1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

17

μικρὸν ἢ μεῖζον ἐνεργῆσαι παρὰ τὸ καθῆκον δύναται· οἷον ὀδύνῃ τινὶ τῇ προσδοκίᾳ τῶν ἀπειληθέντων συμπεπαρμένος. Ἀναγκαῖον ὄφλημα τὴν εἰς Θεὸν ἀγάπην ἀπαιτούμεθα, ὃ τῇ ἐλλιπούσῃ ψυχῇ πάντων κακῶν ἐστιν ἀφορητότατον. Θεοῦ γὰρ ἀλλοτρίωσις καὶ ἀποστροφὴ, καὶ τῶν ἐν τῇ γεέννῃ προσδοκωμένων κολάσεων ἀφορητότερόν ἐστι καὶ βαρύτερον τῷ παθόντι, ὡς ὀφθαλμῷ φωτὸς στέρησις, κἂν μὴ ὀδύνη προσῇ. Φόβος Κυρίου παντοίων κατορθωμάτων τῆς ψυχῆς περιγίνεται. Ἡ εἰς Θεὸν ἀγάπη αὕτη ἐστὶν, τὸ ὑπὲρ δύναμιν ἀεὶ τὴν ψυχὴν ἐπεκτεῖναι. Ὥσπερ τῷ βοῒ καὶ τῷ ὄνῳ ἐκ τῆς παρὰ τοῦ τρέφοντος εὐεργεσίας, ἡ πρὸς αὐτὸν ἀγάπη αὐτομάτως ἐγγίνεται, οὕτω καὶ ἡμεῖς, ἐὰν εὐαισθήτως καὶ εὐγνωμόνως τὰς εὐεργεσίας δεξώμεθα. Τὸν τοσούτων καὶ τηλικούτων εὐεργέτην Θεὸν πῶς οὐκ ἀγαπήσομεν κατὰ φύσιν, ἵν' οὕτως εἴπω, ἀδιδάκτως τῆς τοιαύτης διαθέσεως τῇ ὑγιανούσῃ ψυχῇ ἐγγινομένης; Ἀρχὴ σοφίας φόβος Κυρίου, οἷόν τι πρῶτον σπάργανον· καὶ σοφία τὸν φόβον ὑπερβᾶσα, καὶ εἰς τὴν ἀγάπην ἀναβιβάσασα, Θεοῦ φίλους ἡμᾶς καὶ υἱοὺς ἀντὶ δούλων ἐργάζεται. Ἀγαθὸν καὶ ὑποχωρῆσαί τι μικρὸν, ὡς Μωϋσῆς ἐκεῖνος τὸ παλαιὸν, καὶ Ἱερεμίας ὕστερον, καὶ προσδραμεῖν ἑτοίμως τῷ καλοῦντι, ὡς Ἀαρών τε καὶ Ἡσαΐας, μόνον εὐσεβῶς ἀμφότερα· τὸ μὲν διὰ τὴν οἰκείαν ἀσθένειαν, τὸ δὲ διὰ τὴν τοῦ καλοῦντος δύναμιν. Οὐ τοσοῦτον ἐργάζεσθαι δυνήσεται λόγος, ὅσον ἐργάζεται φόβος. Τί γεέννης χαλεπώτερον; ἀλλ' οὐδὲν τοῦ ταύτης χρησιμώτερον φόβου. Ὁ γὰρ τῆς γεέννης φόβος τὸν τῆς βασιλείας ἡμῖν κομίζει στέφανον. Καθάπερ ἐν οἰκίᾳ στρατιώτου διηνεκῶς ὡπλισμένου, οὐ λῃστὴς, οὐ τοιχωρύχος, οὐκ ἄλλος τις τῶν τὰ τοιαῦτα κακουργούντων, τολμήσει φανῆναι πλησίον· οὕτω φόβου κατέχοντος τὰς ψυχὰς, οὐδὲν τῶν ἀνελευθέρων παθῶν ἐπεισέρχεται ῥᾳδίως ἡμῖν, ἀλλὰ δραπετεύει καὶ φυγαδεύεται, τῇ τυραννίδι τοῦ φόβου πάντοθεν ἐξελαυνόμενα. Καὶ οὐ τοῦτό ἐστιν ὃ καρπούμεθα ἀπὸ τοῦ φόβου μόνον, ἀλλὰ καὶ ἕτερον 95.1093 πολλῷ μεῖζον. Οὐ γὰρ δὴ μόνον τὰ πονηρὰ ἡμῶν ἀπελαύνει πάθη, ἀλλὰ καὶ πᾶσαν εἰσάγει μετὰ πολλῆς εὐκολίας τὴν ἀρετήν. Οὐδὲν γὰρ οὕτω κατεσθίει μὲν ἁμαρτήματα, ἀρετὴν δὲ αὔξεσθαι ποιεῖ καὶ θάλλειν, ὡς διηνεκοῦς φόβου φύσις. ∆ιὰ τοῦτο τὸν μὴ συζῶντα φόβῳ ἀμήχανον κατορθῶσαι, ὡσπεροῦν τὸν ἐν φόβῳ ζῶντα ἀμήχανον διαμαρτεῖν. Φόβος οὐδὲν ἕτερόν ἐστιν, ἢ τεῖχος, καὶ ἀσφάλεια, καὶ πύργος ἀκαταγώνιστος. Ὁ τοῦ ἀπαθοῦς Θεοῦ φόβος ἀπαθής· φοβεῖται γάρ τις, οὐ τὸν Θεὸν, ἀλλὰ τὸ ἀποπεσεῖν τοῦ Θεοῦ. Ὁ δὲ τοῦτο δεδιὼς, τὸ τοῖς κακοῖς συμπεσεῖν, φοβεῖται καὶ δέδιεν τὰ κακά· ὁ δεδιὼς δὲ τὸ πτῶμα, ἄφθαρτον ἑαυτὸν καὶ ἀπαθῆ εἶναι βούλεται. «Οὐ δυνατὸν τὸν ἀληθῶς φοβούμενον τὸν Θεὸν δειλίαν ἔχειν, εἰρημένου τοῦ· «Πλὴν αὐτὸν μὴ φοβοῦ ἄλλον.» Ὁ φοβούμενος τὸν Θεὸν, κατὰ Θεὸν πάντα πράττει. Λέγεται ὁ Θεὸς φοβερὸς εἶναι· ἀλλ' οὐχ ὡς θανασίμου θηρίου ἢ ἀνθρώπου ὠμοῦ φόβον ἔχειν. Ὁ γὰρ Θεὸς φῶς ἐστιν, καὶ τὰ ἑξῆς. Πῶς οὖν φοβηθῶμεν φῶς, ἢ ζωὴν, ἢ ἀλήθειαν, ἢ ἀνάστασιν; ὡς ἐάν τις ᾗ ἐπὶ ὑψηλὸν ὄρος οἰκῶν, καὶ λέγεται φοβεῖσθαι αὐτό· οὐ τὸ ὄρος φοβεῖται, ἀλλὰ τοῦ μὴ ἐκπεσεῖν αὐτοῦ. Τοίνυν καὶ ἡμεῖς φοβούμεθα τὸν Θεὸν, φοβούμενοι ἐκπεσεῖν τοῦ φωτὸς, καὶ τῆς ζωῆς, καὶ τῆς ἀληθείας, καὶ τῆς γνώσεως.

