ φῶς.» «Μεγάλη ἡ ἡμέρα Κυρίου, μεγάλη καὶ ἐπιφανὴς σφόδρα. Τίς ἔσται ἱκανὸς αὐτῇ;» «Ἐξεγειρέσθω, καὶ ἀναβαινέτω πάντα τὰ ἔθνη εἰς τὴν κοιλάδα Ἰωσαφὰτ, ὅτι ἐκεῖ καθιῶ τοῦ διακρῖναι πάντα τὰ ἔθνη εἰς τὴν κύκλωθεν. Ἐξαποστείλατε δρέπανα, ὅτι παρέστηκεν ὁ τρυγητός. Εἰσπορεύεσθε, πατεῖτε, διότι πλήρης ἡ ληνός· ὑπερχεῖται τὰ ὑπολήνια, ὅτι ἐπληθύνθη τὰ κακὰ αὐτῶν. Ἦχοι ἐξήχησαν ἐν τῇ κοιλάδι τῆς δίκης· ὁ ἥλιος καὶ ἡ σελήνη συσκοτάσουσι, καὶ οἱ ἀστέρες οὐ δώσουσι τὸ φέγγος αὐτῶν· ὁ δὲ Κύριος ἐκ Σιὼν ἀνακράξεται, καὶ ἐξ Ἱερουσαλὴμ δώσει τὴν φωνὴν αὐτοῦ, καὶ σεισθήσεται ὁ οὐρανὸς καὶ ἡ γῆ.» «Εὐλαβεῖσθε ἀπὸ προσώπου Κυρίου, διότι ἐγγὺς ἡ ἡμέρα Κυρίου. Ἡτοίμασε Κύριος τὴν θυσίαν αὐτοῦ, ἡγίασε τοὺς κλητοὺς αὐτοῦ. Ἐγγὺς ἡ ἡμέρα Κυρίου ἡ μεγάλη, ἐγγὺς καὶ ταχεῖα σφόδρα. Φωνὴ ἡ ἡμέρα Κυρίου πικρὰ καὶ σκληρὰ τέτακται· ἡμέρα ὀργῆς, ἡ ἡμέρα ἐκείνη ἡμέρα θλίψεως καὶ ἀνάγκης, καὶ ἀφανισμοῦ· ἡμέρα σκότους καὶ γνόφου.» «Ἰδοὺ ἔρχεται, λέγει Κύριος ὁ παντοκράτωρ· καὶ τίς ὑπομενεῖ ἡμέραν