234
σου." Τοὺς μὲν ἀπαχθέντας ἐν Βαβυλῶνι δορυαλώτους δου λείας μὲν ἠλευθέρωσε, τῆς δὲ φθαρτῆς οὐκ ἀπήλλαξε βιοτῆς. Ἡμῖν δὲ κεχάρισται τῆς ἀναστάσεως τὰς ἐλπίδας, καὶ τὸν ἀῤῥαβῶνα τοῦ πνεύματος ἔδωκεν, καὶ τὸν τῆς ἀφθαρσίας ἡμᾶς ἐνέδυσε χιτῶνα. "Τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς." -"Χάριτί ἐστε σεσωσμένοι, ᾗ φησιν ὁ θεῖος Ἀπόστολος, καὶ τοῦτο οὐκ ἐξ ὑμῶν· Θεοῦ τὸ δῶρον, ἵνα μή τις καυ χήσηται." Καὶ πάλιν, "Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ. Ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται Χριστὸς Ἰησοῦς τὴν πᾶσαν αὑτοῦ μακρο θυμίαν, πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν 80.1688 ἐπ' αὐτῷ εἰς ζωὴν αἰώνιον." Χάριτος τοίνυν καὶ φιλαν θρωπίας ὁ στέφανος. Οὕτω καὶ ὁ θεσπέσιος Ἡσαΐας ἐκ προσώπου τῆς νύμφης βοᾷ· "Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης ἐνέδυσέ με· ὡς νυμφίῳ περιέβαλέ μοι μίτραν, καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ." Καὶ μετ' ὀλίγα, "Καὶ ἔσῃ στέφανος κάλλους ἐν χειρὶ Κυρίου, καὶ διάδημα βασιλείας ἐν χειρὶ Θεοῦ σου." Ταῦτα δὲ ἅπαντα ἕδνα τοῦ νυμφίου καὶ δῶρα. Πίστιν γὰρ ἡ νύμφη προσενήνοχε μόνην. εʹ. "Τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου." Ἐπειδή ἐστιν ἐπιθυμία ψεκτὴ, ἣν ὁ θεῖος νόμος ἀπαγορεύει, καλῶς τὸ ἐν ἀγαθοῖς προστέ θεικε. Τὰς γὰρ ἀγαθὰς ἡμῶν ἐπιθυμίας ὁ ∆εσπότης πληροῖ· "Αἰτεῖτε γὰρ, φησὶ, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε καὶ ἀνοιγήσεται ὑμῖν· πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρί σκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται." -"Ζητεῖτε δὲ τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα ἐκ περισσοῦ προστεθήσεται ὑμῖν." - "Ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου." Ταύτην πάλιν τὴν νεουργίαν ἡμῖν ὁ ∆εσπότης διὰ τοῦ παν αγίου βαπτίσματος ἐδωρήσατο, καὶ τῆς ἁμαρτίας ἀποξύσας τὸ γῆρας, νέους ἀντὶ γεγηρακότων εἰργά σατο. Συνῳδὰ τούτοις διὰ Ἡσαΐου τοῦ προφήτου φησὶν ὁ Θεός· "Οἱ δὲ ὑπομένοντές με, ἀλλάξουσιν ἰσχὺν, πτεροφυήσουσιν ὡς ἀετοί." Ἐπειδὴ γὰρ τοὺς θείους καὶ βασιλικοὺς δημιουργηθέντες ἐδεξάμεθα χαρακτῆρας, εἶτα τούτους ἠμαυρώσαμέν τε καὶ διεφ θείραμεν τοῖς παντοδαποῖς τῆς ἁμαρτίας ἐπιτηδεύ μασιν, ὑπισχνεῖται ἡμῖν ὁ προφητικὸς λόγος τὴν τῆς βασιλείας ἀνάκτησιν. Βασιλικὸς γὰρ οὗτος ὁ ὄρνις, καὶ τῶν πτηνῶν τὴν βασιλείαν πεπιστευμένος. ∆ιδάσκει δὲ ἡμᾶς καὶ τῆς θείας φιλοτιμίας τὸν τρό πον. ʹ. "Ποιῶν ἐλεημοσύνας ὁ Κύριος, καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις." -"Οὐ γὰρ διὰ τὰς δικαιοσύ νας, ἃς ἐποιήσαμεν, ᾗ φησιν ὁ θεῖος Ἀπόστολος, ἀλλὰ κατὰ τὸ πολὺ ἔλεος αὑτοῦ, ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας, καὶ ἀνακαινώσεως Πνεύ ματος ἁγίου." Καὶ θεασάμενος ἡμᾶς ἠδικημένους ὑπὸ τοῦ τῆς ἀληθείας ἐχθροῦ, ἡμῖν μὲν ἠνέῳξε τὰς τοῦ ἐλέου πηγὰς, κατ' ἐκείνου δὲ τὴν δικαίαν ἐξενήνοχε ψῆφον. ζʹ. "Ἐγνώρισε τὰς ὁδοὺς αὑτοῦ τῷ Μωσῇ· τοῖς υἱοῖς Ἰσραὴλ τὰ θελήματα αὑτοῦ." Οὐκ ἐκ μεταμε λείας δὲ ταύτην ἡμῶν ἐπραγματεύσατο τὴν σωτη ρίαν· ἀλλ' ἄνωθεν ταῦτα διὰ τῶν προφητῶν προ εθέσπισε, καὶ διὰ τοῦ θεσπεσίου Μωσοῦ τὴν ἡμετέ ραν ἐσκιογράφησε σωτηρίαν. Καὶ τοῦ παναγίου βα 80.1689 πτίσματος ἡ θάλασσα τύπον ἐδέξατο· ἡ πέτρα δὲ τῶν ἀθανάτων κρουνῶν ἀπεφάνθη σκιά· τῆς ἐπουρανίου δὲ τροφῆς εἰκὼν τὸ μάννα. Καὶ τ' ἄλλα δὲ, ἵνα μὴ καθ' ἕκαστον διεξέρχωμαι, οὕτως ἔστιν εὑρεῖν παρ' ἐκείνοις ἐσκιογραφημένα. ηʹ. "Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρό θυμος καὶ πολυέλεος." Τούτων δὲ, φησὶν, αἴτιον τῶν ἀγαθῶν ἡ τῆς θείας ἀγαθότητος ἄβυσσος, ὁ ἀμέ τρητος ἔλεος, τῆς φιλανθρωπίας τὸ πέλαγος. θʹ, ιʹ. "Οὐκ εἰς τέλος ὀργισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ. Οὐ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἐποίη σεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἀνομίας ἡμῶν ἀνταπέ δωκεν ἡμῖν." Οὐκ ἠνέσχετο ταῖς ἡμετέραις ἁμαρ τίαις μετρῆσαι τὴν τιμωρίαν, οὐδὲ ἐπὶ πλεῖστον καθ' ἡμῶν ἐκτεῖναι τὴν ἀγανάκτησιν. ιαʹ, ιβʹ. "Ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε Κύριος τὸ ἔλεος αὑτοῦ, ἐπὶ τοὺς φοβου μένους αὐτόν. Καθόσον ἀπέχουσιν Ἀνατολαὶ