245
εὐεργετηθέντων ἀχαριστίας κατηγορεῖ, καὶ τὰς ἐπενεχθείσας αὐτοῖς διαφόρως τιμωρίας διδά σκει. Ἐσχημάτισται δὲ ὡς ἐκ προσώπου τῶν εὐσεβε στέρων, τὰς κοινὰς ὀλοφυρομένων συμφορὰς, καὶ φειδοῦς τυχεῖν ἀντιβολούντων. αʹ. "Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι χρηστὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ." Καὶ ἐπὶ ταῖς προ τέραις εὐεργεσίαις τὸν ∆εσπότην ὑμνήσατε, καὶ τὰς χρηστοτέρας ἐλπίδας προσμείνατε. Ἀγαθὸς γὰρ καὶ φιλάνθρωπος ὁ ∆εσπότης, καὶ ἀεὶ τῷ ἐλέῳ διατελεῖ 80.1724 χρώμενος. Εἶτα διδάσκει ὡς ὑπερβάλλει τῶν ἀν θρώπων τὴν φύσιν ἡ τῶν θείων θαυμάτων διήγη σις. βʹ. "Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ;" Οὐ δεὶς ἀπόχρη λόγος εἰς ὑμνῳδίαν τοῦ τῶν ὅλων Θεοῦ. γʹ. "Μακάριοι οἱ φυλάσσοντες κρίσιν, καὶ ποιοῦν τες δικαιοσύνην ἐν παντὶ καιρῷ." Τῇ αἰσθήσει τῆς ἁμαρτίας ὁ τῆς ἀρετῆς μακαρισμὸς ὑπεισέρχεται. Ὁ γὰρ τὰς ὑπὲρ ταύτης εὐθύνας ἐκτίνων μακαρί ζει τοὺς ταύτης ἀπηλλαγμένους, καὶ δικαιοσύνῃ τὸν οἰκεῖον βίον διακοσμοῦντας. Μακαρίζει δὲ οὐ τὸν ἅπαξ τῇ δικαιοσύνῃ χρησάμενον, ἀλλὰ τὸν ἀεὶ καὶ διηνεκῶς τοῖς ταύτης ἑπόμενον ἴχνεσι. δʹ. Μνήσθητι ἡμῶν, Κύριε, ἐν τῇ εὐδοκίᾳ τοῦ λαοῦ σου, ἐπίσκεψαι ἡμᾶς ἐν τῷ σωτηρίῳ σου." Ἐν ταῦθα τὸν νέον λαὸν αἰνίττεται, καὶ τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, ἢν τῆς σωτηρίας ἠξίωσεν, ἧς ἁρπάσαι διδάσκεται τὴν κοινωνίαν ἡ Ἰουδαίων πληθύς. Συμ φωνεῖ δὲ τῇ διανοίᾳ καὶ τὰ ἐπιφερόμενα. εʹ. "Τοῦ ἰδεῖν ἐν τῇ χρηστότητι τῶν ἐκλεκτῶν σου, τοῦ εὐφρανθῆναι ἐν τῇ εὐφροσύνῃ τοῦ ἔθνους σου, τοῦ ἐπαινεῖσθαι μετὰ τῆς κληρονομίας σου." Ἀντιβολοῦμεν, φησὶ, τῆς τοῦ νέου σου ἔθνους μεταλαχεῖν εὐφροσύνης, καὶ κοινωνοὶ γενέσθαι τῆς ἐκείνοις χορηγουμένης χρηστότητος. ʹ. "Ἡμάρτομεν μετὰ τῶν πατέρων ἡμῶν· ἠνο μήσαμεν, ἠδικήσαμεν." Ὥσπερ γάρ τινα, φησὶ, κλῆρον, παρὰ τῶν πατέρων διεδεξάμεθα τὴν τῶν σῶν νόμων παράβασιν· πατέρας δὲ καλεῖ, οὐ τοὺς ἁγίους πατριάρχας, ἀλλὰ τοὺς μετ' ἐκείνους γενο μένους. Τοῦτο