1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

238

καὶ ἡ καταβόησις ἐπὶ τῷ κατάγοντι αὐτά;» «Χήρας τίμα τὰς ὄντως χήρας. Εἰ δέ τις χήρα, ἢ τέκνα, ἢ ἔγγονα ἔχει, μανθανέτωσαν πρῶτον τὸν ἴδιον οἶκον εὐσεβεῖν, καὶ ἀμοιβὰς ἀποδιδόναι τοῖς προγόνοις. Τοῦτο γάρ ἐστιν ἀποδεκτὸν ἐνώπιον τοῦ Θεοῦ. Ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπικεν ἐπὶ Θεὸν, καὶ προσμένει ταῖς δεήσεσι, καὶ ταῖς προσευχαῖς νυκτὸς καὶ ἡμέρας· ἡ δὲ σπαταλῶσα, ζῶσα τέθνηκεν· ταῦτα παράγγελλε, ἵνα ἀνεπίληπτοι ὦσιν,» «Νεωτέρας δὲ χήρας παραιτοῦ. Ὅταν γὰρ καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσιν, ἔχουσαι κρῖμα, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν. Ἅμα δὲ καὶ ἀργαὶ μανθάνουσι, περιερχόμεναι τὰς οἰκίας, οὐ μόνον ἀργαὶ, ἀλλὰ καὶ φλύαροι, καὶ περίεργοι, λαλοῦσαι τὰ μὴ δέοντα.» «Θρησκεία καθαρὰ καὶ ἀμίαντος παρὰ τῷ Θεῷ καὶ Πατρὶ, αὕτη ἐστίν· ἐπισκέπτεσθαι χήρας καὶ ὀρφανοὺς ἐν τῇ θλίψει αὐτῶν.» Τὴν τρυγόνα φασὶ, διαζευχθεῖσάν ποτε τοῦ ὁμοζύγου, μηκέτι τὴν πρὸς ἕτερον καταδέχεσθαι, κοινωνίαν, ἀλλὰ μένειν ἀσυνδύαστον, μνήμῃ τοῦ ποτε συζευχθέντος τὴν πρὸς ἕτερον κοινωνίαν ἀπαρνουμένην. Ἀκουέτωσαν αἱ γυναῖκες, ὅπως τὸ σεμνὸν τῆς χηρείας, καὶ παρὰ τοῖς ἀλόγοις τοῦ ἐν πολυγαμίαις ἀπρεποῦς προτιμότερον.

ΤΙΤΛ. Γʹ. -Περὶ ὁρίων· καὶ ὅτι οὐ χρὴ μετάγειν αὐτά.

