1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

10

ὑποσχέσεων, καὶ συντάξεων· καὶ ὅτι δεῖ πληροῦν αὐτὰς ὡς χρὴ, μετὰ ἀληθείας. ΙΑʹ. Περὶ ὑπερηφάνων, καὶ σοβαρῶν, καὶ ἀλαζόνων, καὶ κενοδόξων. ΙΒʹ. Περὶ ὑπομονῆς, καὶ μακροθυμίας. ΙΓʹ. Περὶ τῶν μὴ ὑπομενόντων, ἀλλ' ὀλιγοψυχούντων. Ἐντεῦθεν αἱ παραπομπαὶ τῶν τίτλων. Περὶ ὑπακοῆς· κεῖται ἐνταῦθα ἐν τῷ π στοιχείῳ τῆς ΙΖʹ· οὗ ἡ ἀρχὴ, περὶ πολιτείας σεμνῆς. Στοιχεῖον Φ. Αʹ. Περὶ φιλοξενίας, καὶ φιλανθρωπίας, καὶ ἐλεημοσύνης. Βʹ. Περὶ φιλανθρωπίας Θεοῦ, καὶ ἀγαθότητος, καὶ μακροθυμίας· καὶ ὅτι κρεῖττον ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ, ἢ εἰς χεῖρας ἀνθρώπων. Γʹ. Περὶ φυσικῶν. ∆ʹ. Περὶ φήμης· ὅτι οὐ δεῖ ἑκάστῳ πιστεύειν. Εʹ. Περὶ φιλέργων, καὶ σπουδαίων· καὶ ὅτι χρὴ πονεῖν· καὶ ὠφέλειαν γὰρ παρέχει. ʹ. Περὶ φιλαρχίας· ὅτι οὐ δεῖ ἀπροὔπτως ἐπιπηδᾷν ταῖς ἀρχαῖς, καὶ τιμῆς καὶ δόξης ὀρέγεσθαι. Ζʹ. Περὶ φίλων χρηστῶν. Ηʹ. Περὶ φίλων τραπέζης, καὶ μοχθηρῶν. Θʹ. Περὶ φιλοτιμουμένων, καὶ μεταδοτικῶν· καὶ ὅτι φιλοτιμία σωτηρίαν προξενεῖ. Ιʹ. Περὶ φειδωλῶν καὶ ἀμεταδότων· καὶ ὅτι οἱ φειδωλίαν νοσοῦντες κινδύνοις περιπίπτουσιν. ΙΑʹ. Περὶ φιλαιτίου, καὶ φιλεγκλήμονος. ΙΒʹ. Περὶ φθόνου, καὶ ζήλου. ΙΓʹ. Περὶ φιλαυτίας· καὶ ὅτι οὐ δεῖ ἑαυτὸν δικαιοῦν, ἢ ἐπαινεῖν. Ἐντεῦθεν αἱ παραπομπαὶ τῶν τίτλων. Περὶ φιλονεικούντων· κεῖται ἐνταῦθα ἐν τῷ μ στοιχείῳ τῆς Ζʹ· οὗ ἡ ἀρχὴ, περὶ μίσους. Περὶ φρονήσεως· κεῖται ἐνταῦθα ἐν τῷ σ στοιχείῳ τῆς ΙΗʹ· οὗ ἡ ἀρχὴ, περὶ σοφίας. Περὶ φουμιζόντων· κεῖται ἐνταῦθα ἐν τῷ κ στοιχείῳ τῆς Θʹ· οὗ ἡ ἀρχὴ, περὶ κομπαζόντων. Περὶ φροντιζόντων· κεῖται ἐνταῦθα ἐν τῷ θ στοιχείῳ τῆς Εʹ· οὗ ἡ ἀρχὴ, περὶ θλιβομένων. Στοιχεῖον Χ. Αʹ. Περὶ χαρισμάτων, καὶ δωρημάτων Θεοῦ· καὶ ὅτι βίῳ σεμνῷ ἀντιδίδονται παρὰ τοῦ ἁγίου Πνεύματος· καὶ ὡς ἀσύγγνωστα πταίουσιν, οἱ τὴν χάριν τοῦ Θεοῦ δώροις καὶ χρήμασι