1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

38

καθ' ἡμέραν λαμπρῶς, καὶ φεύγων τοὺς ὑπὲρ ἀρετῆς καμάτους, οὔτε ἐκοπίασεν ἐν τῷ αἰῶνι τούτῳ, οὔτε ζήσεται ἐν τῷ μέλλοντι, ἀλλὰ μακρὰν ὄψεται τὴν ζωὴν, βασανιζόμενος ἐν τῇ φλογὶ τῆς καμίνου. Ὥσπερ ἡ σκιὰ τῷ σώματι, οὕτω ταῖς ψυχαῖς αἱ ἁμαρτίαι παρέπονται, ἐναργεῖς τὰς πράξεις ἐξεικονίζουσαι. Οὔπω ἡ καταδίκη ἐνεπόδιζε τῇ εὐθηνίᾳ τῆς γῆς. Πρεσβυτέρα γὰρ αὕτη τῆς ἁμαρτίας, δι' ἣν κατεκρίθημεν ἐν ἱδρῶτι τοῦ προσώπου ἡμῶν ἐσθίειν τὸν ἄρτον. Πλὴν τὸ ῥόδον ἄνευ ἀκάνθης ἦν πότε· ὕστερον δὲ τῷ κάλλει τοῦ ἄνθους ἀκάνθη συνεζεύχθη, ἵνα τῷ τέρπνῳ τῆς ἀπολαύσεως ἔγγυθεν ἔχωμεν παρακειμένην τὴν λύπην, μεμνημένοι τῆς ἁμαρτίας, δι' ἣν ἀκάνθας καὶ τριβόλους ἡμῖν ἡ γῆ ἀνατέλλειν κατεδικάσθη. Εἰ ἀκόρεστος τοῦ ἡλίου τούτου ἡ θέα, ποταπὸς τῷ κάλλει ὁ τῆς δικαιοσύνης Ἥλιος; Εἰ τυφλῷ ζημία τοῦτον μὴ βλέπειν, ποταπὴ ζημία τῷ ἁμαρτωλῷ τοῦ ἀληθινοῦ φωτὸς στερηθῆναι; Βαρεῖα ἡ ἁμαρτία, καθέλκουσα τὴν ψυχὴν εἰς 95.1161 πυθμένα ᾅδου. Τὸ ἁμαρτάνειν ἡμῖν κατὰ ἀπουσίαν τοῦ θείου φόβου γίνεται. Εἰ μὲν καλὸν ἡ ἁμαρτία, φύλασσε ταύτην εἰς τέλος. Εἰ δὲ βλαβερὰ τῷ ποιοῦντι, τί ἐπιμένεις τοῖς ὀλεθρίοις; οὐδεὶς χολὴν ἐμέσαι ζητῶν ἐκ πονηρᾶς καὶ ἀκολάστου διαίτης, πολυπλασίονα ταύτην ἑαυτῷ θησαυρίζει. Νοῦν σου τὴν ὑπέρθεσιν, κἂν περιστείλῃ τοῖς ῥήμασιν· αὐτὰ βοᾷ τὰ πράγματα, κἂν τῇ φωνῇ σιωπᾷς. Ἔασον, ἀποχρήσομαι τῇ σαρκὶ πρὸς ἀπόλαυσιν τῶν αἰσχρῶν. Ἐγκυλισθῶ τῷ βορβόρῳ τῶν ἡδονῶν· αἱμάξω τὰς χεῖρας· ἀφέλωμαι τὰ ἀλλότρια· πορευθῶ δολίως, ἐπιορκήσω, ψεύσωμαι, καὶ τότε μετανοῶ. Ὅρα μὴ ἐπ' ἐλπίδι τῆς ἀπολυτρώσεως πλῆθος κακῶν συλλεξάμενος, τὴν μὲν ἁμαρτίαν ἀθροίσῃς, τῆς δὲ συγχωρήσεως ἀποτύχῃς. Θεὸς οὐ μυκτηρίζεται. Μὴ ἐμπορεύου τὴν χάριν. Μὴ εἴπῃς· καλὸς μὲν ὁ νόμος, ἀλλ' ἡδίων ἡ ἁμαρτία· ἡδονὴ ἄγγιστρόν ἐστιν τοῦ διαβόλου πρὸς ἀπώλειαν ἕλκον· ἡδονὴ μήτηρ τῆς ἁμαρτίας, ἡ δὲ ἁμαρτία τὸ κέντρον ἐστὶ θανάτου. Ἡδονὴ τροφός ἐστι τοῦ αἰωνίου σκώληκος, ἣ πρὸς καιρὸν καταλιπαίνει τὸν