262
ἔδειξε δύναμιν, τὸν τῶν ἐχθρῶν ἡμῖν δωρησάμενος πλοῦτον. Οὐ γὰρ μόνον ἡμᾶς τῆς παρ' ἐκείνων ἠλευθέρωσε λώβης, ἀλλὰ καὶ τὴν ἐκείνων περιουσίαν εἰς τὰς ἡμετέρας μετατέθεικεν οἰκίας. "Ἔργα χειρῶν αὐτοῦ ἀλή θεια καὶ κρίσις." Οὐκ ἀδίκως δὲ, ἀλλὰ καὶ λίαν ἐνδίκως ταῦτα εἰργάσατο. Οὐδὲν γὰρ ἡμῖν ἐγκαλεῖν ἔχοντες, καταλῦσαι παντελῶς ἐπειράθησαν. Ἀληθῆ τοίνυν καὶ δικαίαν κατ' αὐτῶν ἐξενήνοχε ψῆφον. ηʹ. "Πισταὶ αἱ πᾶσαι ἐντολαὶ αὐτοῦ· ἐστηριγμέ ναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πεποιημέναι ἐν ἀλη θείᾳ καὶ εὐθύτητι." Νομοθετῶν ὁ Θεὸς τὴν οἰκείαν εὐμένειαν τοῖς φυλάττουσι τὸν νόμον ὑπέσχετο. Τοῦτο καὶ ἐνταῦθά φησιν, ὅτι ἀψευδεῖς αἱ περὶ τῆς τῶν ἐντολῶν φυλακῆς ὑποσχέσεις, καὶ οἱ ταῦτα 80.1780 πληροῦν προαιρούμενοι τῆς αὐτοῦ προμηθείας δι ηνεκῶς ἀπολαύουσι. Καὶ γὰρ ἡμεῖς γνησίως αὐτὸν ἱκετεύσαντες κρείττους τῶν δυσμενῶν ἀπεφάνθημεν. Τοῦτο γὰρ διὰ τῶν ἐπαγομένων ἐδήλωσε. θʹ. "Λύτρωσιν ἀπέστειλε Κύριος τῷ λαῷ αὑ τοῦ, ἐνετείλατο εἰς τὸν αἰῶνα διαθήκην αὑτοῦ." Αἱ γὰρ τοῦ Θεοῦ ὑποσχέσεις οὐ μόνον τὸ ἀψευδὲς, ἀλλὰ καὶ τὸ διαρκὲς ἔχουσιν. "Ἅγιον καὶ φοβερὸν τὸ ὄνομα αὐτοῦ." Τοῖς μὲν γὰρ πιστεύουσιν ἅγιον, καὶ τριπόθητον καὶ πηγάζον τῶν ἀγαθῶν τὴν φοράν· τοὺς δὲ ἀπιστοῦντας, καὶ παρανομίᾳ συζῶντας, κο λάζει καὶ τιμωρεῖται. ιʹ. "Ἀρχὴ σοφίας φόβος Κυρίου." Ἀναγκαῖον τοίνυν αὐτὸν δεδιέναι καὶ τρέμειν. Τοῦτο γὰρ πρῶ τον τῆς θείας διδασκαλίας στοιχεῖον. Σοφίαν γὰρ οὐ τὴν εὐγλωττίαν λέγει, ἀλλὰ τὴν τῶν θείων ἐπίγνω σιν. Εἰσαγωγικοῖς τοίνυν ὁ φόβος· τῶν δὲ τελείων τῆς ἀγάπης ἡ κτῆσις. "Σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν." Οὐκ ἀρκεῖ γὰρ εἰς τελείωσιν ἡ γνῶσις, ἀλλὰ χρῄζει ἡ θεωρία τῆς πράξεως, καὶ προσήκει τὸν τῆς θείας ἠξιωμένον συνέσεως τοῖς ἔργοις τὴν γνῶσιν κοσμεῖν, καὶ διὰ ταύτης θερα πεύειν τὸν τῆς συνέσεως χορηγόν. "Ἡ αἴνεσις αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος." Ἀκολούθως καὶ τοῦτο προστέθεικε, διδάσκων ὡς ὁ τῆς ἀρετῆς ἐραστὴς αὐτὸς τὸ ἐντεῦθεν πορίζεται κέρδος. Ὁ γὰρ Θεὸς, κἂν μηδεὶς ὑμνεῖν ἐθέλει, αἰώνιον ἔχει τὸν ὕμνον καὶ διαρκῆ. Τοῦτον μέντοι τὸν ψαλμὸν κατὰ στοιχεῖόν φασιν Ἑβραίοις γεγράφθαι, καὶ κατὰ τὴν τῶν στοιχείων ἀκολουθίαν συγκεῖσθαι. Καὶ ὁ μετ' αὐτὸν δὲ ὁμοίως σύγκειται.
