1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

55

ἔστι σύνεσις.» «Ἐπὶ τὸ αὐτὸ ἄφρων καὶ ἄνους ἀπολοῦνται.» «Ἐκ στόματος ἄφρονος βακτηρία ὕβρεως.» «Ἵνα τί ὑπῆρχε χρήματα ἄφρονι; κτήσασθαι γὰρ σοφίαν ἀκάρδιος οὐ δύναται.» «Ἄφρων αὐθήμερον ἐξαγγέλλει ὀργὴν αὐτοῦ.» «Ὁ ἄφρων ἐξεπέτασεν ἑαυτοῦ κακίαν.» «Ἀφροσύνη ἀνδρὸς λυμαίνεται τὰς ὁδοὺς αὐτοῦ, τὸν δὲ Θεὸν αἰτιᾶται ἡ καρδία αὐτοῦ.» «Στόμα ἀφρόνων ἀναγγελεῖ κακά.» «Ἄφρων μαστιγωθεὶς οὐκ αἰσθάνεται.» «Οὐ συμφέρει ἄφρονι τρυφή.» «Μὴ ἀποκρίνου ἄφρονι πρὸς τὴν ἀφροσύνην αὐτοῦ, ἵνα μὴ ὅμοιος γένῃ αὐτῷ. Ἀλλὰ ἀποκρίνου ἄφρονι κατὰ τὴν ἀφροσύνην αὐτοῦ, ἵνα μὴ φαίνηται σοφὸς ἑαυτῷ.» «Ἀπαιδεύτοις συναντᾷ θάνατος.» «Οἱ ἀπαίδευτοι ἀκρατεῖς γλώσσῃ.» «Βαρὺς λίθος, καὶ δυσβάστακτος ἄμμος· ὀργὴ δὲ ἄφρονος βαρυτέρα ἀμφοτέρων.» «Οἱ ἄφρονες τῆς ὕβρεως ὄντες ἐπιθυμηταὶ, ἀσεβεῖς γενόμενοι, ἐμίσησαν αἴσθησιν.» «Ἄνους ὑπὸ παγίδος θανεῖται.» «Ἀνὴρ ἄφρων καὶ παράνομος πορεύεται ὁδοὺς σκολιάς· ὁ δὲ αὐτὸς ἐννεύει ὀφθαλμῷ, σημαίνει ποδὶ, διδάσκει ἐν νεύμασι δακτύλων.» «Εἰς ὦτα ἄφρονος μηδὲν λέγετε, μήποτε μυκτηρίσῃ τοὺς συνετοὺς σοὺς λόγους.» «Ὡς φωνὴ ἀκανθῶν ὑπὸ τὸν λέβητα, οὕτως ὁ γέλως τῶν ἀφρόνων.» «Χείλη ἄφρονος καταποντίζουσιν αὐτόν.» «Ὁ μωρὸς μωρὰ λαλήσει, καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει. Ζῆλος λήψεται λαὸν ἀπαίδευτον.» «Σοφίαν καὶ παιδείαν ἐξουθενῶν, ταλαίπωρος, καὶ κενὴ ἡ ἐλπὶς αὐτοῦ, καὶ οἱ κόποι αὐτοῦ ἀνόνητοι.» «Μὴ ὑποστρώσῃς ἀνθρώπῳ μωρῷ σεαυτόν.» «Μετὰ μωροῦ μὴ συμβουλεύου.» «Συγκολλῶν ὄστρακον, ὁ διδάσκων μωρόν. Ἐπὶ νεκρῷ κλαῦσον· ἐξέλιπε γὰρ φῶς. Καὶ ἐπὶ μωρῷ κλαῦσον· ἐξέλιπε γὰρ σύνεσις. Πένθος νεκροῦ ἑπτὰ ἡμέρας, τοῦ δὲ μωροῦ καὶ ἀσεβοῦς πᾶσαι αἱ ἡμέραι τῆς ζωῆς αὐτοῦ. Μετὰ ἄφρονος μὴ πληθύνῃς λόγους, καὶ πρὸς ἀσύνετον μὴ πορεύου. Μὴ πρόσπαιζε ἀπαιδεύτοις. Ἄμμον, καὶ ἅλας, καὶ βῶλον σιδηροῦν εὐκο 95.1217 πώτερον ὑπενεγκεῖν, ἢ ἄνθρωπον ἀσύνετον. Ἥδιον κλαῦσον ἐπὶ νεκρῷ, ὅτι ἀνεπαύσατο· τοῦ δὲ μωροῦ ὑπὲρ θάνατον ἡ ζωὴ πονηρά.» «Τροχὸς ἁμάξης ἔγκατα μωροῦ, καὶ ὡς ἄξων στρεφόμενος ὁ διαλογισμὸς αὐτοῦ.» «Μωρὸς δὲ λέγει, Οὐχ ὑπάρχει μοι φίλος.» Οὔτε ἐν ἰχθύσι φωνὴν, οὔτε ἐν ἀπαιδεύτοις ἀρετὴν δεῖ ζητεῖν. Ὥσπερ οἱ ἀσθενοῦντες χρῄζουσιν ἰατρικοῖς, οὕτως σοφίας ἄφρονες ἐπιδέονται. Πρὸς σκληρὰν καὶ ἀπειθῆ καρδίαν λόγος ὑγιὴς οὐκ εἰσέρχεται· ἀλλ' ὥσπερ ἀντιτυπούμενος, πρὸς ἑαυτὸν ἐπανέρχεται. Ζωῆς ἀλόγου δαίμων ἡγεμών. Τῶν φαύλων πλούσιος οὐδεὶς, κἂν τὰ πανταχοῦ μέταλλα κέκτηται, ἀλλ' εἰσὶ πάντες οἱ ἄφρονες πένητες. Στενοχωρεῖται πᾶς ἄφρων θλιβόμενος ὑπὸ φιλαργυρίας, καὶ φιλοδοξίας, καὶ φιληδονίας, καὶ τῶν ὁμοιοτρόπων, ἅπερ οὐκ ἐᾷ τὴν διάνοιαν ἐν εὐρυχωρίᾳ διάγειν. Μεῖζον ἀνθρώπῳ κακὸν ἀφροσύνης οὐδέν ἐστι, τοῦ ἰδίου τοῦ λογισμοῦ γένους, τὸν νοῦν ζημιωθέντι. -Νόσου καὶ φθορᾶς αἴτιον ἀπαιδευσία. Ἀμήχανον τὰ μεγάλα πρὸ τῶν μικρῶν παιδευθῆναι.

