147
προαιώνιον, τὸν αὐτὸν ἐπ' ἐσχάτων ἡμερῶν Υἱὸν ἀνθρώπου γενόμενον ἀτρέπτως, ὥς φαμεν, διὰ τὴν τῶν ἀνθρώπων σωτηρίαν. 80.1376
ΕΡΜΗΝ. ΤΟΥ ΞΖʹ ΨΑΛΜΟΥ αʹ. "Εἰς τὸ τέλος, τῷ ∆αβὶδ ψαλμός." Ὁρῶν ὁ θεῖος ∆αβὶδ τὴν πολιτευομένην
παρὰ τοῖς ἀνθρώ ποις ἀσέβειαν, καὶ τοῦ διαβόλου τὴν ἐπικράτειαν, δι δαχθεὶς δὲ ἀπὸ τοῦ παναγίου Πνεύματος τοῦ Θεοῦ καὶ τοῦ Σωτῆρος ἡμῶν τὴν ἐπιφάνειαν, ἱκετείαν προσφέρει, ταύτην ὡς τάχιστα γενέσθαι παρακαλῶν. Καὶ δέχεται παραυτίκα τῶν γενησομένων τὴν ἀπο κάλυψιν· καὶ διδάσκεται κατὰ ταυτὸν, καὶ διδάσκει τῆς τε ἀνθρωπείας φύσεως τὴν σωτηρίαν, καὶ τῶν πολεμίων τὸν ὄλεθρον, καὶ ἁπαξαπλῶς, τὴν παρά δοξον τῶν πραγμάτων μεταβολήν. βʹ. "Ἀναστήτω ὁ Θεὸς, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ· καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐ τοῦ οἱ μισοῦντες αὐτόν." Καιρὸς, φησὶν, ἀναστῆ ναί σε, ∆έσποτα, καὶ τὴν τῶν ἀνθρώπων πραγμα τεύσασθαι σωτηρίαν· παραυτίκα γὰρ ἅπαν εἰς φυ γὴν τραπήσεται τῶν πολεμίων τὸ στίφος, τῇ τῆς σῆς ἐπιφανείας σκεδαννύμενον αἴγλῃ. Ἀνάστασιν δὲ, ὡς πολλάκις εἰρήκαμεν, οὐ μόνον τὴν τῆς μακρο θυμίας παῦλαν καλεῖ, ἀλλὰ καὶ τὸ ἀναστῆναι τὸν Σωτῆρα τοῦ κόσμου διὰ τριῶν ἡμερῶν, ὅτε τὸν ὑπὲρ ἡμῶν ἑκούσιον κατεδέξατο θάνατον· Οὕτω καὶ ἡμεῖς πολλάκις τοὺς ἐπιεικείᾳ χρωμένους δικαστὰς εἰς τὴν τῶν ἀδικουμένων ἐπικουρίαν διεγείρειν εἰώ θαμεν, διαναστῆναι παρακαλοῦντες, καὶ τῶν ἀδικούν των καταπαῦσαι τὸ θράσος· γʹ. "Ὡς ἐκλείπει καπνὸς, ἐκλειπέτωσαν· ὡς τή κεται κηρὸς ἀπὸ προσώπου πυρὸς, οὕτως ἀπολοῦν ται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ." Κα θάπερ γὰρ τὸν μὲν καπνὸν σκεδάννυσι τῶν ἀνέμων ἡ προσβολὴ, ὁ δὲ κηρὸς λύεται τῷ πυρὶ προσπε λάζων, οὕτω, ∆έσποτα, τῇ σῇ παρουσίᾳ φροῦδοι γενήσονται παντελῶς τῶν ἀνθρώπων οἱ δυσμενεῖς. Οὓς γὰρ ἁμαρτωλοὺς οἱ Ἑβδομήκοντα εἰρήκασιν, ἀσεβεῖς ὠνόμασαν οἱ ἄλλοι πάντες ἑρμηνευταί· οὕτω δὲ αὐτοὺς καὶ ὁ Ἑβραῖος, καὶ ὁ Σύρος κα λεῖ. δʹ. "Καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν." Τούτου δὲ, φησὶ, γινομένου, θυμηδίας ἐμφορηθήσεται ἅπας ὁ τῶν δικαίων χορός. "Ἀγαλλιάσθωσαν ἐνώπιον τοῦ Θεοῦ· τερφθήτωσαν ἐν εὐφροσύνῃ." Ἔδειξε διὰ τούτων, ὡς οὐ κατὰ ἀνθρώπων ἐκείνην τὴν ἱκετείαν προσήνεγκεν, ἀλλὰ κατὰ τῶν τοὺς ἀνθρώπους πο λεμούντων δαιμόνων. Ὧν σκεδαννυμένων καὶ φρού δων γενομένων, ἀγάλλεται τὰ ἔθνη, καὶ τὸν σεσω κότα Θεὸν ἀνυμνεῖ. 80.1377 εʹ. "Ἄσατε γὰρ, φησὶ, τῷ Θεῷ· ψάλατε τῷ ὀνόματι αὐτοῦ· ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυ σμῶν. Κύριος ὄνομα αὐτῷ, καὶ ἀγαλλιᾶσθε ἐνώπιον αὐτοῦ." Ἐνταῦθα ὁ προφητικὸς λόγος τοῖς ἱε ροῖς ἀποστόλοις παρεγγυᾷ μετὰ χορείας καὶ ὑμν ωδίας εἰς τὰ ἔθνη δραμεῖν, καὶ τὴν ὁδὸν εὐτρεπίσαι τῷ τῶν ὅλων παμβασιλεῖ. Ἔοικε δὲ ταῦτα τοῖς ὑπὸ τοῦ "Κυρίου πρὸς αὐτοὺς εἰρημένοις· "Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος." ∆ιὰ δὲ τῆς τοιαύτης μαθητείας, καὶ τῆς τοῦ βαπτίσματος παλιγγενεσίας, λεῖα ἐγένετο ἡ τραχεῖα ὁδὸς, καὶ εὐτρεπίζετο τῷ ἐνοικῆσαι ἐν αὐτοῖς, καὶ ἐμπεριπατῆσαι κατὰ τὸν Προφήτην, βου λομένῳ Θεῷ. Ἐπὶ δυσμῶν δὲ αὐτὸν ἐπιβεβηκέναι φησὶ, τὸ κατακεχυμένον τῶν ἀνθρωπίνων ψυχῶν σκότος τηνικαῦτα παραδηλῶν. Τοῦτο μέντοι ὁ Σύμ μαχος ἡρμήνευσε, Καταστρώσατε ὁδὸν τῷ ἐπ οχουμένῳ ἐν γῇ ἀοικήτῳ. Ἀοίκητος δέ ἐστιν ἡ ἔρη μος, ἔρημον δὲ τὰ ἔθνη πολλάκις ἡ θεία Γραφὴ προσ ηγόρευσεν· "Εὐφράνθητι γὰρ, φησὶν, ἔρημος διψῶσα." Καὶ πάλιν· ὅτι "Πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον, ἢ τῆς ἐχούσης τὸν ἄνδρα." Ταύτης τῆς ἐρήμου, καὶ ἀοικήτου, καὶ τοῦ φωτὸς ἐστερη μένης, καὶ τούτου χάριν δύσεως ὠνομασμένης, ἐπ έβη τῆς δικαιοσύνης ὁ Ἥλιος, καὶ τὸν ζόφον ἐξήλασε, καὶ ναὸν οἰκεῖον εἰργάσατο τὴν ἀοίκητον. "Ταραχθήτωσαν ἀπὸ προσώπου αὐτοῦ. [ʹ.] Τοῦ πατρὸς τῶν ὀρφανῶν, καὶ κριτοῦ τῶν χηρῶν." Οὐ φέρουσι γὰρ αὐτοῦ τὴν