306
πολλοί· ἀλλ' ἡμῖν εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτόν· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα, καὶ ἡμεῖς δι' αὐτοῦ." Τοῦτον ἐκάλεσεν ὁ ψαλμὸς Κύριον τῶν ἀληθῶν κυρίων. δʹ. "Τῷ ποιήσαντι θαυμάσια μεγάλα μόνῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ." Μεγαλουργίαι καὶ αἱ τῶν εὐνῶν αὐτοῦ θεραπόντων. Ἀλλὰ θεῖα καλοῦ μεν καὶ τὰ Μωσοῦ, καὶ τὰ Ἰησοῦ, καὶ τὰ Ἠλίου θαυμάσια· ὡσαύτως δὲ καὶ τὰ ὑπὸ τῶν ἱερῶν ἀπο στόλων γεγενημένα σημεῖα. Εἰκότως τοίνυν αὐτὸν ὁ Προφήτης μόνον ἔφη τῶν μεγάλων θαυμάτων δη μιουργόν. Εἶτα δείκνυσιν αὐτοῦ καὶ τὰ μεγάλα ποιή ματα. εʹ. "Τῷ ποιήσαντι τοὺς οὐρανοὺς ἐν συνέσει, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ." Κηρύττει γὰρ καὶ μόνον ὁρώμενος οὐρανὸς τοῦ Θεοῦ τὴν σοφίαν. Πολὺ γὰρ τὸ μέγεθος, καὶ τὸ κάλλος, καὶ ἡ ἐπὶ τὸ πλεῖστον διαμονή. ʹ. "Τῷ στερεώσαντι τὴν γῆν ἐπὶ τῶν ὑδάτων, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ." Καὶ τοῦτο δὲ ἀξιάγαστον, καὶ τὴν ἀνθρωπίνην ὑπερβαῖνον διά νοιαν, καὶ πανταχόθεν τὴν γῆν περικλυζομένην τοῖς ὕδασιν ἑστάναι, καὶ ἐπὶ τῆς οἰκείας φύσεως διαμένειν. Εἰκότως δὲ τοῖς ῥητοῖς ἅπασι τὸν αἰώνιον ἔλεον ὁ μεγαλογράφος συνέζευξεν, ἐπειδὴ οὐ διὰ χρείαν οἰκείαν, ἀλλὰ διὰ μόνην φιλανθρωπίαν ἐδη μιούργησεν ὁ φιλάνθρωπος ἅπαντα. ζʹ. "Τῷ ποιήσαντι φῶτα μεγάλα μόνῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ." Τῆς θείας μεταλαχόντες Προνοίας οἱ ἄνθρωποι ἐξάπτειν λαμπάδας εἰώθασιν, ἀλλ' ὅλον τὸ περίγειον πῦρ ἑνὸς ἀστέρος οὐ μιμεῖται λαμπρότητα. Πάντων δὲ ἀστέρων καὶ σελήνης αὐτῆς φανώτατος ἥλιος. Κἀκείνους γὰρ φαινόμενος κρύπτει, καὶ αὐτῆς τὰς ἀκτῖνας ἀμβλύνει. ηʹ, θʹ. "Τὸν ἥλιον εἰς ἐξουσίαν τῆς ἡμέρας, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Τὴν σελήνην, καὶ τοὺς ἀστέρας, εἰς ἐξουσίαν τῆς νυκτὸς, ὅτι εἰς τὸν αἰῶνα 80.1924 τὸ ἔλεος αὐτοῦ." ∆ιένειμε, φησὶ, τοῖς φωστῆρσι τὸν χρόνον, καὶ ταῖς μὲν ἡλιακαῖς ἀκτῖσι τὴν ἡμέραν ποιεῖ, σελήνῃ δὲ καὶ ἄστροις καταφωτίζει τὴν νύκτα. ∆ιὰ τούτων γινομένων τὴν οἰκείαν δεικνὺς ἀγαθό τητα. ιʹ. "Τῷ πατάξαντι Αἴγυπτον σὺν τοῖς πρωτοτόκοις αὐτῶν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ." Ἀλλ' ἴσως