206
δεξιὰν αὐτοῦ." ∆ώσω δὲ αὐτῷ κατὰ θά λασσαν καὶ κατ' ἤπειρον κράτος· διὰ γὰρ τῶν πο ταμῶν, τὴν ἤπειρον παρεδήλωσεν. κζʹ. "Αὐτὸς ἐπικαλέσεταί με· Πατήρ μου εἶ σύ. Θεός μου καὶ ἀντιλήπτωρ τῆς σωτηρίας μου·" [ἐν τῷ λέγειν τὸν Χριστὸν, "Πάτερ, εἰ δυνατὸν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο." Καὶ ἐν τῷ λέγειν αὐτὸν πάλιν τοῖς ἀποστόλοις· "Πορεύομαι εἰς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν."] κηʹ. "Κἀγὼ πρωτότοκον θήσομαι αὐτόν· ὑψη λὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς." Ταῦτα μέν τοι οὔτε ἐπὶ τοῦ ∆αβὶδ, οὔτε ἐπὶ τοῦ πολυθρυλλήτου Σολομῶντος τετύχηκε πέρατος. Οὔτε γὰρ τῆς θα λάττης ἐκράτησε Σολομὼν, ἢ ∆αβὶδ, οὔτε πρωτότο κος ὠνομάσθη Θεοῦ, οὔτε τῶν βασιλέων ἁπάντων τὴν ἐξουσίαν ἐδέξατο. Οὕτω γὰρ καὶ ὁ Ἀκύλας ἡρμή νευσεν, Ὕψιστον [παρὰ] τοῖς βασιλεῦσι τῆς γῆς· καὶ ὁ Σύμμαχος, Ἀνώτατον τῶν βασιλέων τῆς γῆς. Εἰ δὲ μήτε τῷ ∆αβὶδ, μήτε τῷ Σολομῶντι ἁρμόττει ταῦτα τὰ ῥήματα, ἀψευδὴς δὲ τοῦ Θεοῦ ἡ ὑπόσχεσις, τυφλώττουσιν Ἰουδαῖοι τὸν ἐκ ∆αβὶδ κατὰ σάρκα προσκυνεῖν οὐκ ἐθέλοντες, ὃς καὶ τῆς γῆς καὶ τῆς θαλάττης ἔχει τὸ κράτος, καὶ πάντων ἐστὶ τῶν βασιλέων ὑπέρτερος· τοὺς μὲν ἑκόντας ἔχων προσκυνητὰς, τῶν δὲ ἀντιλέγειν τολμώντων τὴν ἀσθένειαν διελέγχων. Μυρίαις γὰρ χρώμενοι μη χαναῖς, τῶν ὑπ' αὐτῶν τεθέντων περιγενέσθαι νόμων οὐ δύνανται. Πρωτότοκον δὲ αὐτὸν καὶ ὁ μα κάριος ὀνομάζει Παῦλος, "Εἰς τὸ εἶναι [αὐτὸν] πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς." Καὶ, "Πρω τότοκος ἐκ τῶν νεκρῶν·" καὶ, "Πρωτότοκος πάσης κτίσεως." Καὶ αὐτὸς δὲ ὁ ∆εσπότης τῇ Μαρίᾳ μετὰ τὴν ἀνάστασιν ἔφη· "Πορευθεῖσα εἰπὲ τοῖς ἀδελφοῖς μου· Πορεύομαι πρὸς τὸν Πατέρα μου, καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. Ὥσπερ γὰρ μονογενής ἐστιν ὡς Θεὸς (μόνος γὰρ ἐκ Πατρὸς ἐγεννήθη), πρωτότοκος δὲ ὡς ἄνθρωπος (ἀδελφοὺς γὰρ ἔχει τοὺς πεπιστευκότας ὡς ἄνθρωπος)· οὕτω Πατέρα αὑτοῦ καλεῖ τὸν Θεὸν ὡς Θεὸς, Θεὸν δὲ αὑ 80.1589 τοῦ ὀνομάζει ὡς ἄνθρωπος. Ἐπ' αὐτοῦ τοίνυν ἡ προφητεία τὸ τέλος ἐδέξατο. Μαρτυρεῖ δὲ καὶ τὰ ἐπαγόμενα· κθʹ. "Εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεός μου, καὶ ἡ διαθήκη μου πιστὴ αὐτῷ. [∆ιαθήκην δὲ λέγει ἣν διέθετο τοῖς πατράσιν ὁ Θεὸς Πατὴρ, ἀνα στήσειν, ὥς φαμεν, ἐκ τοῦ σπέρματος αὐτῶν τὸν Κύριον.] λʹ. "Καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ· καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ." [Σπέρμα αὐτοῦ οἱ τῆς χάριτος τρόφιμοι, καὶ ἡ βασιλεία, ἣν αὐτὸς ἐδωρήσατο αὐ τοῖς· περὶ ἧς αὐτὸς ὁ Κύριος πρὸς τοὺς πιστεύοντας εἰς αὐτὸν ἔφη· "∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασι λείαν ἀπὸ καταβολῆς κόσμου."] ∆ειξάτωσαν τοίνυν οἱ Ἰουδαῖοι τὸν βασιλικὸν τοῦ ∆αβὶδ θρόνον μέχρι καὶ τήμερον διαρκέσαντα, ὃν εἰς αἰῶνα φυλάξειν ὁ Θεὸς ἐπηγγείλατο. ∆ειξάτωσαν δὲ καὶ τὸ σπέρμα τὸ ἐκείνου τῇ βασιλείᾳ κοσμούμενον. Εἰ δὲ τούτων οὐδέτερον δύναιντο ἂν ἀποδεῖξαι, καὶ ταῦτα λίαν ἀναισχυντοῦντες· λείπεται δυοῖν θάτερον, ἢ ψευδῆ καλεῖν τοῦ Θεοῦ τὴν ὑπόσχεσιν, ἢ ἀληθῆ τὴν ἐπαγγελίαν ὁμολογοῦντας δέχεσθαι τῶν πραγμά των τὴν μαρτυρίαν. Ὁ γὰρ ἐκ ∆αβὶδ κατὰ σάρκα Χριστὸς, "ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέ λων, ὅσῳ διαφορώτερον παρ' αὐτοὺς κεκληρονόμηκεν ὄνομα. Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε;" Περὶ τούτου ὁ μακάριος ∆αβὶδ ἔφη, "Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν πο δῶν σου. Τοιγαροῦν διὰ τοῦ ∆εσπότου Χριστοῦ τὸ σπέρμα τοῦ ∆αβὶδ εἰς αἰῶνα διέμεινε, καὶ ὁ θρόνος αὐτοῦ ἔχει τὸ διαρκές. Οὕτω γὰρ καὶ ὁ μακάριος ἐθέσπισεν Ἡσαΐας. Εἰρηκὼς γὰρ, ὅτι Παιδίον ἐγεν νήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ· [ἵνα μή τις ὑπολάβῃ τὸ παιδίον ἄν 80.1592 θρωπον, καὶ οὐ Θεὸν, διὰ τῶν ἑξῆς σαφέστερον ἔδειξε, τῷ εἰπεῖν·] "Καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς Ἄγγελος, θαυμαστὸς, σύμβουλος, Θεὸς ἰσχυρὸς, ἐξουσιαστὴς, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος. Ἐπήγαγε μετ' ὀλίγον· Ἐπὶ τὸν θρόνον ∆αβὶδ, καὶ τὴν