12
χερσὶ φέροντες τὰς τοῦ Θεοῦ δωρεὰς, καὶ φιλοτίμως αὐτοῦ τοῖς ἀγαθοῖς ἐντρυφῶντες, ὡς μηδενὸς ἀπολαύοντες λέγειν τολμῶ σι· "Τίς δείξει ἡμῖν τὰ ἀγαθά;" Ἐγὼ δὲ τοῦ σοῦ φωτὸς ἀπολαύσας, καὶ τὴν γνῶσιν κτησάμε νος, θʹ, ιʹ. "Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι, καὶ ὑπνώσω. Ὅτι σὺ, Κύριε, κατὰ μόνας ἐπ' ἐλπίδι κατῴκισάς με." Πάντα γὰρ θόρυβον, καὶ διχόνοιαν τῶν λογισμῶν ἐξελάσας, καὶ τούτοις πρυτανεύσας εἰρήνην, καὶ ταῦτα περὶ τῆς ἀγαθῆς σου προνοίας διδάξας φρονεῖν, ἐπ' ἐλπίδι τῆς ἀναστάσεως τὸν θάνατον δέξομαι. Ὕπνον γὰρ ἐνταῦθα τὸν θάνατον προσηγόρευσεν. Εἰκότως δὲ μάλα τῇ τοῦ θανάτου μνήμῃ τὴν ἐλπίδα συνέζευξε, τοὺς περὶ προνοίας λόγους διεξελθών. Ἐπειδὴ γὰρ πολλοὶ κατὰ τὸν παρ όντα βίον δυσπραγίᾳ περιπεσόντες, καὶ ὑπὸ τῶν πονηρίᾳ συζώντων ἀδικούμενοι, δέχονται τοῦ βίου τὸ τέλος οὐδεμιᾶς τινὸς ἐπικουρίας τετυχη κότες, διδάσκει μὴ δυσχεραίνειν ὁ μέγας ∆αβὶδ, ὡς τῆς ἐλπίδος τῷ θανάτῳ συνεζευγμένης, καὶ μετὰ θάνατον τῆς ἀντιδόσεως ἐσομένης.
80.896 ΕΡΜΗΝ. ΤΟΥ Εʹ ΨΑΛΜΟΥ. αʹ. "Εἰς τὸ τέλος ὑπὲρ τῆς κληρονομούσης· ψαλμὸς τῷ ∆αβίδ." Οὕτω δὲ καὶ οἱ
λοιποὶ τὴν ἐπιγραφὴν ἡρμηνεύκασιν. ∆ῆλον τοίνυν, ὡς κληρο νόμον ὁ θεῖος ἀποκαλεῖ λόγος, κοινῶς μὲν τὴν τοῦ Θεοῦ Ἐκκλησίαν, ἰδικῶς δὲ τὴν εὐσεβείᾳ συζῶ σαν ψυχήν. Ἔστι γὰρ ἀκοῦσαι τοῦ Κυρίου λέγοντος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις· "∆εῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου." Καὶ ὁ θεσπέσιος Παῦλος ταὐτό φησι· "Τὸ Πνεῦμα συμ μαρτυρεῖ τῷ πνεύματι ἡμῶν, ὅτι ἐσμὲν τέκνα Θεοῦ· εἰ δὲ τέκνα, καὶ κληρονόμοι, κληρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ· εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν." Καὶ πάλιν, "Ὥστε οὐκ έτι εἶ δοῦλος, ἀλλ' υἱός· εἰ δὲ υἱὸς, καὶ κληρονόμος Θεοῦ διὰ Χριστοῦ." Καὶ ἄλλα δὲ πολλὰ τοιαῦτα ἔστιν εὑρεῖν παρὰ τῇ θείᾳ Γραφῇ, ἐξ ὧν ποδηγού μενοι τὴν διάνοιαν κατιδεῖν δυνησόμεθα. βʹ, γʹ. "Τὰ ῥήματά μου ἐνώτισαι, Κύριε, σύνες τῇ κραυγῇ μου. Πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ὁ βασιλεύς μου καὶ ὁ Θεός μου." Πολλαῖς καὶ πάντοθεν βαλλομένη τρικυμίαις ἡ τοῦ Θεοῦ Ἐκκλησία, καὶ μέντοι καὶ ἑκάστη ψυχὴ τὸν εὐσεβῆ βίον ἀσπαζομένη, περιγίνεται καὶ τοῦ κλύδωνος ὑπερνήχεται, τὴν θείαν ἐπικουρίαν καλοῦσα διη νεκῶς. Τοῦτο δὴ καὶ ὁ προφητικὸς ἡμᾶς ἐκπαιδεύει λόγος, διδάσκων ὅπως προσήκει τὸν τῶν ὅλων Θεὸν καὶ βασιλέα λιπαρεῖν τε καὶ ἱκετεύειν· καὶ διδάσκει λέγων· "Τὰ ῥήματά μου ἐνώτισαι, Κύριε, σύνες τῇ κραυγῇ μου, πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου." Ