1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

189

ΤΙΤΛ. ∆ʹ. -Περὶ ἰσότητος· καὶ ὅτι χρὴ τὰ πρὸς ἀξίαν νεμεῖν. «Μετὰ ὁσίου ὅσιος ἔσῃ, καὶ μετὰ ἀνδρὸς ἀθώου ἀθῶος ἔσῃ.

«Ἀπόδοτε τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.» «Ἀπόδοτε πᾶσι τὰς

ὀφειλὰς, τῷ τὸν φόρον, τὸν φόρον, τῷ τὸ τέλος, τὸ τέλος, τῷ τὴν τιμὴν, τὴν τιμὴν, τῷ τὸν φόβον, τὸν φόβον.» Οὐχ ἁπλῶς ὁ ἀγωνοθέτης τοῖς ἐθέλουσι τῶν ἀθλητῶν τὰς ἐξαιρέτους χαρίζεται τιμὰς, ἀναλόγως δὲ μᾶλλον ταῖς τῶν ἀθλητῶν εὐδοκιμήσεσι διανέμει τὰ γέρα. -Ἰσότης πηγὴ δικαιοσύνης. Τὸ νέμειν ἴσα τοῖς ἀνίσοις, τῆς μεγίστης ἐστὶν ἀδικίας. Τὸ μηδένα ἀδικεῖν, ἀλλ' ἰσότητι τιμᾷν, ἰσχυρὰ δύναμις. -Πᾶν τὸ ἄνισον, ἀγάπης ἀλλότριον.

ΤΙΤΛ. Εʹ. -Περὶ ἰατρῶν, καὶ ἰατρείας.

«Ὑμεῖς ἐστε ἰατροὶ ἄδικοι, καὶ ἰαταὶ κακῶν πάντες.» «Τίμα ἰατρὸν πρὸς τὰς χρείας τιμῆς αὐτοῦ· καὶ γὰρ αὐτὸν ἔκτισεν ὁ Κύριος. Παρὰ Ὑψίστου ἐστὶν ἴασις, καὶ παρὰ βασιλέως λήψεται δόματα. Ἐπιστήμη ἰατροῦ ἀνυψώσει κεφαλὴν αὐτοῦ, καὶ ἔναντι μεγιστάνων θαυμασθήσεται. Ἰατρῷ δὸς τόπον· καὶ γὰρ αὐτὸν ἔκτισεν ὁ Κύριος. Ὁ ἁμαρτάνων ἔναντι τοῦ ποιήσαντος αὐτὸν, ἐμπεσεῖται εἰς χεῖρας ἰατροῦ.» Οἱ τῶν σωμάτων θεραπευταὶ, τοὺς μὲν ὑγιαίνοντας τοῖς προφυλακτικοῖς βοηθήμασιν ἀσφαλίζονται· τοὺς δὲ κεκρατημένους ὑπὸ τοῦ πάθους οὐκ ἐγχειροῦσιν. -Ἀνεπιστήμων ἰατρὸς πρὸς κάμνοντας εἰσιὼν, ἀντὶ τοῦ εἰς ὑγείαν αὐτοὺς ἐπαναγαγεῖν, καὶ τὸ μικρὸν λείψανον τῆς δυνάμεως ἀφαιρεῖται. -Οἱ τῶν ἰατρῶν σοφοὶ τῶν φαρμάκων τὰ αὐστηρότερα πίνειν διδόντες τοῖς κακοσίτοις, μέλιτι πολλάκις τὴν κύλικα περιχρίουσιν. Οἶμαι τοὺς ἀρχαίους τῶν ἰατρῶν, οὐχ ἁπλῶς, οὐδ' ἀλόγως νομοθετῆσαι δημοσιεύεσθαι τὴν τῶν ποικίλων ἐργαλείων ἐπίδειξιν, ἀλλ' ἵνα τοὺς ὑγιαίνοντας ἀσφαλίζωνται, προσδεικνύντες αὐτοὺς ὁπόσων ἀτακτοῦντες δεήσονται. Τέλειον ἰατρὸν λέγομεν, τὸν μηδὲν τῶν εἰς ὠφέλειαν ἀνηκόντων καὶ θεραπείαν παραλιπόντα. Ἀγαθὸς ἰατρὸς οὐ μιᾷ ἡμέρᾳ τῷ νοσοῦντι πάντα ἀθρόα τὰ ὑγεινὰ ἐπιφέρειν ἂν θελήσειεν, εἰδὼς βλάβην ἐργασόμενος μᾶλλον ἢ ὠφέλειαν· ἀλλὰ διαμετρησάμενος τοὺς καιροὺς ἐπιδιανέμει τὰ σωτήρια, καὶ ἄλλο τι ἄλλα προστιθεὶς, πρᾴως ὑγείαν ἐμποιεῖ.

