1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

206

μισθὸν ὁ Θεός. Οὐ χρόνου ποσότητι, διαθέσει δὲ ψυχῆς, μετάνοια κρίνεται. Ὁ μετανοήσας ἐφ' οἷς ἔπραξε δεινοῖς, κἂν μὴ τῶν ἁμαρτημάτων ἀξίαν ἐπιδείξηται τὴν μετάνοιαν, καὶ αὐτῆς ταύτης ὅμως ἕξει τὴν ἀνταπόδοσιν. Ὅταν ἁμάρτῃς, μὴ ἀπογνῷς σεαυτοῦ, ἀλλὰ παρ' αὐτὰ ἐπὶ τὴν ἀνάστασιν δράμε. Μὴ εἴπῃς πρὸς σεαυτόν· Οἴμοι, ἀπωλόμην! ἐπόρνευσα, ἐμοίχευσα, ἐφόνευσα. Ἔχεις σωτηρίας λιμένα διακρουόμενον τὴν ἁμαρτίαν. Ὅταν γὰρ ἴδω τὸν τοιοῦτον δεξάμενον τραύματα, καὶ διασπαραττόμενον, εὐθέως ἐπὶ τὴν μετάνοιαν τρέχω, καὶ παῤῥησιάζομαι δακρύων πηγὰς ἐκχέων. Πολλοὶ πολλάκις, καὶ ἄνδρες, καὶ γυναῖκες περιέπεσον χαλεπῷ νοσήματι καὶ ἀνιάτῳ. ∆άκρυα ἐξεχύθη, φάρμακα ἀνηλώθη, ἰατρικὴ ἠπόρησε τέχνη· κάλλος ἐμαράνθη, τὸ σῶμα ἀπηγόρευται. Περιέρχεται λοιπὸν ἡ γυνή· Ποῦ ἀπέλθω; τί ποιήσω; χρήματα ἀνήλωσα, ἰατροὺς ἐκάλεσα, φάρμακα ἀνηλώθη, μένει τὸ νόσημα, οὐκ εἴκει τὸ ἕλκος. Πολλάκις συνέβη τινὰ τῶν ἐπισκεπτομένων εἰπεῖν, ὅτι Κἀγὼ τοιούτῳ πάθει περιέπεσα, καὶ ὁ δεῖνα ἢ ἡ δεῖνα περιέθηκέ μοι φάρμακον, καὶ ἀπήλλαξέ με τοῦ νοσήματος. Εἶτα παρακαλεῖ· ∆εῖξόν μοι τὴν γυναῖκα. Ἄπελθε ἐπὶ τὸν στενωπὸν, ἐρώτησον τόνδε καὶ τήνδε· οὐ χρεία καμάτου· οὐ χρεία πόνου, οὔτε ὑπερβῆναί σε τὸ πρόθυρον ἀναγκαῖον, ἀλλ' ἐνταῦθα ἑστῶτα δέξασθαί σε τὸ φάρμακον. Οὕτως καὶ ὁ ∆αβὶδ νέος ὢν ὥριμον τὸν καρπὸν τῆς ἀρετῆς ἐκτήσατο. Ἦλθεν οὖν ὁ Σαμουὴλ πρὸς τὸν Ἰεσσαὶ εὐμοιρίαν σωμάτων περιβεβλημένον, ἔχων τὸ κέρας ἔνθα τὸ ἔλαιον ἦν τὸ ἅγιον. Καὶ τί φησιν; Ἔπεμψέ με ὁ Θεὸς ποιῆσαι βασιλέα ἕνα τῶν υἱῶν σου. Ὁ Ἰεσσαὶ ἀκούσας βασιλέα, νομίσας ἐκεῖνο ἐπιτήδειον εἶναι τὸ ἀξίωμα τῷ μείζονι, ἄγει τὸν πρῶτον υἱόν. Τί οὖν ὁ προφήτης; Πάραγε αὐτὸν, οὐκ ηὐδόκησεν ἐν αὐτῷ ὁ Θεός. Ἄγει τὸν δεύτερον· οὐδὲ οὗτος. Τὸν τρίτον, οὐδαμῶς· τὸν τέταρτον, τὸν πέμπτον· ἀνηλώθη ὁ χορὸς τῶν παίδων, καὶ ὁ ζητούμενος οὐχ ηὑρίσκετο. Λέγει αὐτῷ· Ἔχεις ἄλλον; Ἠσχύνθη ὁ πατήρ. Ἔχω ἕνα, φησὶ, μικρὸν