265
κεν, ἐπὶ τέκνοις ἀναριθμήτοις εὐφραινομένην, κατὰ τὴν προφητείαν τὴν λέγουσαν· "Εὐφράνθητι, στεῖ ρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου, μᾶλλον ἢ τῆς ἐχού σης τὸν ἄνδρα." 80.1789
ΕΡΜΗΝ. ΤΟΥ ΡΙΓʹ ΨΑΛΜΟΥ. Ἀλληλούϊα. Ὕμνος καὶ οὗτός ἐστι τὰς Ἰουδαίοιςὑπὸ τοῦ Θεοῦ παρασχεθείσας
εὐεργεσίας διεξιὼν, καὶ τὴν τοῦ Θεοῦ δύναμιν διηγούμενος, καὶ τῶν εἰ δώλων κωμῳδῶν τὴν ἀσθένειαν. Ἁρμόττει δὲ καὶ οὗτος ὁ ὕμνος τοῖς ἐξ ἐθνῶν πεπιστευκόσι, καὶ τῆς τῶν εἰδώλων πλάνης ἀπηλλαγμένοις· μανθάνουσι γὰρ ὅσον τὸ μέσον τῶν οὐκ ὄντων πρὸς τὸν ὄντα Θεόν. αʹ, βʹ. "Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακὼβ ἐκ λαοῦ βαρβάρου. Ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ, Ἰσραὴλ ἐξουσία αὐτοῦ." Τῆς Αἰγύ πτου, φησὶ, τὸν Ἰσραὴλ ὁ ∆εσπότης ἐλευθερώσας, καὶ τῆς τῶν ἀλλοφώνων ἐκείνων καὶ βαρβάρων ἀπαλλάξας δουλείας, λαὸν μὲν τοῦτον οἰκεῖον ἀπ έφηνεν, ἐν δὲ τῇ Ἰουδαίᾳ τὸν νεὼν τὸν οἰκεῖον ἐδείμα το. Ἁγίασμα γὰρ τοῦτον ἐκάλεσεν. γʹ, δʹ. "Ἡ θάλασσα εἶδε, καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω. Τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων." Προσωποποιεῖ τὰ εἰρημένα, καὶ τοῖς ἀψύχοις τῷ λόγῳ περιτίθησιν αἴσθησιν, τοῦ Θεοῦ κηρύττων τὴν δύναμιν. Σοῦ γὰρ, φησὶν, ἡγουμένου τοῦ λαοῦ ὑπεχώρησε μὲν ἔνθεν κἀκεῖθεν ἡ θάλασσα δείσασα, τὴν δὲ πορείαν παρέσχεν ἀκώλυτον. Ἀνεχαίτισε δὲ ὁ ποταμὸς, καὶ τῶν οἰκείων ῥευμάτων ἐπέσχε τὴν ῥύμην, καθάπερ τις λογικὸς ἐν τῇ κιβωτῷ τὴν σὴν φανταζόμενος δύναμιν· καὶ οἱ βουνοὶ, καὶ τὰ ὄρη ἐκινήθη, καὶ χορεύειν ἐδόκει, ἅτε δὴ τῶν οὐρανῶν τὸν ∆εσπότην δεξάμενα· λέγει δὲ τὸ Σινᾶ ὄρος, καὶ τὸ Χωρήβ. Ἐν ἐκείνοις γὰρ ὁ Θεὸς τὴν οἰκείαν ἐπι φάνειαν ἐποιήσατο. Εἶτα καὶ πεῦσιν τοῖς προει ρημένοις προσφέρει. εʹ, ʹ. "Τί σοί ἐστι, θάλασσα, ὅτι ἔφυγες; καὶ σὺ, Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω; Τὰ ὄρη, ὅτι ἐσκιρτήσατε ὡσεὶ κριοὶ, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων;" Καὶ ἐπειδὴ ἄλογα ἦν ἐκεῖνα, καὶ ἄψυ χα, αὐτὸς ποιεῖται