1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

86

δὲ θῆλυ τέκῃ, ἀκάθαρτος ἔσται δὶς ἑπτὰ ἡμέρας κατὰ τὴν ἄφεδρον αὐτῆς· καὶ ἑξήκοντα ἡμέρας καὶ ἓξ καθεσθήσεται ἐν αἵματι ἀκαθάρτῳ αὐτῆς.» Τὰ κατὰ γαστρὸς βρέφη μησὶν ἑπτὰ ζωογονεῖσθαι πέφυκεν, ὡς παραδοξότατόν τι συμβαίνειν. Γίνεται γὰρ ἑπτάμηνα ἀγώγιμα, τῶν ὀκταμήνων ἐπίπαν ζωογονεῖσθαι μὴ δυναμένων.

ΤΙΤΛ. ΙΑʹ. -Περὶ γυναικὸς ἀνδρείας καὶ σώφρονος.

«Ἀνεχώρησε τοῖς ποσὶν εἰς σκηνὴν Ἰαὴλ γυναικὸς Χαβὴρ τοῦ Κιναίου. Καὶ ἐξῆλθεν Ἰαὴλ εἰς συνάντησιν Σισάρα, καὶ εἶπεν αὐτῷ· Ἔκκλινον, κύριέ μου, ἔκκλινον πρός με· μὴ φοβοῦ. Καὶ ἐξέκλινε πρὸς αὐτὴν ἐν τῇ σκηνῇ, καὶ περιέβαλεν αὐτὸν ἐπιβολαίῳ. Καὶ εἶπε Σισάρα πρὸς αὐτήν· Πότισον δή με μικρὸν ὕδωρ, ὅτι ἐδίψησα. Καὶ ἤνοιξε τὸν ἀσκὸν τοῦ γάλακτος, καὶ ἐπότισεν αὐτὸν, καὶ περιέβαλεν αὐτῷ ἐπιβόλαιον. Καὶ εἶπε πρὸς αὐτὴν Σισάρα· Στῆθι δὴ ἐπὶ 95.1316 τὴν θύραν τῆς σκηνῆς, καὶ ἔσται ἐάν τις ἔλθῃ πρὸς σὲ, καὶ ἐρωτήσῃ σε, εἰ ἔστιν ὧδε ἀνὴρ, ἐρεῖς· Οὐκ ἔστι. Καὶ ἔλαβεν Ἰαὴλ τὸν πάσσαλον τῆς σκηνῆς, καὶ ἔθηκε τὴν σφύραν ἐν τῇ χειρὶ αὐτῆς, καὶ εἰσῆλθε πρὸς αὐτὸν ἐν κρυφῇ, καὶ ἔπηξε τὸν πάσσαλον ἐν τῇ γνάθῳ αὐτοῦ, καὶ διεξῆλθεν ἐν τῇ γῇ. Καὶ αὐτὸς ἀπεσκάρησεν ἀναμέσον τῶν γονάτων αὐτῆς, καὶ ἀπέψυξε, καὶ ἀπέθανε. Καὶ ἰδοὺ Βαρὰκ διώκων τὸν Σισάρα, καὶ ἐξῆλθεν Ἰαὴλ εἰς ἀπάντησιν αὐτοῦ, καὶ εἶπε πρὸς αὐτόν· ∆εῦρο, καὶ δείξω σοι τὸν ἄνδρα ὃν σὺ ζητεῖς. Εἰσῆλθε πρὸς αὐτὴν, καὶ ἰδοὺ Σισάρα ἐῤῥιμμένος νεκρὸς, καὶ πάσσαλος ἐν τῇ γνάθῳ αὐτοῦ.» «Εὐλογηθείη ἐν γυναιξὶ Ἰαὴλ, γυνὴ Χάβερ τοῦ Κιναίου ἀπὸ γυναικῶν, ἐν σκηναῖς εὐλογηθείη. Ὕδωρ ᾔτησε, καὶ γάλα ἔδωκεν ἐν λεκάνῃ ὑπερεχόντων.» «Ἤγγισεν Ἀβιμέλεχ ἕως τῆς πύλης τοῦ πύργου ἐμπρῆσαι αὐτὴν ἐν πυρί· καὶ ἔῤῥιψε γυνὴ μία κλάσμα ἐπὶ τὴν κεφαλὴν Ἀβιμέλεχ, καὶ συνέκλασε τὸ κρανίον αὐτοῦ. Καὶ ἐβόησε ταχὺ πρὸς τὸ παιδάριον τὸ αἶρον τὰ σκεύη αὐτοῦ, καὶ εἶπεν αὐτῷ Σπᾶσον τὴν ῥομφαίαν σου, καὶ θανάτωσόν με, μήποτε εἴπωσιν ὅτι