1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

262

πεῖραν λαβόντες, πρὸς ἅπαντα μένουσιν ἀπερίτρεπτοι, καὶ πάντων καταγελῶσι τῶν χειμώνων. Καὶ τοῦτο μόνον ἐστὶ θαυμαστὸν, οὐχ ὅτι τὰς μεταβολὰς εὐκόλως φέρουσιν, ἀλλ' ὅτι οὐδὲ ταχέως ταύταις ἁλίσκονται. Τίς γὰρ ἕλοιτο πένητι πρᾶγμα παρασχεῖν, οὐδὲν μέλλων κερδαίνειν ἀπὸ τῆς ἐκείνου πενίας. Οἱ πενίᾳ προσφιλοσοφήσαντες, ἐγγίζουσιν ἀεὶ τῷ Θεῷ. Ὦ πηλίκον ἀξίωμα τῆς πενίας! Θεοῦ γίνεται προσωπεῖον. Κρύπτεται ἐν πενίᾳ Θεός· καὶ πένης μὲν, ὁ τὴν χεῖρα προτείνων, Θεὸς δὲ, ὁ δεχόμενος. Ξένος καὶ πένης Θεοῦ κολλούριον. Ὁ δεχόμενος αὐτοὺς ταχέως ἀναβλέψει.

ΤΙΤΛ. ΚΒʹ. -Περὶ παίδων· ὅτι χρὴ αὐτοὺς φοβεῖσθαι τοὺς γονεῖς καὶ τιμᾷν.

