1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

53

ἐπισταμένοις, τὸ δουλεύειν τοῖς κατ' ἐπιστήμην ἄρχουσιν. Ὑποτασσώμεθα, καὶ Θεῷ, καὶ ἀλλήλοις, καὶ τοῖς ἐπιγείοις ἄρχουσι· Θεῷ διὰ παντός· διὰ φιλαδελφίαν, ἀλλήλοις· δι' εὐταξίαν, τοῖς ἄρχουσιν· καὶ τοσούτῳ μᾶλλον ὅσῳπερ ἂν ὦσιν ἡμερώτεροι καὶ χρηστότεροι. ∆εινὸν γὰρ ἐπιείκειαν δαπανῆσαι τῷ συνεχεῖ τῆς συγγνώμης, ἵνα μὴ καὶ τῆς ἐκείνων τραχύτητος αὐτοὶ δίκας ἀπαιτηθῶμεν, γαλήνην πνευματικὴν λύσαντες, καὶ φωτὶ ζόφον ἐπαγαγόντες, καὶ μέλιτι καταμιγνύντες ἀψίνθιον. 95.1209 Τοὺς ὑπὸ βασιλέως χειροτονουμένους ἄρχοντας, κἂν πονηροὶ ὦσιν, ἕτερον δεδοικέναι χρὴ, οὐ διὰ τὴν πονηρίαν καταφρονοῦντες αὐτῶν, ἀλλὰ διὰ τὴν ἀξίαν τοῦ χειροτονήσαντος δυσωπούμενοι. Πάντες οἱ ἄρχεσθαι κακῶς μεμαθηκότες, καὶ ἄρχειν εἴσονται, παρελθόντες εἰς ἐξουσίαν αὐτοῦ. Ὁ μαθὼν ἄρχεσθαι, καὶ ἄρχειν εὐθὺς μανθάνει. Οὐδὲ γὰρ εἰ πάσης γῆς καὶ θαλάττης τὸ κράτος ἀνάψοιτό τις, ἄρχων ἂν εἴη πρὸς ἀλήθειαν, εἰ μὴ μάθοι καὶ προπαιδευθείη τὸ ἄρχεσθαι. Τὸ ὑποτάττεσθαι τοῖς κρείττοσιν, ὠφελιμώτατον ἀνθρώπῳ· χαλεποῦ ὄντος τὸ εἰδέναι ἄρχεσθαι, κινδυνεύει πολλῷ χαλεπώτερον τὸ ἄρχειν ἀνθρώπων.

ΤΙΤΛ. ΚΒʹ. -Περὶ ἀναρχίας, ἤτοι λαοῦ μὴ ἔχοντος ποιμένα.

«Ποιήσεις τοὺς ἀνθρώπους ὡς τοὺς ἰχθύας τῆς θαλάσσης, καὶ ὡς τὰ ἑρπετὰ οὐκ ἔχοντα ἡγούμενον.» «Ἐλθὼν ὁ Ἰησοῦς, εἶδεν ὄχλον πολὺν, καὶ ἐσπλαγχνίσθη ἐπ' αὐτοῖς ὅτι ἦσαν ὡς πρόβατα ἀποίμενα.» Τό τε ἄναρχον, ἄτακτον· τὸ πολύαρχον, στασιῶδες, καὶ οὕτως ἄναρχον, καὶ οὕτως ἄτακτον. Εἰς ταὐτὸν γὰρ ἀμφότερα φέρει, τὴν ἀταξίαν, εἰς δὲ ἔκλυσιν. Ἀταξία γὰρ μελέτη λύσεως. Ἡ μὲν ἀταξία ἀναρχίας ἐστὶ γνώρισμα· ἡ δὲ τάξις τὸν ἡγεμονεύοντα δείκνυσιν. Ἔνθα μή ἐστιν ἄρχων, ἐκεῖ πάντως ἀταξία γίνεται. Ἀναρχία μᾶλλον καὶ στάσις, ἐξ ἰσοτιμίας ἀντιπαρεξαγομένη πολυαρχία. Ὦ πόσα καὶ ἡλίκα κακὰ ἐξ ἀναρχίας φύεται! Λιμὸς, πόλεμος, δῃώσεις χωρίων, στέρησις χρημάτων, ἀπαγωγαὶ, οἱ περὶ δουλείας καὶ θανάτου φόβοι.