γυνὴ ἀπέκτεινεν αὐτόν. Καὶ ἐξεκέντησεν αὐτὸν τὸ παιδάριον αὐτοῦ, καὶ ἀπέθανεν.» «Ἀπήγγειλε ∆αβὶδ Μελχὸλ ἡ γυνὴ αὐτοῦ, λέγουσα· Ἐὰν μὴ σὺ σώσῃς τὴν ψυχὴν αὐτοῦ τὴν νύκτα ταύτην, αὔριον θανατωθήσῃ. Καὶ κατάγει ἡ Μελχὸλ τὸν ∆αβὶδ διὰ τῆς θυρίδος, καὶ ἀπῆλθε, καὶ ἔφυγε, καὶ σώζεται.» «Εἶπεν Ἀβιγαία πρὸς ∆αβίδ· Ἐν ἐμοὶ, κύριε, ἡ ἀδικία. Λαλησάτω δὴ ἡ δούλη σου εἰς τὰ ὦτά σου. Μὴ θέσθω ὁ κύριός μου τὴν καρδίαν αὐτοῦ ἐπὶ τὸν ἄνθρωπον τὸν λοιμὸν τοῦτον, καὶ ἀφροσύνη μετ' αὐτοῦ. Καὶ εἶπε ∆αβὶδ τῇ Ἀβιγαίᾳ· Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ, ὃς ἀπέστειλέ σε σήμερον εἰς ἀπάντησιν, καὶ εὐλογητὸς ὁ τρόπος σου, καὶ εὐλογημένη σὺ εἶ, ἀποκωλύουσά με σήμερον μὴ εἰσελθεῖν εἰς αἵματα.» «Τίς ἔδωκε γυναιξὶν ὑφάσματος σοφίαν, καὶ ποικιλτικὴν ἐπιστήμην;» «Γυνὴ ἀνδρεία στέφανος τῷ ἀνδρὶ αὐτῆς.» «Ὃς εὗρε γυναῖκα ἀγαθὴν, εὗρε χάριτας· ἔλαβε δὲ παρὰ Κυρίου ἱλαρότητα. Ὃς ἐκβάλλει γυναῖκα ἀγαθὴν, ἐκβάλλει τὰ ἀγαθὰ ἐκ τοῦ οἴκου αὐτοῦ.» «Σοφαὶ γυναῖκες ᾠκοδόμησαν οἴκους· ἡ δὲ ἄφρων κατέστρεψε ταῖς χερσὶν αὐτῆς.» «Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα ἐστὶ λίθων πολυτελῶν.» «Μὴ ἀστόχει ἀπὸ γυναικὸς σοφῆς καὶ ἀγαθῆς. Ἡ γὰρ χάρις αὐτῆς ὑπὲρ χρυσίον. Γυνή σοί ἐστι κατὰ τὴν ψυχήν; μὴ ἐκβάλῃς αὐτήν. «Γυνὴ ἀγαθὴ, μερὶς ἀγαθὴ, καὶ ἐν μερίδι φοβουμένων Κύριον δοθήσεται. Γυναικὸς ἀγαθῆς μακάριος ὁ ἀνήρ· γυνὴ ἀνδρεία εὐφραίνει τὸν ἄνδρα αὐτῆς, καὶ τὰ ἔτη αὐτοῦ πληρώσει ἐν εἰρήνῃ. Χάρις γυναι 95.1317 κὸς τέρψει τὸν ἄνδρα αὐτῆς, καὶ τὰ ὀστᾶ αὐτοῦ πιαίνει ἐπιστήμη αὐτῆς.» «Κάλλος γυναικὸς ἱλαρύνει πρόσωπον αὐτῆς, καὶ ὑπὲρ πᾶσαν ἐπιθυμίαν ἀνθρώπου ὑπεράγει. Εἰ ἔστιν ἐπὶ στόματος ἔλεος καὶ πραότης, οὐκ ἔστιν ἀνὴρ αὐτῆς καθ' υἱοὺς ἀνθρώπων.» Κάλλος νόμιζε τὴν φρενῶν εὐκοσμίαν, Οὐχ ἣν γράφουσι χεῖρες, καὶ λύει χρόνος. Φιλόδακρύ πως ἀεὶ τὸ θῆλυ γένος, καὶ τὸν νοῦν εἰς ἔλεον εὐδιάθρυπτον ἔχει. Ἀνύποπτον εἰς διαβολὴν δείκνυσι γυναῖκα, τὸ μὴ καλλωπίζεσθαι, μηδὲ μὴν