1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

111

δικαίου ἀνομίαν ἐν ὑπερηφανείᾳ.» «Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε, εὐθείας κρίνατε. Ἕως πότε κρίνετε ἀδικίαν, καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε; Κρίνατε ὀρφανῷ.» «Ἐξόλλυσιν ἑαυτὸν ὁ δωρολήπτης.» «Λαμβάνοντος δῶρα ἐν κόλπῳ ἀδικίας, οὐ κατευοδοῦνται αἱ ὁδοὶ αὐτοῦ.» «Νίκην καὶ τιμὴν περιποιεῖται ὁ διδοὺς δῶρα· τὴν μέντοι ψυχὴν ἀφαιρεῖται τῶν κεκτημένων.» «Ἀργύριον διδόμενον μετὰ δόλου, ὥσπερ ὄστρακον ἡγητέον.» «Ὃς δίκαιον κρίνει τὸν ἄδικον, ἄδικον δὲ τὸν δίκαιον, ἀκάθαρτος, καὶ βδελυκτὸς παρὰ Κυρίῳ.» «Ὁ εἰπὼν τὸν ἀσεβῆ, δίκαιός ἐστιν, ἐπικατάρατος λαοῖς ἔσται, καὶ μισητὸς εἰς ἔθνη.» «Ἀπέδοντο ἀργυρίου δίκαιον, καὶ πένητα ἕνεκεν ὑποδημάτων. Τῶν πατούντων ἐπὶ τὸν χοῦν τῆς γῆς, καὶ ἐκονδυλίαζον εἰς κεφαλὰς ἐθνῶν, καὶ ὁδὸν ταπεινῶν ἐξέκλιναν. «Ἵνα τί παρεσιωπήσατε ἀσέβειαν, καὶ τὰς ἀδικίας αὐτῶν ἐτρυγήσατε;» «Πεσοῦνται οἱ ἄρχοντες αὐτῶν ἐν ῥομφαίᾳ δι' ἀπαιδευσίαν γλώσσης αὐτῶν.» «Οἴμοι, ψυχὴ, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐκ ἔστιν. Πάντες εἰς αἵματα δικάζουσιν. Ἕκαστος τὸν πλησίον αὐτοῦ ἐκθλίβουσιν. Ἐπὶ τὸ κακὸν τὰς χεῖρας αὐτῶν ἑτοιμάζουσιν. Ὁ ἄρχων αἰτεῖ, καὶ ὁ κριτὴς εἰρηνικοὺς λόγους ἐλάλησε, καταθύμιον τῆς ψυχῆς αὐτοῦ.» 95.1397 «Ὑμεῖς ἐξεκλίνατε ἐκ τῆς ὁδοῦ· ἠσθενήσατε πολλούς. Κἀγὼ δέδωκα ὑμᾶς ἐξουθενουμένους εἰς πάντα τὰ ἔθνη, ἀνθ' ὧν ἐλαμβάνετε δῶρα ἐν νόμῳ.» «Γέγονε κρίσις, καὶ ὁ κριτὴς λαμβάνει. ∆ιὰ τοῦτο διεσκέδασται νόμος, καὶ οὐ διεξάγεται εἰς τέλος κρίσις, ὅτι ἀσεβὴς καταδυναστεύει τὸν δίκαιον.» «Οἱ ἄρχοντες αὐτῆς ἐν αὐτῇ, ὡς λέοντες ὠρυόμενοι, οἱ κριταὶ αὐτῆς ὡς λύκοι τῆς Ἀραβίας.» «Οἱ ἄρχοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίνοντες, καὶ κρίσει χηρῶν οὐ προσέχοντες.» «Ἐπιστήσω νεανίσκους ἄρχοντας αὐτῶν, καὶ ἐμπαῖκται κυριεύσουσιν αὐτῶν.» «Ὅταν ἐκτείνητε τὰς χεῖρας ὑμῶν, ἀποστρέψω τὸ πρόσωπόν μου ἀφ' ὑμῶν. Αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις.» «Οὐαὶ οἱ δικαιοῦντες τὸν ἀσεβῆ ἕνεκεν δώρων, καὶ τὸ δίκαιον τοῦ δικαίου αἴροντες ἀπ' αὐτοῦ. ∆ιὰ τοῦτο ὃν τρόπον καυθήσεται καλάμη ὑπὸ ἄνθρακος πυρὸς, καὶ συγκαυθήσεται ὑπὸ φλογὸς ἀνημμένης, ἡ ῥίζα αὐτῶν ὡς χόρτος ἔσται, καὶ τὸ ἄνθος αὐτῶν ὡς κονιορτὸς ἀναβήσεται. Οὐ γὰρ ἠθέλησαν τὸν νόμον Κυρίου Σαβαὼθ ποιεῖν, ἀλλὰ τὸ λόγιον τοῦ ἁγίου Ἰσραὴλ παρώξυναν.» «Οὐαὶ τοῖς γράφουσι πονηρίαν. Γράφοντες γὰρ πονηρίαν γράφουσιν, ἐκκλίνοντες κρίσιν πτωχῶν, ἁρπάζοντες κτήματα πενήτων τοῦ λαοῦ μου, ὥστε εἶναι αὐτοῖς χήραν εἰς ἁρπαγὴν, καὶ ὀρφανὸν εἰς προνομήν. Καὶ τί ποιήσουσι τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς; Ἡ γὰρ θλίψις ἡμῶν πόῤῥωθεν ἥξει, καὶ πρὸς τίνα καταφεύξεσθε τοῦ βοηθηθῆναι;» «Τί ὑμεῖς ἀδικεῖτε τὸν λαόν μου, καὶ τὸ πρόσωπον τῶν πτωχῶν καταισχύνετε; φησὶ Κύριος.» «Οὐαὶ οἱ λέγοντες τὸ πονηρὸν καλὸν, καὶ τὸ καλὸν πονηρόν· οἱ τιθέντες τὸ φῶς σκότος, καὶ τὸ σκότος φῶς· οἱ τιθέντες τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρόν.» «Ἐν ταῖς χερσί σου εὑρέθησαν αἵματα ψυχῶν ἀθώων.» «Οὐκ ἔκριναν κρίσιν ὀρφανοῦ, καὶ κρίσιν χήρας οὐκ ἐκρίνοσαν. Μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι, λέγει Κύριος; ἢ ἐν ἔθνει τῷ τοιούτῳ οὐκ ἐκδικήσει ἡ ψυχή μου;» «Οἱ ὀφθαλμοὶ αὐτῶν οὐ καλοὶ, καὶ ἡ καρδία αὐτῶν εὐθεῖα, ἀλλ' ἐπὶ τὴν πλεονεξίαν, καὶ ἐπὶ τὸ αἷμα τὸ ἀθῶον τοῦ ἐκχέειν αὐτὸ, καὶ ἐπὶ τὴν συκοφαντίαν, καὶ εἰς ἀδίκημα, καὶ εἰς φόνον τοῦ ποιεῖν.» «Ἐταπείνωσας τὸν ὑψηλὸν, καὶ ὕψωσας τὸν ταπεινόν. Ἀδικίαν θήσομαι αὐτὴν, λέγει Κύριος.» «Οἱ ἄρχοντες αὐτῆς ἐν μέσῳ αὐτῆς ὡς λύκοι ἅρπαγες, ἁρπάζοντες ἅρπαγμα τοῦ ἐκχέαι αἷμα, ὅπως πλεονεξία πλεονεκτῶσι. Καὶ οἱ προφῆται αὐτῆς ἀλεί 95.1400 φοντες αὐτούς. Ἀναμέσον ἁγίου καὶ βεβήλου οὐ διεσκέδαζον, καὶ ἀναμέσον ἀκαθάρτου καὶ τοῦ καθαροῦ οὐ διέστελλον.» «Αἱ ψυχαὶ διεστράφησαν τοῦ λαοῦ μου, καὶ ψυχὰς περιεποιοῦντο, καὶ ἐβεβήλουν με πρὸς τὸν λαόν μου ἕνεκεν δρακὸς κριθῶν, καὶ ἕνεκεν κλασμάτων ἄρτου, ἀποκτεῖναι ψυχὰς, ἃς οὐκ ἔδει ἀποθανεῖν, καὶ τοῦ περιποιεῖσθαι ψυχὰς, ἃς