κτᾶσθαι νομίζοντες. Βʹ. Περὶ χαιρεκακίας, καὶ τῶν ἀποδεχομένων τὰ πονηρὰ, καὶ ἀτιμαζόντων τὸν δίκαιον. Γʹ. Περὶ χαλεπῶν, καὶ ἀνοσίων πράξεων. ∆ʹ. Περὶ Χριστιανισμοῦ, καὶ τῆς ἐξ ἐθνῶν κλήσεως. Εʹ. Περὶ ὅτι χρὴ μᾶλλον φοβεῖσθαι Θεὸν, ἢ ἀνθρώπους. Ἐντεῦθεν αἱ παραπομπαὶ τῶν τίτλων. Περὶ χηρῶν· κεῖται ἐνταῦθα ἐν τῷ ο στοιχείῳ τῆς Βʹ· οὗ ἡ ἀρχὴ, περὶ ὀρφανῶν. Στοιχεῖον Ψ. Αʹ. Περὶ ψεύδους, καὶ συκοφαντίας. Βʹ. Περὶ ψιθυριστῶν. 95.1069 Στοιχεῖον Ω. Περὶ ὥρας καὶ ἡμέρας θανάτου, καὶ τῆς ἐξόδου ἡμῶν· καὶ ὅτι χρὴ ἡμᾶς εὐτρεπίζεσθαι πρὸς αὐτὴν, καὶ ἐν ᾧ λαμβάνειν τὴν μετάστασιν. Ἕως ὧδε ὁ κώδηξ τῶν τῇδε τῇ βίβλῳ ἐντεταγμένων· ἐπελευσώμεθα λοιπὸν ἐπὶ τὰς ἑκάστου τούτων κατὰ στροφὴν καὶ συντάξεις, πλατύνοντες, καὶ διατρανοῦντες ταῦτα, ὡς οἷόν τε, ἐκ τῶν διὰ Πνεύματος ἁγίου ἐμφερομένων ἐν ἱεροῖς προφητῶν, καὶ ἀποστόλων, καὶ εὐαγγελιστῶν, καὶ διδασκάλων δέλτοις, προαγούσης, καὶ προλαμπούσης πάντων τῆς περὶ τὴν τρισυπόστατον μίαν, καὶ ἀσύγχυτον, καὶ ὁμοούσιον θεότητα θεολογίας· ὅτι ἐξ αὐτῆς ἡ θεία, καὶ σωτήριος, καὶ ζωοποιὸς ἐχαρίσθη ἡμῖν πίστις καὶ ὁμολογία, ἡ δὲ κατὰ φύσιν καὶ εἶδος αὐτῆς ἵδρυσις ἐπ' αὐτῆς εἴσεται μόνῃ τῇ ἁγίᾳ καὶ προσκυνητῇ Τριάδι, κατὰ τὸ εἰρημένον, οὐδεὶς γινώσκει «Τίς ἐστιν ὁ Υἱὸς, εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱός. Καὶ, Τὰ Θεοῦ οὐδεὶς ἔγνω, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ, τὸ ἐρευνῶν τὰ βάθη τοῦ Θεοῦ.» Ὧ πρέπει πᾶσα δόξα, τιμὴ, καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ Πατρὶ, καὶ τῷ μονογενεῖ καὶ συνάρχῳ Υἱῷ, νῦν τε, καὶ εἰς τοὺς ἀτελευτήτους καὶ ἀπεράντους αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΙΩΑΝΝΟΥ ΤΟΥ ∆ΑΜΑΣΚΗΝΟΥ ΤΑ ΙΕΡΑ ΠΑΡΑΛΛΗΛΑ. ΣΤΟΙΧΕΙΟΝ Α. Τίτλος πρῶτος. -Περὶ ἀϊδίου θεότητος τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος· καὶ

ὅτι εἷς καὶ μόνος ἐπὶ πᾶσιν ὁ Θεός.