«Οὐ μετακινήσεις ὅρια τοῦ πλησίον σου, ἃ ἔστησαν οἱ πατέρες σου.» «Ἐπικατάρατος ὁ μετατιθεὶς ὅρια τοῦ πλησίον· καὶ ἐρεῖ πᾶς ὁ λαὸς, Γένοιτο, γένοιτο.» «Ἀσεβεῖς ὅριον ὑπερέβησαν.» 96.212 «Μὴ μέταιρε ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες σου.» Ἔστι τινὰ τῶν ἰχθύων, ἃ καὶ μιμεῖσθαι ἄξιον· πῶς τὰ γένη αὐτῶν ἕκαστα τὴν ἐπιτηδείαν αὐτοῖς διανειμάμενα χώραν, οὐκ ἐπιβαίνει ἀλλήλοις, ἀλλὰ τοῖς οἰκείοις ὅροις ἐνδιατρίβει. Οὐδεὶς γεωμέτρης παρ' αὐτοῖς κατένειμε τὰς οἰκήσεις· οὐ τείχη περιγέγραπται· οὐχ ὁροθεσίοις διώρισται. Οὗτος μὲν γὰρ ὁ κόλπος τάδε τὰ γένη τῶν ἰχθύων βόσκει, κἀκεῖνος ἕτερα· καὶ τὰ ὧδε πληθύνοντα, ἄπορα παρ' ἑτέροις. Οὐδὲν ὄρος ὀξείαις κορυφαῖς ἀνατεταμένον διίστησιν· οὐ ποταμὸς τὴν διάβασιν ἀποτέμνεται· ἀλλὰ νόμος τίς ἐστι φύσεως ἴσως καὶ δικαίως κατὰ τὸ τοῦ ἑκάστου χρειῶδες, τὴν δίαιταν πᾶσιν ἀποκληρῶν. Ἀλλ' οὐχ ἡμεῖς τοιοῦτοι, ὁπότε μεταίρομεν ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες ἡμῶν. Παρατέμνομεν γῆν, συνάπτομεν οἰκίαν πρὸς οἰκίαν, ἵνα τοῦ πλησίον ἀφελώμεθά τι. Οἶδε τὰ κήτη τὴν ἀφωρισμένην παρὰ τῆς φύσεως δίαιταν, τὴν ἔξω τῶν οἰκουμένων ὅρων κατειλῆφθαι θάλασσαν, τοῖς μεγίστοις τῶν ὀρέων κατὰ τὸ μέγεθος ἐοικότα, ὡς οἱ τεθεαμένοι φασὶν, καὶ μένουσιν ἐν τοῖς οἰκείοις ὅροις, μήτε ταῖς νήσοις, μήτε ταῖς παραλίοις χώραις λυμαινόμενα. Οὕτω μὲν οὖν ἕκαστον γένος, ὥσπερ πόλεσιν ἢ κώμαις τισὶν, ἢ πατρίσιν ἀρχαίαις, τοῖς ἀποτεταγμένοις αὐτοῖς τῆς θαλάσσης μέρεσιν αὐλίζεται.

ΤΙΤΛ. ∆ʹ. -Περὶ ὁδοῦ ἀγαθῆς καὶ πονηρᾶς· καὶ ὅτι χρὴ τὰ σκολιὰ πράγματα, καὶ τὰς σκολιὰς ὁδοὺς ἐκκλίνειν, καὶ μετὰ τῆς εὐθείας πορεύεσθαι.

«Ἐὰν ἄνομόν τί ἐστιν ἐν τῇ χειρί σου, πόῤῥω ποίησον αὐτὸ ἀπὸ σοῦ. Οὕτως ἀναλάμψει σου τὸ πρόσωπον, ὥσπερ ὕδωρ καθαρόν.» «Οἱ ἐπιλανθανόμενοι ὁδὸν δικαίαν, ἠσθένησαν ἐκ βροτῶν.» «Ἀρχὴ ὁδοῦ ἀγαθῆς ποιεῖν τὰ δίκαια. ∆εκτὰ δὲ παρὰ Θεῷ μᾶλλον ἢ θυσιῶν αἷμα.» «Ὁδοὺς τὰς ἐκ δεξιῶν οἶδεν ὁ Κύριος· διεστραμμέναι δέ εἰσιν αἱ ἐξ ἀριστερῶν.» «Ὁ σκολιάζων τὰς ὁδοὺς αὐτοῦ, ἀτιμασθήσεται.» «Πρὸς τοὺς σκολιοὺς σκολιὰς ὁδοὺς ἀποστελεῖ ὁ Θεός.» «Τρίβολοι καὶ παγίδες ἐν ὁδοῖς σκολιαῖς· ὁ δὲ φυλάσσων τὴν ἑαυτοῦ ψυχὴν, ἀφέξεται ἀπ' αὐτῶν.» «Ὁ πορευόμενος δικαίως, βοηθηθήσεται.» «Αἱ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσιν, προπορεύονται, καὶ φωτίζουσιν ἕως κατορθώσῃ ἡ ἡμέρα.» «Ἔστιν ὁδὸς ἣ δοκεῖ ὀρθὴ εἶναι παρὰ ἀνθρώποις, τὰ δὲ τελευταῖα αὐτῆς ἔρχεται εἰς πυθμένα ᾄδου.» 96.213 «Εἰ ἐπορεύοντο τρίβους ἀγαθὰς, εὕροσαν ἂν τρίβους τὰς τῶν δικαίων