ὑπὲρ αὐτῶν τὴν ἀπόκρισιν. ζʹ, ηʹ. "Ἀπὸ προσώπου Κυρίου ἐσαλεύθη ἡ γῆ, ἀπὸ προσώπου τοῦ Θεοῦ Ἰακώβ. Τοῦ στρέψαντος τὴν πέτραν εἰς λίμνας ὑδάτων, καὶ τὴν ἀκρότομον εἰς πηγὰς ὑδάτων." Τούτων ἕκαστον, φησὶ, διὰ τὸν 80.1792 ἐπιφανέντα γεγένηται Κύριον. Ταύτην αἰτίαν ἔχει τῆς γῆς ὁ κλόνος, καὶ ἡ τῆς θαλάττης διαίρεσις. Αὐτὸς γὰρ καὶ τὴν ἄγονον πέτραν, τὴν πάσης ἰκμά δος ἐστερημένην, καὶ μηδὲ τομῆς διὰ τὸ στερέμνιον ἀνεχομένην, τῇ προχύσει τῶν ὑδάτων ἐπέκλυσε, πηγὰς ἐκεῖθεν ἀφθόνως ἀναδοθῆναι κελεύσας. Οὐ δὲν οὖν, φησὶ, θαυμαστὸν γεγένηται. Προσέταξε γὰρ ὁ ποιητὴς, καὶ διῃρέθη τὸ πέλαγος, καὶ ἡ ἀκρό τομος ἀνέβλυσε πέτρα, ὁ οὐρανὸς ἐχορήγησε μάννα, οἱ ἄνεμοι τὴν ὀρτυγομήτραν συνήθροισαν, καὶ τὰ ἄλλα πάντα αὐτοῦ γεγένηται νεύσαντος. θʹ, ιʹ. "Μὴ ἡμῖν, Κύριε, μὴ ἡμῖν, ἀλλ' ἢ τῷ ὀνόματί σου δὸς δόξαν. Ἐπὶ τῷ ἐλέει σου, καὶ τῇ ἀληθείᾳ σου, μήποτε εἴπωσι τὰ ἔθνη· Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν;" Ταῦτα τοῖς ἐκ περιτομῆς πάλαι ἥρμοττε λέγειν τὴν θείαν αἰτοῦσιν βοήθειαν, καὶ τῶν προτέρων ἀναμιμνήσκουσι δωρεῶν· Μὴ εἰς ἡμᾶς ἀπίδῃς, ὦ ∆έσποτα, μηδὲ διὰ τὰς πολλὰς ἡμῶν πλημμελείας παρίδῃς· οἱ γὰρ τῆς τιμωρίας ἀγ νοοῦντες τὸ δίκαιον, σὴν ἀσθένειαν ὑπολήψονται τὴν ἡμετέραν δουλείαν, καὶ ἐροῦσι· Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν; ιαʹ. "Ὁ δὲ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ, καὶ ἐν τῇ γῇ, πάντα ὅσα ἠθέλησεν ἐποίησεν." Καὶ ἐκεῖνοι λέγουσι, Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν; Ἡμεῖς δὲ ἴσ μεν ὅτι σὺ εἶ Θεὸς, ποιητὴς πάντων, οὐρανὸν οἰ κητήριον ἔχων, σύμμετρον ἔχων τῇ βουλήσει τὴν δύναμιν. Εἶτα κατὰ παράθεσιν ποιεῖται τῶν εἰ δώλων τὸν ἔλεγχον. ιβʹ. "Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυ σίον, ἔργα χειρῶν ἀνθρώπων." Σὺ μὲν γὰρ ποιεῖς ὅσα βούλει· τὰ δὲ ὑπὸ τῶν ἐθνῶν προσκυνούμενα εἴ δωλα οὐ δημιουργεῖ, ἀλλὰ δημιουργεῖται, καὶ ἀπὸ μὲν τῆς ὕλης ἔχει τὸ τίμιον· ἐκ χρυσοῦ γὰρ καὶ ἀργύρου κατασκευάζεται καὶ χρωμάτων, ἀπὸ δὲ τῆς τέχνης τὴν