1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

26

ἐπιμελεῖσθαι δὲ τῆς ψυχῆς, ἧς τὸ ἀγαθόν ἐστιν ἀκίνητον. Εἰ δὲ λυπεῖ σε ἡ σελήνη ταῖς κατὰ μικρὸν ἀφαιρέσεσι τὸ φέγγος ἐξαφανίζουσα, λυπείτω σε πλέον ψυχὴ ἀρετὴν μὴ κτησαμένη, καὶ διὰ ἀπροσεξίας αἰτίαν τὸ καλὸν ἀφανίζουσα, καὶ μηδέποτε ἐπὶ τῆς αὐτῆς διαθέσεως μένουσα· ἀλλὰ πυκνὰ τρεπομένη, καὶ μεταβαλλομένη διὰ τὸ τῆς γνώμης ἀνίδρυτον. Τὸν βίον τοῦτον πολλαχοῦ εὑρίσκομεν ὑπὸ τῆς θείας Γραφῆς ὕδατα καὶ θάλασσαν ὀνομαζόμενον· ὡς ἐν τῷ ψαλμῷ, «Ἐξαπέστειλεν ἐξ ὕψους, καὶ ἔλαβέ με· προσελάβετό με ἐξ ὑδάτων πολλῶν.» Πρόδηλον γὰρ, ὅτι τὴν ταραχὴν τοῦ βίου, ὕδατα 95.1121 λέγει. Οὔτε γὰρ τὰ δεξιὰ καὶ περισπούδαστα τοῖς πολλοῖς τὸ ἑστὸς καὶ μόνιμον ἔχει, οὔτε τὰ περιστατικὰ τῶν πραγμάτων καὶ κατηφῆ, παγίως ἥδρασται· ἀλλὰ πάντα σάλῳ τινὶ καὶ κλύδωνι, καὶ μεταβολαῖς ἀδοκήτοις ὑπόκειται. Ὥσπερ οὖν θάλασσαν ἀμήχανον τὴν αὐτὴν ἐπὶ πολὺ διαρκέσαι· τὴν γὰρ νῦν λίαν σταθερὰν μικρὸν ὕστερον ὄψει βιαίως ὑπὸ ἀνέμων τραχυνομένην, καὶ πάλιν τὴν ἀγριαίνουσαν, καὶ βρασσομένην τῷ κλύδωνι, βαθείᾳ γαλήνῃ ταχὺ κατεστόρεσεν· οὕτως καὶ τὰ τοῦ βίου πράγματα ῥᾳδίως λαμβάνει περιστροφὰς ἐφ' ἑκάτερα. Οὐδὲν τῶν ἀνθρωπίνων βέβαιον, οὐδὲ εἰς τὸ παντελὲς παραμένειν τοῖς κτησαμένοις πέφυκεν. Τὰ ἀνθρώπινα ταῦτα σκιᾶς ἐστιν ἀδρανέστερα, καὶ ὀνείρων ἀπατηλότερα· εἴτε γὰρ νεότης ἐαρινῶν ἀνθῶν ὀξύτερον καταῤῥεῖ, καὶ ὥρα σώματος, ἢ χρόνῳ, ἢ νόσῳ μαραίνεται. Καὶ πλοῦτος μὲν ἄπιστος, δόξα δὲ εὐπερίτρεπτος, αἵ τε παρὰ τὰς τέχνας διαπονήσεις τῷ χρόνῳ τούτῳ ἀπαρτίζονται, ἀλλὰ καὶ τὸ περισπούδαστον ἅπασιν, ὀλίγοι ἄχρι ἀκοῆς τὴν χάριν ἔχουσιν. Πλούτῳ κομᾷς; καὶ ἐπὶ προγόνοις μέγα φρονεῖς, καὶ ἐπαγάλλῃ πατρίδι, καὶ κάλλει σώματος, καὶ ταῖς παρὰ πάντων τιμαῖς; πρόσεχε σεαυτῷ, ὅτι θνητὸς εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ. Περίβλεψαι τοὺς πρὸ σοῦ ἐν ταῖς ὁμοίαις περιφανείαις ἐξετασθέντας. Ποῦ οἱ εἰς τὰς πολιτικὰς δυναστείας περιβεβλημένοι; ποῦ οἱ δυσμαχώτατοι ῥήτορες; ποῦ οἱ τὰς