1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

151

πολλάκις ὄλεθρον προξενοῦσα. Τί γὰρ Ναβουθαὶ τὸν Ἰσραηλίτην ἀπώλεσεν; οὐκ ἄμπελος ἐπίφθονος αἴτιος αὐτῷ θανάτου γεγένηται, πρὸς φόνον αὐτοῦ κινήσας τὸν γείτονα Ἀχαάβ; Τί δὲ τὰς δύο ἥμισυ φυλὰς ἔξω τῆς ἐπαγγελλομένης γῆς μεῖναι παρεσκεύασεν; οὐ πλῆθος κτηνῶν; Τί δὲ καὶ τὸν Λὼτ ἀπὸ τοῦ Ἀβραὰμ ἐχώρισεν; οὐχ ὁ τῶν βοσκημάτων πολὺς ἀριθμὸς, συνεχεῖς τοῖς ποιμέσι κινήσας τὰς ἔριδας, ἕως αὐτοὺς τέλεον ἀπέῤῥηξεν ἀπ' ἀλλήλων; Πᾶσαν ἀθέμιτον ὁδὸν ποιεῖ τὸ κέρδος. Ἴσως οὐκ ἐπέστησας τῷ προσφυῶς χρησμοδοτοῦντι, καὶ λέγοντι· Μὴ σπεῦδε πλουτεῖν, μὴ ταχὺ πένης γένῃ. Τοῖς τὴν ἄκραν φιλοχρηματίαν καὶ φειδωλίαν ἐξησκηκόσιν ἀνθρώποις, πολλὰς πρὸς ζημίαν ἀφορμὰς ἡ Πρόνοια περιποιεῖν εἴωθεν. Πλούτου τὸ κάλλος οὐκ ἐν βαλαντίοις, ἀλλ' ἐν τῇ τῶν χρῃζόντων ἐπικουρίᾳ. Οὐδὲν πάμπαν σπουδάζεται παρὰ σοῦ, οὐ βίος λαμπρὸς, οὐ λόγος ὀρθὸς, οὐ προστασία τῶν θλιβομένων, οὐ τὰ ἑξῆς, πλὴν τοῦ φιλεῖν, καὶ δι' εὐχῆς ποιεῖσθαι, καὶ συλλέγειν τὰ ὁλοκωνίτιδα

95.1521 ΤΙΤΛ. Ιʹ. -Περὶ ἔργων καὶ πράξεων· καὶ ὅτι ὁποῖά τις δρᾷ, τοσαῦτα καὶ

ὑφίσταται· καὶ ὡς κατὰ τὰ ἔργα ἡμῶν καὶ ὁ μισθὸς ἐξομοιοῦται παρὰ τοῦ Θεοῦ ἡμῶν.