ΕΡΜΗΝ. ΤΟΥ ΡΙΑʹ ΨΑΛΜΟΥ. Ἀλληλούϊα. Ὕμνον καλεῖ καὶ τοῦτον τὸν ψαλμὸν ἡ ἐπιγραφή· διδασκαλίαν
δὲ εὐσεβείας τοῖς βου λομένοις προσφέρει. αʹ. "Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα." Ὁ ταύτῃ τῇ εὐλαβείᾳ κοσμούμενος, καὶ τὸ θεῖον περικείμενος δέος, πᾶσαν αὑτοῦ τὴν βουλὴν εἰς τὴν τῶν θείων λο γίων ἐκπλήρωσιν μετατίθησι, καὶ σὺν πάσῃ προθυ μίᾳ πληροῦν ταῦτα ἐπείγεται. Εἶτα δείκνυσι τὸν τῶν τοιούτων σπερμάτων καρπόν. βʹ. "∆υνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ." Ἐπειδὴ γὰρ τοῦτο ἀξιέραστον ἐδόκει τοῖς τηνικάδε ἀνθρώποις, τοῦτο τοῖς φυλάττουσι τὰς ἐντολὰς δώ σειν ὑπισχνεῖται τὸ δῶρον. Καὶ δὴ καὶ ἔδωκε, διὰ μὲν τὸν Ἀβραὰμ τῷ Ἰσραὴλ, διὰ δὲ τὸν ∆αβὶδ τοῖς ἐξ αὐτοῦ, καὶ διὰ τὸν Ἰσραὴλ τοῖς ἐκγόνοις, καὶ ταῦτα παρανόμοις γεγενημένοις. "Γενεὰ εὐ θέων εὐλογηθήσεται." Οἱ γὰρ ἰσότητος καὶ δικαιο σύνης ἐπιμελούμενοι τῆς θείας εὐλογίας δρέψονται τοὺς καρπούς. 80.1781 γʹ. "∆όξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ." Καὶ ταύτας ὡς πρὸς ἀτελεῖς ἔτι, καὶ τῶν τελείων ἐπαΐειν οὐ δυναμένους, ποιεῖται τὰς ὑποσχέσεις. Τοὺς γὰρ τελείους ὁ ∆εσπότης Χριστὸς τἀναντία διδάσκει, λέ γων· "Μὴ κτήσησθε χρυσὸν, μηδὲ ἄργυρον, μήτε χαλκὸν εἰς τὰς ζώνας ὑμῶν, μὴ πήραν εἰς ὁδὸν, μὴ ὑποδήματα, μηδὲ ῥάβδον." Καὶ πάλιν· "Ἐὰν μή τις ἀποτάξηται πᾶσι τοῖς ὑπάρχουσιν αὑτοῦ, οὐ δύ ναταί μου εἶναι μαθητής. "Καί· "Εἰ θέλεις τέλειος γενέσθαι, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτω χοῖς." Ἀλλ' ὅμως ταῦτα νομοθετῶν, ἐκεῖνα τοῖς ἀτε λέσι καὶ ὑπισχνεῖται, καὶ δίδωσιν. Οὕτω τῷ Σολο μῶντι καὶ πλοῦτον καὶ