«Τίμα τὸν πατέρα σου, ἵνα εὖ σοι γένηται, καὶ μακροημερεύσῃς ἐπὶ τῆς γῆς.» «Ἕκαστος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα φοβείσθω.» «Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ὃν τρόπον ἐνετείλατό σοι Κύριος ὁ Θεός σου, ἵνα εὖ σοι γένηται.» «Υἱὲ, φύλασσε νόμον πατρός σου, καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου. Στέφανον γὰρ χαρίτων δέξῃ σῇ κορυφῇ, καὶ κλοιὸν χρυσέον ἐπὶ σῷ τραχήλῳ.» «Ἄκουε τοῦ γεννήσαντός σε, καὶ μὴ καταφρόνει, ὅτι γεγήρακέ σου ἡ μήτηρ.» «Υἱὸς σοφὸς δοξάζει πατέρα.» «Ἔστησα κατὰ πρόσωπον αὐτῶν κεράμιον καὶ ποτήρια, καὶ εἶπα· Πίετε οἶνον. Καὶ εἶπαν· Οὐ μὴ πίωμεν οἶνον, ὅτι Ἰωναδὰβ ὁ πατὴρ ἡμῶν ἐνετείλατο λέγων· Οὐ μὴ πίητε οἶνον ὑμεῖς καὶ υἱοὶ ὑμῶν ἕως τοῦ αἰῶνος· καὶ οἰκίας οὐ μὴ οἰκοδομήσητε, καὶ σπέρμα οὐ μὴ σπείρητε, καὶ ἀμπελὼν οὐκ ἔσται ὑμῖν, ὅτι ἐν σκηναῖς κατοικήσετε πάσας ἡμέρα τῆς 96.292 ζωῆς ὑμῶν, ὅπως ἂν ζήσητε ἡμέρας πολλὰς ἐπὶ τῆς γῆς, ἐφ' ἧς διατρίβετε ὑμεῖς. Καὶ εἰσηκούσαμεν φωνῆς Ἰωναδὰβ πρὸς τὸ μὴ πιεῖν οἶνον πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν, ἡμεῖς καὶ αἱ γυναῖκες ἡμῶν, καὶ υἱοὶ ἡμῶν, καὶ αἱ θυγατέρες ἡμῶν. ∆ιὰ τοῦτο οὕτως εἶπε Κύριος· Ἐπειδὴ ἤκουσαν οἱ υἱοὶ Ἰωναδὰβ τὴν ἐντολὴν τοῦ πατρὸς αὐτῶν, ποιεῖν ὅσα ἐνετείλατο αὐτοῖς ὁ πατὴρ αὐτῶν, οὐ μὴ ἐκλείψῃ ἀνὴρ τῶν υἱῶν Ἰωναδὰβ παρεστηκὼς κατὰ προσώπου μου πάσας τὰς ἡμέρας τῆς γῆς.» «Ὁ τιμῶν πατέρα ἐξιλάσκεται ἁμαρτίας, καὶ ὡς ἀποθησαυρίζων ὁ δοξάζων μητέρα αὐτοῦ. Ὁ τιμῶν πατέρα, εὐφρανθήσεται ὑπὸ τέκνων, καὶ ἐν ἡμέρᾳ προσευχῆς αὐτοῦ εἰσακουσθήσεται. Ὁ δοξάζων πατέρα μακροημερεύσει, καὶ ὁ ἀκούων Κυρίου, ἀναπαύσει μητέρα αὐτοῦ, καὶ ὡς δεσπόταις δουλεύσει τοῖς γεννήσασιν αὐτόν. Ἐν ἔργῳ καὶ λόγῳ τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα ἐπέλθῃ σοι εὐλογία παρ' αὐτῶν. Εὐλογία γὰρ πατρὸς στηρίζει οἴκους τέκνων· κατάρα δὲ μητρὸς ἐκριζοῖ θεμέλια. Τέκνον, ἀντιλαβοῦ ἐν γήρᾳ πατρὸς, καὶ ἐὰν ἀπολείπῃ σύνεσιν. συγγνώμην ἐχέτω, καὶ μὴ ἀτιμάσῃς αὐτὸν ἐν πάσῃ ἰσχύϊ σου. Ἐλεημοσύνη γὰρ πατρὸς οὐκ ἐπιλησθήσεται.» «Ἐν ὅλῃ καρδίᾳ σου δόξασον τὸν πατέρα σου, καὶ μητρὸς ὠδῖνας μὴ ἐπιλάθῃ.» «Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν ἐν Κυρίῳ. Τοῦτο γάρ ἐστι δίκαιον. Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ, ἵνα εὖ σοι γένηται, καὶ ἔσῃ μακρόθυμος ἐπὶ τῆς γῆς.» «Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσι κατὰ πάντα. Τοῦτο γάρ ἐστιν εὐάρεστον τῷ Κυρίῳ καὶ Θεῷ ἡμῶν.» Ἡ περὶ τοὺς γηράσαντας τῶν πελαργῶν πρόνοια ἐξαρκεῖ τοὺς παῖδας ἡμῶν, εἰ προσέχειν βούλοιντο, φιλοπάτρας καταστῆσαι. Πάντως γὰρ οὐδεὶς ἐλλείπων κατὰ τὴν φρόνησιν, ὡς μὴ αἰσχύνης ἄξιον κρίνειν τῶν ἀλογωτάτων ὀρνίθων ὑστερίζειν κατ' ἀρετήν. Ἐκεῖνοι γὰρ τὸν πατέρα ὑπὸ γήρως πτεροῤῥυήσαντα περιστάντες ἐν κύκλῳ, τοῖς οἰκείοις πτεροῖς περιθάλπουσι, καὶ τὰς τροφὰς ἀφθόνως παρασκευάζοντες, τὴν δυνατὴν καὶ ἐν τῇ πτήσει παρέχονται βοήθειαν, ἠρέμα τῷ πτερῷ κουφίζοντες ἑκατέρωθεν. Καὶ οὕτω τοῦτο παρὰ πᾶσι διαβεβόηται, ὥστε ἤδη τινὲς τὴν τῶν εὐεργετημάτων ἀντίδοσιν, ἀντιπελάργωσιν ὀνομάζουσι. Εὐγνώμονες παῖδες μεγάλα ἀπαιτοῦσι παρὰ τῶν πατέρων ἐγκώμια. Ἔργασαι τὸ καλὸν ὅτι καλὸν τῷ πατρὶ πείθεσθαι, κἄν σοι μηδὲν ἔσεσθαι μέλλῃ.