ἁμαρτάνοντα, ὕστερον δὲ πικροτέρας χολῆς ποιεῖται τὰς ἀναδόσεις. Οὐδὲν ἄλλο βοᾷ ἡ ὑπέρθεσις, ἢ ταῦτα· βασιλευσάτω ἐν ἐμοὶ ἡ ἁμαρτία, εἶτα βασιλεύσει ποτὲ καὶ ὁ Κύριος. Παραστήσω μου τὰ μέλη ὅπλα ἀδικίας τῇ ἀνομίᾳ ποτὲ, καὶ ὅπλα δικαιοσύνης αὐτὰ τῷ Θεῷ. Οὕτω καὶ ὁ Κάϊν προσέφερε τὰς θυσίας, τὰ πρῶτα τῇ ἀπολαύσει τῇ ἑαυτοῦ, τὰ δεύτερα τῷ κτίσαντι καὶ δωρησαμένῳ Θεῷ. Ὅτε δυνατὸς εἶ ἐν ἔργοις, τὴν νεότητά σου ταῖς ἁμαρτίαις προσαναλίσκεις· ὅταν ἀποκάμῃ τὰ ὄργανα, τότε προσάγεις αὐτὰ τῷ Θεῷ, ὅτε εἰς οὐδέν ἐστιν αὐτοῖς χρήσασθαι, ἀλλ' ἀνάγκη κεῖσθαι, διὰ τὸν ἐκ τοῦ χρόνου μαρασμὸν παραλυθέντος τοῦ τόνου. Ἡ ἐν γήρᾳ σωφροσύνη, οὐ σωφροσύνη, ἀλλ' ἀκολασίας ἀδυναμία· νεκρὸς οὐ στεφανοῦται. Οὐδεὶς δίκαιος δι' ἀδυναμίαν τοῦ κακοῦ. Ἕως ἐστὶ δύναμις, λόγῳ κράτει τῆς ἁμαρτίας. Τοῦτο γάρ ἐστιν ἀρετὴ, ἔκκλισις ἀπὸ κακοῦ, καὶ ποίησις ἀγαθοῦ. Ἡ δὲ ἀργία τῆς πονηρίας, οὔτε ἐπαίνων αὐτὴ καθ' ἑαυτὴν, οὔτε κολάσεως ἀξιοῦται. Ἐὰν δι' ἡλικίαν παύσῃ τῆς ἁμαρτίας, τῆς ἀσθενείας ἡ χάρις. Ἐπαινοῦμεν δὲ τοὺς κατὰ προαίρεσιν ἀγαθοὺς, οὐ τοὺς ὑπὸ ἀνάγκης ἐξειργομένους. Τίς δέ σοι καὶ τὸν ὅρον τῆς ζωῆς ἔπηξεν; τί σοι τὴν προθεσμίαν τοῦ γήρως ὥρισεν; τίς οὗτος ἀξιόπιστος παρά σοι τῶν μελλόντων ἐγγυητής; οὐχ ὁρᾷς νήπια ἁρπαζόμενα; τοὺς ἐν ἡλικίᾳ ἀπαγομένους; οὐκ ἔχει μίαν προθεσμίαν ὁ βίος. Τί ἀναμένεις πυρετοῦ σοι δῶρον γενέσθαι τὴν μετάνοιαν, ὅτε οὔτε φθέγξασθαι δυνήσῃ, τάχα δὲ οὐδὲ ἀκοῦσαι, οὐ χεῖρας ἆραι εἰς τοὺς οὐρανοὺς, οὐκ ἐπὶ πόδας διαναστῆναι, οὐ κλῖναι γόνυ εἰς τὴν προσκύνησιν. 95.1164 Μηδείς σε ἐξαπατάτω κενοῖς λόγοις· ἐπιστήσεται γάρ σοι αἰφνίδιος ὄλεθρος, καὶ ἡ καταστροφὴ ὁμοίως καταιγίδι παρέσται. Ἥξει ἄγγελος κατηφὴς, ἀπάγων βιαίως, καὶ κατασύρων σου τὴν ψυχὴν δεδεμένην ταῖς ἁμαρτίαις πυκνὰ μεταστρεφομένην πρὸς τὰ ὧδε, καὶ ὀδυρομένην ἄνευ φωνῆς, τοῦ ὀργάνου λοιπὸν τὸν θρῆνον ἀποκλεισθέντος, Ὢ πόσα σπαράξεις σεαυτὸν, πόσα δὲ στενάξεις, ἄπρακτα μετανοῶν ἐπὶ τοῖς βουληθεῖσιν! ὅταν ἴδῃς τὴν φαιδρότητα τῶν δικαίων ἐν