1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

211

προσδοκίας μείζονος καὶ χρηστοτέρας ἐλπίδος. Μηδέποτε ἀπογίνωσκε ἀνθρώπου, εἰ μὴ τοῦ ἀπογινώσκοντος ἑαυτοῦ. Ἐννόησον τοίνυν τὸν προφήτην, τὸν μετὰ Πνεύματος χάριν, μετὰ τὴν πρὸς Θεὸν παῤῥησίαν, μετὰ τὸ πλῆθος τῶν κατορθωμάτων, μετὰ τροπαῖα τοιαῦτα, ἀνακηρύττοντα, καὶ λέγοντα· Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου. Ἐπὶ τὸ πέλαγος ἐμαυτὸν ἔῤῥιψα τῆς τοῦ ∆εσπότου φιλανθρωπίας. Καὶ τί θέλεις, εἰπέ μοι; Ἤκουσας τοῦ προφήτου λέγοντος· Κύριος ἀφεῖλε τὸ ἁμάρτημά μου. Οὐ ζητῶ τοῦτο μόνον· τὸ κάλλος μου ζητῶ, τὴν παῤῥησίαν μου ζητῶ. Κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἔτι πλείονα ζητῶ, μείζονα λαμπηδόνα, μείζονα καθαρότητα· Ἐπιπλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Πρόσεχε μετὰ ἀκριβείας τῷ λόγῳ, καὶ σύντεινον σαυτόν· ὁ ἔλεος τοῦ Θεοῦ ἄφατος, καταληφθῆναι μὴ δυνάμενος, ὑπερβαίνων νοῦν, νικῶν λογισμὸν, ἀλλὰ χρείαν ἔχει καὶ τῶν παρ' ἡμῖν. Πρόσεχε ὃ λέγω· Θεὸς ἐλεεῖ, ἀλλ' οὐχ ἁπλῶς ἐλεεῖ, ἀλλὰ λέγει· ∆ὸς καὶ σύ τι. Οἷον λέγω· μυρίων γέμεις ἁμαρτημάτων, φορτία ἔχεις πλημμελημάτων, θέλω αὐτὰ κουφίσαι. ∆ὸς καὶ σὺ χεῖρα. Οὐκ ἐπειδὴ ἐγώ σου χρείαν ἔχω, ἀλλ' ἐπειδὴ βούλομαι καὶ σέ τι συνεισενεγκεῖν εἰς τὴν σωτηρίαν. Πῶς οὖν ὁ λῃστὴς ἐσώθη, καὶ τοσαῦτα ἔλυσεν ἁμαρτήματα; ἀλλ' οὐκ ἐλέῳ μόνον, ἀλλὰ καὶ τῇ ἑαυτοῦ πίστει. Μνήσθητί μου ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Τί εἰσήνεγκεν ὁ Θεὸς εἰς σωτηρίαν ἐκείνου; λύσιν ἁμαρτημάτων. Τί εἰσήνεγκεν ὁ λῃστὴς εἰς σωτηρίαν ἑαυτοῦ; πίστιν. Ποταπήν; μεγάλην, ὑψηλὴν, τοῦ οὐρανοῦ ἁπτομένην. Πῶς ἐγὼ λέγω; Ἰουδαῖοι εἶδον νεκροὺς ἐγειρομένους, δαίμονας ἐλαυνομένους, θάλατταν χαλινουμένην, γῆν πηγάζουσαν, ἰχθὺν στατῆρα φέροντα, ἀστέρα ἄγοντα μάγους, τὴν ἄνω, τὴν κάτω κτίσιν δορυφοροῦσαν, καὶ μετὰ ταῦτα ἐσταύρωσαν. Ὁ λῃστὴς οὐδὲν τούτων εἰδὼς, ἀλλ' ἐμπτυόμενον, ὑβριζόμενον, οὐκ ἐσκανδαλίσθη, ἀλλὰ βασιλέα ὡμολόγησεν. Ὅρα ὅτι οὐχ ἁπλῶς ἠλεήθη, ἀλλὰ καὶ αὐτὸς εἰσήνεγκε. ∆εῖ γὰρ τὸν ἐλεούμενον καὶ αὐτὸν εἰσφέρειν εἰς τὴν οἰκείαν σωτηρίαν. Πάλιν ὁ τελώνης ἅρπαξ ὢν, πλεονέκτης, πῶς ἐσώθη; Παρῆν ὁ Χριστὸς, καὶ λέγει αὐτῷ· ∆εῦρο, 96.132 ἀκολούθει μοι· καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ. Ὥσπερ ὁ λῃστὴς τὸ ῥῆμα εἰσήνεγκεν, οὕτως ὁ τελώνης τὴν ἀκολούθησιν αὐτῷ παρέσχεν· ὥσπερ γὰρ ἐπὶ τῶν καμνόντων καὶ τοῖς νοσήμασιν ἀνιάτως κατεχομένων, καὶ πολυτελῶν δεομένων φαρμάκων, ἐὰν εἰσέλθῃ ὁ ἰατρὸς, καὶ εἴπῃ πρὸς τὸν ἄῤῥωστον, Πολλῶν χρεία ἐστὶν εἰδῶν πρὸς κατασκευὴν τοῦ φαρμάκου· λέγει αὐτῷ, Πένης εἰμὶ, οὐκ ἔχω· εἶτα λέγει ἰατρός· Τὸ καὶ τὸ δός μοι εἶδος, καὶ τὰ ἄλλα ἀπ' ἐμαυτοῦ παρέχω· τοῦτο λέγει καὶ ὁ Κύριος· Ἐξομολόγησίν μοι δὸς, καὶ δάκρυον, καὶ μετάνοιαν, καὶ τὰ ἄλλα ἀπὸ τῆς ἐμῆς φιλανθρωπίας δωροῦμαί σοι. Βλέπε τί γίνεται· Ἐὰν σὺ τῆς ἁμαρτίας μνησθῇς, ὁ Θεὸς αὐτῆς οὐ μνημονεύει. Ἐὰν δὲ σὺ αὐτῆς ἐπιλάθῃ, ὁ Θεὸς αὐτῆς μνημονεύει. Λέγει γάρ· Ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἁμαρτίας σου, καὶ οὐ μὴ μνησθῶ· σὺ δὲ μνήσθητι. Τοιοῦτοι ἦσαν οἱ ἅγιοι· τῶν κατορθωμάτων ἐπελάνθανον, τῶν δὲ ἁμαρτημάτων ἐμνημόνευον· οὐχ ὡς νῦν ἄνθρωποι, τῶν μὲν ἁμαρτημάτων ἐπιλανθάνονται, ἐὰν δέ τι πράξωσι χρηστὸν, εἰς μέσον ἄγουσιν, φυσώμενοι καὶ κομπάζοντες, τὸν ἔπαινον παρὰ ἀνθρώπων θηρώμενοι. Ἐποίησας ἀγαθόν; ἐπιλάθου, ἵνα ὁ ∆εσπότης σου αὐτὸ εἴπῃ. Ἐποίησας κακόν; μνήσθητι, ἵνα ὁ ∆εσπότης σου αὐτοῦ ἐπιλάθηται. Παραχώρησον τῷ ∆εσπότῃ σου· μὴ γὰρ οὕτως λέγεις σὺ τὰ κατορθώματα, ὡς λέγει αὐτὰ ὁ ∆εσπότης; Σὺ ἐὰν εἴπῃς, ἐλαττοῖς αὐτά· ὁ ∆εσπότης σου ἐὰν εἴπῃ, αὔξει αὐτά. Τὰ ἁμαρτήματά σου λέγε, ἵνα ἐξαλείψῃς. Ἀλλ' αἰσχύνῃ εἰπεῖν, διότι ἥμαρτες; Λέγε αὐτὰ καθ' ἡμέραν ἐν τῇ εὐχῇ σου. Μὴ γὰρ λέγω σοι, Εἰπὲ τῷ συνδούλῳ τῷ ὀνειδίζοντί σε; Εἰπὲ τῷ Θεῷ τῷ θεραπεύοντι αὐτά. Μὴ γὰρ ἐὰν μὴ εἴπῃς, ἀγνοεῖ αὐτὰ ὁ Θεός· μὴ γὰρ παρὰ σοῦ βούλεται αὐτὰ μαθεῖν; Ὅτε ἔπραττες αὐτὰ, παρῆν· ὅτε εἰργάζου, ἠπίστατο. Εἰργάζου, καὶ οὐκ ᾐσχύνου ἐργάσασθαι. Τὰ πράγματα οὐκ ᾐσχύνθης, καὶ τὰ ῥήματα τὰ