γὰρ διὰ τῶν ἐπαγομένων ἐδήλωσεν. ζʹ. "Οἱ πατέρες ἡμῶν ἐν Αἰγύπτῳ οὐ συνῆκαν θαυμάσιά σου, καὶ οὐκ ἐμνήσθησαν τοῦ πλήθους τοῦ ἐλέους σου." Τοσούτων γὰρ ἐν Αἰγύπτῳ δι' αὐ τοὺς γεγενημένων θαυμάτων, συνιδεῖν τὴν σὴν οὐκ ἐθέλησαν δύναμιν. "Καὶ παρεπίκραναν ἀναβαίνον τες ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ." Θεασάμενοι γὰρ τοὺς Αἰγυπτίους διώκοντας, καὶ τὴν θάλασσαν ἐπ έχουσαν τὴν φυγὴν, τὴν ἐπικουρίαν προσμεῖναι τὴν σὴν οὐκ ἐθέλησαν· ἀλλὰ τοῦ μεγάλου Μωσοῦ κατ εβόων, λέγοντες· "Παρὰ τὸ μὴ εἶναι μνήματα ἐν Αἰγύπτῳ, ἐξήγαγες ἡμᾶς ἀποκτεῖναι ἐν τῇ ἐρή μῳ ταύτῃ." Ἀλλ' ὅμως καὶ ἀγνώμονας φανέντας σωτηρίας ἠξίωσας. Τοῦτο γὰρ ἐπήγαγεν· ηʹ-ιʹ. "Καὶ ἔσωσεν αὐτοὺς ἕνεκεν τοῦ ὀνόματος αὑτοῦ, τοῦ γνωρίσαι τὴν δυναστείαν αὑτοῦ. Καὶ ἐπετίμησε τῇ Ἐρυθρᾷ θαλάσσῃ, καὶ ἐξηράνθη· καὶ 80.1725 ὡδήγησεν αὐτοὺς ἐν ἀβύσσῳ, ὡς ἐν ἐρήμῳ. Καὶ ἔσω σεν αὐτοὺς ἐκ χειρὸς μισοῦντος, καὶ ἐλυτρώσατο αὐτοὺς ἐκ χειρὸς ἐχθροῦ." Λόγῳ γὰρ τῆς θαλάσσης τὸν πυθμένα γυμνώσας, τὴν πολλὴν ἐκείνην ἄβυσ σον ἱππήλατον αὐτοῖς ἀπέφηνεν ἔρημον. Ἐπειδὴ γὰρ ἐν ταῖς ἐρήμοις πολλὴ τοῖς τρέχουσιν εὐκο λία, μήτε φυτῶν ὄντων, μήτε φραγμῶν κωλυόντων, τὴν τῆς διαβάσεως εὐκολίαν δεδήλωκε τῇ τῆς ἐρή μου παραβολῇ. ιαʹ. "Ἐκάλυψεν ὕδωρ τοὺς θλίβοντας αὐτοὺς, εἷς ἐξ αὐτῶν οὐχ ὑπελείφθη." Πάντας γὰρ τοὺς Αἰγυ πτίους ὑποβρυχίους πεποίηκε· καὶ ἡ αὐτὴ θάλασσα Ἑβραίοις μὲν σωτηρίαν, Αἰγυπτίοις δὲ τιμωρίαν ἐπήγαγε. ιβʹ. "Καὶ ἐπίστευσαν τῷ λόγῳ αὐτοῦ, καὶ ᾖσαν τὴν αἴνεσιν αὐτοῦ." Τῶν γὰρ ἀνδρῶν ὑμ νούντων Μωσῆς ὁ μέγας ἡγεῖτο, τοῦ δὲ χοροῦ τῶν γυναικῶν Μαριὰμ ἡ προφῆτις. Ἀνάγραπτος δὲ καὶ ἡ ᾠδή. ιγʹ, ιδʹ. "Ἐτάχυναν, ἐπελάθοντο τῶν ἔργων αὐτοῦ, οὐχ ὑπέμειναν τὴν βουλὴν αὐτοῦ. Καὶ ἐπεθύμησαν ἐπιθυμίαν ἐν τῇ ἐρήμῳ, καὶ ἐπείρασαν τὸν Θεὸν ἐν ἀνύδρῳ." Τοσαῦτα γὰρ ἔχοντες καὶ τοιαῦτα ἐχέγγυα τῆς θείας δυνάμεως, οὐκ ᾔτησαν τὴν χρείαν λαβεῖν, οὐδὲ τὴν θείαν προσέμειναν δωρεὰν, ἀλλ' εὐθὺς λοιδορίαις κατὰ τῶν θείων ἐχρήσαντο θερα