«Ἐάν τις δῷ μῶμον τῷ πλησίον, ὡς ἐποίησεν αὐτῷ, ὡσαύτως ἀντιποιηθήσεται αὐτῷ· σύντριμμα ἀντὶ συντρίμματος· ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ· ὀδόντα ἀντὶ ὀδόντος. Καθότι ἂν δῷ μῶμον ἀνθρώπῳ, οὕτω δοθήσεται αὐτῷ.» «Κατέδραμον ὀπίσω Ἀδωνιβεζὲκ, καὶ κατέλαβον αὐτὸν, καὶ ἀπέκοψαν τὰ ἄκρα τῶν χειρῶν αὐτοῦ, καὶ τῶν ποδῶν αὐτοῦ. Καὶ εἶπεν Ἀδωνιβεζέκ· Ἑβδομήκοντα βασιλεῖς τὰ ἄκρα τῶν ποδῶν αὐτῶν καὶ τῶν χειρῶν αὐτῶν ἀποκεκομμένοι, ἦσαν συλλέγοντες τὰ ὑποκάτω τῆς τραπέζης μου. Καθὼς οὖν ἐποίησα, οὕτως ἀνταπέδωκέν μοι ὁ Θεός.» «Οἱ σπείροντες τὰ ἄτοπα, ὀδύνας θεριοῦσιν ἑαυτοῖς.» «Ἀποδοθείη αὐτῷ ἃ ἔπραξεν.» «Κενὰ κενοῖς ἀποβήσεται.» «Ἀνταπόδομα χειλέων αὐτοῦ δοθήσεται αὐτῷ.» «Ἔδονται τῆς ἑαυτῶν ὁδοῦ τοὺς καρποὺς, καὶ τῆς ἑαυτῶν ἀσεβείας πλησθήσονται. Ἐξετασμὸς γὰρ ἀσεβεῖς ὀλεῖ.» «Τεκταινόμενος ἀγαθὰ, ζητεῖ χάριν· ἐκζητοῦντα δὲ κακὰ καταλήψεται αὐτόν.» Ὁ σπείρων φαῦλα, θερίσει κακά· ματαιότητα δὲ ἔργων αὐτοῦ συντελέσει.» «∆ότε αὐτῇ ἀπὸ τῶν καρπῶν χειρῶν αὐτῆς.» «Ὃν τρόπον ἐποίησας, οὕτως ἔσται σοι. Τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεται εἰς κεφαλήν σου.» «Τὰ γεννήματα τῶν ἔργων αὐτῶν φάγωνται.» «Οὐαὶ τῷ ἀνόμῳ· πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ δοθήσεται αὐτῷ.» «Ἐγὼ Κύριος ἐτάζων καρδίας, καὶ δοκιμάζων νεφροὺς, τοῦ δοῦναι ἑκάστῳ κατὰ τὰς ὁδοὺς αὐτοῦ, καὶ κατὰ τοὺς καρποὺς τῶν ἐπιτηδευμάτων αὐτοῦ.» «Καθὼς ἐποίησε, ποιήσατε αὐτῇ.» «Κατὰ τὰς ὁδοὺς αὐτῶν ποιήσω αὐτοῖς, καὶ τοῖς κρίμασιν αὐτῶν ἐκδικήσω αὐτοὺς, καὶ γνώσονται ὅτι ἐγὼ Κύριος.» «∆ι' ὧν τις ἁμαρτάνει, διὰ τούτων κολάζεται.» «Οἱ φυλάξαντες ὁσιότητα, ὁσιωθήσονται.» «Μὴ ποίει κακὰ, καὶ οὐ μή σε καταλάβῃ κακά. Ἀπόστηθι ἀπὸ ἀδίκου, καὶ ἔκκλινε ἀπὸ ἁμαρτίας.» «Ἀγαθὰ τοῖς ἀγαθοῖς ἐκτίσθη ἀπ' ἀρχῆς· οὕτω τοῖς ἁμαρτωλοῖς κακά.» «Ἄνδρα κατὰ τὰ ἔργα αὐτοῦ κρινεῖ, καὶ ἕκαστος κατὰ ἔργα αὐτοῦ εὐρήσει.» 95.1524 «Ὁ ὀρύσσων βόθρον, ἐμπεσεῖται, καὶ ὁ ἱστῶν παγίδα, ἐν αὐτῇ ἁλώσεται. Ὁ ποιῶν πονηρὰ, εἰς αὐτὰ ἐγκυλισθήσεται, καὶ οὐ μὴ ἐπιγνῷ πόθεν ἤκει αὐτῷ.» «Μὴ κρίνετε, καὶ οὐ μὴ κριθῆτε· μὴ καταδικάζετε, καὶ οὐ μὴ καταδικασθῆτε. Ἀπολύετε, καὶ ἀπολυθήσεσθε. ∆ίδοτε, καὶ δοθήσεται ὑμῖν. Μέτρον καλὸν, πεπιεσμένον, καὶ σεσαλευμένον, καὶ ὑπερεκχυνόμενον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν. Ὧ γὰρ μέτρῳ μετρῆτε, ἀντιμετρηθήσεται ὑμῖν.» «Μὴ πλανᾶσθε· Θεὸς οὐ μυκτηρίζεται. Ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει. Ὅτι ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ, ἐκ τῆς σαρκὸς θερίσει φθοράν· ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα, ἐκ τοῦ πνεύματος θερίσει ζωὴν