1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

41

συγχώρησις γίνεται τῶν προεπταισμένων, ὅταν ἔργα μετανοίας μετὰ ταῦτα τελεσθῇ. Εἰ γάρ τις ἔτι πράττων τὰ ψεκτικὰ καὶ κολαστέα, προσποιεῖται μετάνοιαν, οὐ τεύξεται συγχωρήσεως, ἔτι πράττων τὰ ἀπηγορευμένα. Προσαγορεύσαντος τοῦ ἀσεβοῦς Βασιλίδους τὸν εὐαγγελιστὴν Ἰωάννην, καὶ εἰπόντος· Ἐπιγινώσκεις ἡμᾶς; ἀμελητὶ, Ἐπιγινώσκω σε, λέγει ὁ ἅγιος, πρωτότοκον τε Σατανᾶ. Φοβηθῶμεν, οὐχὶ νόσον τὴν ἔξωθεν, ἀλλὰ ἁμαρτήματα, δι' ἃ ἡ νόσος· καὶ νόσον ψυχῆς, οὐχὶ σώματος. Νόμος ἔστω κατὰ τῶν σεμνὰ καὶ θεῖα, οὐ σεμνῶς καὶ θεοπρεπῶς ὁρᾷν ἀξιούντων, κόλασιν ἐπιφέρειν ἀορασίας. Εἰ βούλει ὑπὸ τοῦ Θεοῦ βασιλεύεσθαι, μὴ βούλει ἁμαρτάνειν. Εἰ δὲ ἁμαρτάνεις, πῶς βασιλεύσῃ ὑπὸ τοῦ Θεοῦ. Ὁ καθαρὸς νοῦς πέφυκεν θεωρεῖν τὴν ἀλήθειαν, καὶ ὁ Θεὸς τούτῳ πέφυκεν ἐμφανίζεσθαι. Ὅσοι οὖν 95.1172 περὶ τὴν ἀλήθειαν ἐσφάλησαν, παρὰ τὸ κακῶς βιῶσαι ἐσφάλησαν. Κολάζονται οὖν οἱ αἱρετικοὶ, οὐχ ὅτι αἱρετικοί εἰσιν, ἀλλ' ὅτι γεγόνασι κακῶς βιώσαντες. Οὐκ ἔστι γὰρ αἱρετικὸν γενέσθαι, μὴ κακῶς βιώσαντα, εἴτε λόγος, εἴτε πράξει. ∆ικαίως οὖν κριθήσονται, οὐχ ὅτι προσκόπτουσιν, ἀλλ' ὅτι ἑαυτοὺς διὰ μέθης, ἀπειθείας, καὶ φιλαργυρίας τυφλοῦντες, ἐν σκότει διαπορεύονται.

ΤΙΤΛ. ΙΓʹ. -Περὶ ἀναμαρτησίας· ὅτι οὐδεὶς ἀναμάρτητος, εἰ μὴ ὁ Θεός. «Μὴ καθαρὸς ἔσται βροτὸς ἐνώπιον Κυρίου;» «Τίς καθαρός ἐστιν ἀπὸ ῥύπου;

ἀλλ' οὐδὲ εἷς, κἂν μίαν ἡμέραν ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς.» «Οὐρανὸς οὐ καθαρὸς ἐναντίον αὐτοῦ.» «Τίς βροτὸς, ὅτι ἔσται ἄμεμπτος; πῶς ἔσται βροτὸς δίκαιος παρὰ Κυρίῳ;» «Ἐὰν ἀνομίας παρατηρήσεις, Κύριε, Κύριε, τίς ὑποστήσεται;» «Μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.» «Τίς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν; ἢ τίς παῤῥησιάζεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτίας;» «Ἄνθρωπος οὐκ ἔστι δίκαιος ἐν τῇ γῇ, ὃς ποιήσει ἀγαθὸν, καὶ οὐχ ἁμαρτήσεται.» «Ἐὰν εἴπωμεν, ὅτι ἁμαρτίαν οὐκ ἔχομεν, ἑαυτοὺς πλανῶμεν, καὶ ἀλήθεια ἐν ἡμῖν οὐκ ἔστιν.»

ΤΙΤΛ. Ι∆ʹ. -Περὶ ἀποταξαμένων. καὶ ἐξ ὑποστροφῆς ἐκεῖνα πραττόντων οἷς

ἀπετάξαντο. «Τοὺς ἐκκλίνοντας εἰς τὰς στραγγαλιὰς, ἀπάξει Κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν.»

«Ὥσπερ κύων, ὅταν ἐπέλθῃ ἐπὶ τὸν ἑαυτοῦ ἔμετον, καὶ μισητὸς γένηται, οὕτως ἄφρων τῇ αὐτοῦ κακίᾳ ἀναστρέψας ἐπὶ τὴν ἁμαρτίαν.» «Ἐν τῷ ἀποστρέψαι δίκαιον ἐκ τῆς δικαιοσύνης αὐτοῦ, καὶ ποιήσει ἀδικίαν, κατὰ πάσας τὰς ἀνομίας ἃς ἐποίησεν ὁ ἄνομος, πᾶσαι αἱ δικαιοσύναι αὐτοῦ ἃς ἐποίησεν, οὐ μὴ φυλαχθῶσιν ἐν τῷ παραπτώματι αὐτοῦ, ᾧ παρέπεσεν, καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ αἷς ἥμαρτεν, ἐν αὐταῖς ἀποθανεῖται.» «∆ικαιοσύνη δικαίου οὐ μὴ ἐξέληται αὐτὸν, ἐν ᾗ ἂν ἡμέρᾳ πλανηθῇ· καὶ ἀνομία ἀσεβοῦς οὐ μὴ κακώσῃ αὐτὸν, ἐν ᾗ ἂν ἡμέρᾳ ἀποστραφῇ ἀπὸ τῆς ἀνομίας αὐτοῦ. Ἕκαστον ἐν ταῖς ὁδοῖς ὑμῶν κρινῶ ὑμᾶς, οἶκος Ἰσραήλ.» «Βαπτιζόμενος ἀπὸ νεκροῦ, καὶ πάλιν ἁπτόμενος αὐτοῦ, τί ὠφέλησεν ἐν τῷ λουτρῷ αὐτοῦ; Οὕτως ὁ ἄνθρωπος νηστεύων ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ, καὶ πάλιν πορευόμενος, καὶ τὰ αὐτὰ ποιῶν, τῆς προσευχῆς αὐτοῦ, τίς εἰσακούσεται; καὶ τί ὠφέλησεν ἐν τῷ ταπεινωθῆναι αὐτόν;» «Μὴ προσκόψῃς ἐν λιθώδεσι.» 95.1173 «Ἐπανάγων ἀπὸ δικαιοσύνης εἰς ἁμαρτίαν, ὁ Κύριος ἑτοιμάσει εἰς ῥομφαῖαν αὐτόν.» «Οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα αὐτοῦ ἐπ' ἄροτρον, καὶ βλέπων εἰς τὰ ὀπίσω, οὐκ εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.» «Εἰ ἀποφυγόντες τὰ μιάσματα τοῦ κόσμου ἐν ἐπιγνώσει τοῦ Κυρίου ἡμῶν καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ, τούτῳ δὲ πάλιν ἐμπλακέντες. ἡττῶνται, γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων. Κρεῖσσον γὰρ αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης, ἢ ἐπιγνοῦσιν ὑποστρέψαι ἐκ τῆς παραδοθείσης αὐτοῖς τῆς ἁγίας ἐντολῆς. Συμβέβηκε γὰρ αὐτοῖς τὸ τῆς ἀληθοῦς