ἄν τις ἐπαπορήσειε, πῶς ἐλέῳ τεκταίνεται θάνατος; Σκοπείτω τοίνυν τὴν λύσιν τῶν προκειμένων ῥη τῶν· ὡς ὁ τοὺς ἀδικουμένους οἰκτείρων, τοὺς ἀδι κοῦντας κολάζει. Τοῦτο γὰρ καὶ ἐνταῦθα ὁ Προφή της ἐπήγαγε. ιαʹ. "Καὶ ἐξαγαγόντι τὸν Ἰσραὴλ ἐκ μέσου αὐτῶν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ." Ὁ περὶ τοῦτον ἔλεος ἐκείνοις τὴν τιμωρίαν ἐπήγαγε. Κἀκεῖνος δὲ, καὶ αὕτη, δικαιοσύνῃ συγκέκραται. Καὶ τούτους γὰρ δικαίως ἠλέησε, κἀκείνους ἐνδίκως ἐκόλασεν. ιβʹ. "Ἐν χειρὶ κραταιᾷ, καὶ ἐν βραχίονι ὑψη λῷ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ." Χεῖρα τὴν ἐνέργειαν ἐκάλεσε, βραχίονα δὲ τὴν ἰσχύν. ∆ι' ἀμφοτέρων μέντοι ἐδήλωσεν, ὡς διὰ τῆς γεγε νημένης τοῦ λαοῦ σωτηρίας τὴν οἰκείαν ἀπεκάλυψε δύναμιν. ιγʹ. "Τῷ καταδιελόντι τὴν Ἐρυθρὰν θάλασσαν εἰς διαιρέσεις, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ." Τινὲς τοῖς Ἰουδαϊκοῖς ἀκολουθήσαντες μύθοις ἰσαρίθμους ταῖς δυοκαίδεκα φυλαῖς ἔφασαν τῇ Ἐρυθρᾷ θαλάσσῃ γεγενῆσθαι τὰς διαιρέσεις, ἐπειδὴ ὁ Προφήτης οὐ δι αίρεσιν, ἀλλὰ διαιρέσεις εἶπεν. Ἔδει δὲ αὐτοὺς συν ιδεῖν, ὅτι διχῆ τμηθὲν τὸ πέλαγος δύο ἀνθ' ἑνὸς ἐγέ νετο. Τὸ γὰρ ὕδωρ αὐτοῖς τεῖχος ἐκ δεξιῶν, καὶ τεῖχος ἐξ εὐωνύμων· οὗ δὴ χάριν διαιρέσεις ἐκάλεσε τὴν εἰς δύο τοῦ πελάγους τομήν. ιδʹ, ιεʹ. "Καὶ διαγαγόντι τὸν Ἰσραὴλ διὰ μέσου αὐτῆς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Καὶ ἐκτινά ξαντι Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ εἰς θάλασσαν Ἐρυθρὰν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ." Ἀμφότερα γὰρ τῆς αὐτοῦ δυνάμεως ἔργα, καὶ τὸ τούτους εὐπετῶς διαβῆναι τὸ πέλαγος, καὶ τὸ ἐκεῖνον ὑπο βρύχιον γενέσθαι τοῖς ὕδασι. ιʹ. "Καὶ διαγαγόντι τὸν λαὸν αὑτοῦ ἐν τῇ ἐρή μῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ." Καὶ τοῦτο δὲ τῆς θείας ἰσχύος ἀπόδειξις, τοσοῦτον λαὸν ἐπὶ χρόνῳ τοσούτῳ ἐν ἐρήμῳ διαθρέψαι, καὶ τῶν ἀναγκαίων αὐτῷ χορηγῆσαι τὴν ἀφθονίαν. ιζ, ιηʹ. "Τῷ πατάξαντι βασιλεῖς μεγάλους, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Καὶ ἀποκτείναντι βασιλεῖς κραταιοὺς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ." Ἐν κεφαλαίῳ καὶ τούτων ἤδη τὴν ἑρμηνείαν