ΤΙΤΛ. ΚΓʹ. -Περὶ ἀκηδίας, καὶ ἀθυμίας.

«Ἵνα τί περίλυπος εἶ, ἡ ψυχή μου; ἵνα τί συνταράσσεις με;» «Ἐν τῷ ἀκηδιᾶσαι τὴν καρδίαν μου ἐν πέτρᾳ, ὕψωσάς με.» «Ἠδολέσχησα, καὶ ὠλιγοψύχησε τὸ πνεῦμά μου.» «Ἐνύσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας, βεβαίωσόν με ἐν τοῖς λόγοις σου. Ἀθυμία κατέσχε με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου.» «Ἰσχύσατε, χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα. Ἰσχύσατε, μὴ φοβεῖσθε. Ἰδοὺ ὁ Θεὸς ἡμῶν.» «Ἰδοὺ ὁ Κύριος ἡμῶν μετὰ ἰσχύος ἔρχεται.» «Ἰδοὺ ὁ μισθὸς μετ' αὐτοῦ, καὶ τὸ ἔργον αὐτοῦ ἐνώπιον αὐτοῦ.» «Κύριε παντοκράτορ, ὁ Θεὸς Ἰσραὴλ, ψυχὴ ἐν 95.1212 στεναγμοῖς, καὶ πνεῦμα ἀκηδιῶν ἐκέκραξαν πρὸς σέ· Κύριε, ἄκουσον, Κύριε, ἐλέησον, ὅτι ὁ Θεὸς ἐλεήμων εἶ.» «Τὰς παρειμένας χεῖρας, καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε, καὶ τροχιὰς ὀρθὰς ποιεῖτε τοῖς ποσὶν ὑμῶν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον.» Ἡ εἰς ἄγαν κατήφεια γίνεται τῆς ἁμαρτίας αἰτία. Ὅμοιός εἰμι τοῖς ἐν θαλάσσῃ, ὑπὸ τῆς κατὰ τὸν πλοῦν ἀπειρίας ἀπολλυμένοις καὶ ναυτιῶσιν· οἳ τῷ μεγέθει τοῦ πλοίου δυσχεραίνουσιν, ὡς πολὺν τὸν σάλον παρεχομένῳ, κἀκεῖθεν ἐπὶ τὸν λέμβον καὶ τὸ ἀκάτιον μεταβαίνοντες, πανταχοῦ ναυτιῶσι, καὶ πανταχοῦ ἀποροῦσι· συμμετέρχεται γὰρ αὐτοῖς ἡ ἀηδία καὶ ἡ χολή. Τοιοῦτον καὶ τὸ ἡμέτερον. Τὰ γὰρ ἔνοικα πάθη περιφέροντες, πανταχοῦ μετὰ τῶν ὁμοίων θορύβων ἐσμέν. Πάσης δαιμονικῆς ἐνεργείας βλαβερωτέρα ἡ τῆς ἀθυμίας καὶ ἀκηδίας ὑπερβολή· ἐπεὶ καὶ δαίμων ἐν οἷς ἂν κρατῇ, δι' ἀθυμίας κρατεῖ. Κἂν ταύτην ἀφέλῃς, οὐδέν σοι παρ' ἐκείνου γενήσεται κακὸν ἢ δεινόν. Καιρὸς ἀθυμίας, οὐχ ὅταν πάσχωμεν κακῶς, ἀλλ' ὅταν δρῶμεν κακῶς. Ἑκάστου ἡμῶν ἀγών ἐστι κατὰ τοῦ πνεύματος τῆς ἀκηδίας, συνεζευγμένου καὶ συνεργοῦντος τῷ πνεύματι τῆς λύπης. ∆εινὸς οὗτος καὶ βαρύτατος δαίμων, καὶ τοῖς μοναχοῖς ἀεὶ πολεμῶν· ὅστις