ΤΙΤΛ. ΚΕʹ. -Περὶ ἁπλοῦ καὶ ἀκάκου τὸν τρόπον.

«Ὁ Κύριος μὴ ἀποίσεται τὸν ἄκακον.» «Φύλασσε ἀκακίαν, καὶ ἴδε εὐθύτητας, ὅτι ἐστὶν ἐγκατάλειμμα ἀνθρώπῳ εἰρηνικῷ.» «Ὁ Θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ.» «Κύριος οὐ στερήσει τὰ ἀγαθὰ τοῖς πορευομένοις ἐν ἀκακίᾳ.» «Ὃς πορεύεται ἁπλῶς, πορεύεται πεποιθώς.» 95.1220 «Ὅσον χρόνον ἔχονται ἄκακοι τῆς δικαιοσύνης, οὐκ αἰσχυνθήσονται.» «Ὁ πορευόμενος ὀρθῶς, φοβεῖται τὸν Κύριον.» «Ὁ βλέπων λεῖα, ἐλεηθήσεται.» «Προσδεκτοὶ Κυρίῳ πάντες ἄμωμοι ἐν ὁδῷ αὐτῶν. Ψυχὴ εὐλογημένη, πᾶσα ἁπλῆ.» «Ἄκακος πιστεύει παντὶ λόγῳ.» «Χρηστοὶ ἔσονται οἰκήτορες γῆς· ἄκακοι δὲ ὑπολειφθήσονται ἐν αὐτῇ, ὅτι εὐθεῖς κατασκηνώσουσιν ἐν αὐτῇ.» ∆ιττῶς νοοῦμεν τὴν ἀκακίαν. Ἢ γὰρ τὴν ἀπὸ τῆς ἁμαρτίας ἀλλοτρίωσιν λογισμῷ κατορθουμένην, καὶ διὰ μακρᾶς προσοχῆς, καὶ μελέτης τῶν ἀγαθῶν, οἱονεὶ ῥίζαν τῆς κακίας ἐκτέμνοντες· ἢ κατὰ στέρησιν αὐτῆς παντελῆ τὴν τοῦ ἀκάκου