ΤΙΤΛ. ςʹ. -Περὶ ἱματίων· καὶ ὅτι οὐ δεῖ ἱματισμῷ πολυτελεῖ κεχρῆσθαι, ἢ

ἄνδρα, ἢ γυναῖκα. «Ἐνδύσεται ὁ ἱερεὺς χιτῶνα λινοῦν, καὶ περισκελὲς λινοῦν ἐνδύσεται περὶ τὸ

σῶμα αὐτοῦ.» «Ἱμάτιον ὑφασμένον ἔκδυε· κίβδηλον οὐκ ἐπιβαλεῖς σεαυτῷ.» «Οὐκ ἔσται σκεύη ἀνδρὸς ἐπὶ γυναικὶ, οὐδὲ μὴ ἐνδύσεται ἀνὴρ στολὴν γυναικείαν, ὅτι βδέλυγμά ἐστι Κυρίῳ πᾶς ποιῶν ταῦτα. Οὐκ ἐνδύσῃ κίβδηλον, ἔρια καὶ λῖνον ἐν τῷ αὐτῷ.» «Ἐν παντὶ καιρῷ ἔστωσαν τὰ ἱμάτιά σου λευκά.» «Ἐν περιβολῇ ἱματίων μὴ καυχήσῃ.» «Τάδε λέγει Κύριος· Ἀνθ' ὧν ὑψώθησαν αἱ θυγατέρες Σιὼν, καὶ ἐπορεύθησαν ὑψηλῷ τραχήλῳ, καὶ νεύμασιν ὀφθαλμῶν, καὶ τῇ πορείᾳ τῶν ποδῶν, 96.64 ἅμα σύρουσαι τοὺς χιτῶνας, καὶ τοῖς ποσὶν ἅμα παίζουσαι· καὶ ταπεινώσει ὁ Θεὸς ἀρχούσας θυγατέρας Σιών. Καὶ Κύριος ἀνακαλύψει τὸ σχῆμα αὐτῶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Καὶ ἀφελεῖ Κύριος τὴν δόξαν τοῦ ἱματισμοῦ αὐτῶν, καὶ τὸν κόσμον αὐτῶν, καὶ τὰ ἐμπλόκια, καὶ τοὺς δακτυλίους, καὶ τὰ περιδέξια, καὶ τὰ ἐνώτια, καὶ τὰ περιπόρφυρα, καὶ τὰ ἐπιβλήματα τὰ κατὰ τὴν οἰκίαν, καὶ τὰ διαφανῆ Λακωνικὰ, καὶ τὰ βύσσινα, καὶ σὰ ὑακίνθινα, καὶ τὴν βύσσον σὺν χρυσίῳ, καὶ ὑακίνθῳ συγκαθυφασμένην, καὶ τὰ θέριστρα, καὶ τὰ κλιτὰ τοῦ χρυσίου. Καὶ ἔσται σοι ἀντὶ ὀσμῆς τῆς ἡδείας κονιορτὸς, καὶ ἀντὶ ζώνης σχοινίῳ ζώσῃ, καὶ ἀντὶ τοῦ κόσμου τῆς κεφαλῆς φαλάκρωμα ἕξεις, καὶ ἀντὶ τοῦ χιτῶνος τοῦ μεσοπορφύρου περιζώσῃ