εὐτελῆ ποιμένα. Ἄνθρωπος ἐξουθενεῖ, ἀλλ' ὁ Θεὸς στεφ[αν]οῖ. Ἄνθρωπος γὰρ εἰς πρόσωπον ὄψεται, Θεὸς δὲ εἰς καρδίαν. Μὴ γὰρ πολυσαρκίαν ζητοῦμεν ψυχῆς; Εὐγένειαν ποθοῦμεν. Οὐκ εἶπεν αὐτῷ ὁ Θεὸς, Ἄπελθε, χρίσον μοι τὸν ∆αβὶδ, ἵνα μὴ πάθῃ ∆αβὶδ, ὅπερ ἔπαθεν Ἰωσήφ. Ὥσπερ γὰρ ἔμαθον ἐκεῖνοι τὸν ζητούμενον βασιλέα, ἐπεβούλευσαν, ἐπολέμησαν, ἐπώλησαν· οὕτω δέος ἦν, μὴ καὶ οὗτοι τοῦτο ἐργάσωνται. Ὥστε ἡ ἄγνοια ἀσφαλείας μήτηρ ἐγένετο. Εἰστήκει ὁ προφήτης ἀπορῶν· δός μοι ἕνα τῶν υἱῶν σου. Οὐκ ἔχω, φησὶν, ἀλλὰ παιδίον μικρὸν ποιμαῖνον τὰ πρό 96.117 βατα. Οὐχ οὕτως ὄψεται ἄνθρωπος, ὡς ὄψεται Θεός. Ποῦ οἱ καλλωπιζόμενοι ἐπ' εὐμορφίᾳ ὄψεως; Μή μοι λέγε εὐμορφίαν σώματος, ἀλλὰ βλέπε τὸ κάλλος τῆς διανοίας. Τί γάρ ἐστιν εὔμορφος γυνὴ, ἀλλ' ἢ τάφος κεκονιασμένος; Ἐὰν μὴ σώφρων ᾖ, κάλλος δὲ ἔχῃ, βάραθρόν ἐστιν ὠρυγμένον ἑτέροις, δηλητήριον κατεσκευασμένον. Τοῦτο καὶ νόσῳ μαραίνεται, καὶ θανάτῳ διακόπτεται· τὸ δὲ κάλλος τῆς ψυχῆς ἀθάνατον μένει καὶ ἀκηλίδωτον. Καὶ τότε τὴν οἰκείαν ὡραιότητα ἐπιδείκνυται, ὅταν παύσηται τὰ πάθη, καὶ ἐν γαλήνῃ γένηται ὁ νοῦς. Ἐὰν οὖν ἴδῃς ἄνδρα, ἢ γυναῖκα καλὴν, μὴ θαυμάσῃς, ἐπεὶ καὶ αἱ δρύες εἰς ὕψος εἰσὶν ἀνατεταμέναι, καρπὸν οὐκ ἔχουσαι· ἡ δὲ ἄμπελος χαμαὶ συρομένη, ὥριμον ἔχει τὸν καρπὸν τῶν βοτρύων. Τί οὖν βούλει; ἄμπελον ἔχειν ἢ δρῦν; ∆ῆλον ὅτι ἄμπελον. Ἡ γὰρ δρῦς ἐν ὕψει ἑστῶσα, ἀγρίων ἀλόγων ἔχει τροφὴν τὸν καρπόν. Τί μελίττης εὐτελέστερον; Τί βέλτιον; μέλιττα, ἢ ταώς; Ἄνελε ταῶνα, καὶ οὐδὲν ἔβλαψας· ἄνελε μέλιτταν, καὶ πολλὰ χωλεύει. Ἦλθε τοίνυν ὁ ∆αβὶδ, εὑρίσκεται τὸ ἔλαιον, καὶ χρίεται ψήφῳ Θεοῦ, διακονίᾳ δὲ ἀνθρώπου. Ἐπέθηκεν αὐτῷ τὸ κέρας, καὶ ἀντὶ πορφυρίδος καὶ διαδήματος ἐγένετο αὐτῷ. Καὶ ἀπῆλθεν ἔχων τὴν βασιλείαν, οὐ θώρακα, οὐκ ἀσπίδα, οὐδὲ δόρατα περιβεβλημένος, ἀλλὰ τὴν τοῦ Θεοῦ ψῆφον τὴν πάντων δυνατωτέραν. Οὗτος δὲ πολέμου καλοῦντος, καὶ τῶν πραγμάτων ταραττομένων, καὶ τῶν βαρβάρων ἐπιβαινόντων τοῖς Ἰουδαίοις, ἀπῆλθεν ἰδεῖν τὴν