Τίτλ. Εʹ. -Περὶ ἀντιλογίας πρὸς Θεόν· καὶ ὅτι οὐ δεῖ ἀντιλέγειν, ἣ

δικαιολογεῖσθαι πρὸς Θεόν. «Ἀνομία ἡμῖν λογισθήσεται, πολλὰ λαλούντων ῥήματα ἐνώπιον Κυρίου.»

«Οὐκ εἶ ἄνθρωπος κατ' ἐμὲ, ᾧ ἀντικρινοῦμαι, ἵνα ἔλθωμεν ὁμοθυμαδὸν εἰς κρίσιν.» «Τί ἔτι ἐγὼ κρίνομαι νουθετούμενος καὶ ἐλεγχόμενος παρὰ Κυρίου, ἀκούων τοιαῦτα οὐθὲν ὤν; Ἐγὼ δὲ τίνα ἀπόκρισιν δώσω; Χεῖρα θήσω ἐπὶ στόματί μου· ἅπαξ λελάληκα, ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω.» «Μή μοι εἴη ἐναντίον Κυρίου ἀσεβῆσαι, ἢ ἐναντίον παντοκράτορος ταράξαι τὸ δίκαιον.» «Μὴ σπεῦδε ἐπὶ στόματί σου, καὶ ἡ