πανηγύρεις διατιθέντες; οἱ λαμπροὶ ἱπποφόροι; οἱ στρατηγοί; οἱ σατράπαι; οἱ τύραννοι; οὐ πάντα κόνις, οὐ πάντα μῦθος; οὐκ ἐν ὀλίγοις ὀστέοις τὰ μνημόσυνα τῆς ζωῆς αὐτῶν; ἔγκυψον τοῖς τάφοις, εἰ δυνήσῃ διακρῖναι, τίς ὁ οἰκέτης, καὶ τίς ὁ δεσπότης· τίς ὁ πτωχὸς, καὶ τίς ὁ πλούσιος. ∆ιάκρινον, εἴ τις σοι δύναμις, τὸν δέσμιον ἀπὸ τοῦ βασιλέως, τὸν ἰσχυρὸν ἀπὸ τοῦ ἀσθενοῦς, τὸν εὐπρεπῆ ἀπὸ τοῦ δυσειδοῦς. Μεμνημένος οὖν τῆς φύσεως, οὐκ ἐπαρθήσῃ ποτέ. Οἱ ἄνθρωποι ταῖς νεφέλαις ἐοίκασιν, πρὸς τὰς τῶν πνευμάτων μεταβολὰς ἄλλοτε κατ' ἄλλο μέρος τοῦ ἀέρος ἐμφερομέναις. Φύσει μὲν οὐδὲν τῶν ἀνθρωπίνων βέβαιον, οὐδὲ ὁμαλὸν, οὐδὲ αὔταρκες, οὐδὲ ἐπὶ τῶν αὐτῶν ἱστάμενον· ἀλλὰ κύκλος τις τῶν ἡμετέρων περιτρέχει πραγμάτων, ἄλλοτε ἄλλας ἐπὶ μιᾶς ἡμέρας πολλάκις, ἔστι δὲ ὅτε καὶ ὥρας φέρων μεταβολὰς, καὶ αὔραις μᾶλλον πιστεύειν αὐτὸν ἔστιν οὐχ ἱσταμέναις, καὶ νηὸς ποντοπορούσης ἴχνεσι, καὶ νυκτὸς ἀπατηλοῖς ὀνείρασι, ὧν πρὸς ὀλίγον ἡ χάρις, καὶ κατὰ ψαμάθων παῖδες τυποῦσι παίζοντες, ἢ ἀνθρώπων εὐημερίᾳ. Τὰ μὲν γάρ ἐστι ῥευστὰ καὶ πρόσκαιρα, καὶ ὥσπερ ἐν παιδιᾷ ψήφων, ἄλλοτε εἰς ἄλλους μεταῤῥιπτούμενα· καὶ οὐδὲν οὕτως τοῦ κατέχοντος ἴδιον, ὡς ἢ μὴ χρόνῳ παυσθῆναι, ἢ φθόνῳ μετατεθῆναι. 95.1124 Οὐδὲν ἀκίνητον, ὅπερ ἔφην, οὐδὲ ὁμαλὸν, οὐδὲ αὔταρκες, οὐδὲ εἰς τέλος ὅμοιον· οὔτε εὐθυμεῖν, οὐ πλοῦτος, οὐ πενία, οὐ δύναμις, οὐκ ἀσθένεια, οὐ ταπεινότης, οὐ δυναστεία, οὐ τὰ παρόντα, οὐ τὰ μέλλοντα, οὐ τὰ ἡμέτερα, οὐ τὸ ἀλλότριον, οὐ μικρὸν ἢ μεῖζον, οὐχ ὅ τι ἂν εἴπῃ τις. Καὶ τοῦτο ἴσον κἂν ἰσότης ἔχει, τὴν περὶ πάντων μεταβολήν. Περιχωρεῖ γὰρ τὰ πάντα ῥᾳδίως, καὶ μεταχωρεῖ, καὶ ἀντικαθίσταται· ὡς αὔραις εἶναι μᾶλλον πιστεύειν, καὶ γράμμασι τοῖς καθ' ὕδατος, ἢ ἀνθρώπων εὐημερίᾳ. Τέθνηκα τῷδε τῷ ταλαιπώρῳ βίῳ, Ὃς φέρεται ἄνω καὶ κάτω Εὐρίπου δίκην, Βέβαιον οὐδὲν, οὐδὲ ἐφ' ἡμέραν φέρων. Τοιοῦτος ὁ βίος ἡμῶν, ἀδελφοί· τοιοῦτον τὸ ἐπὶ γῆς παίγνιον, οὐκ ὄντα γενέσθαι, καὶ γενομένους ἀναλυθῆναι. Ὄναρ ἐσμὲν οὐχ ἱστάμενον, φάσμα τι μὴ κρατούμενον,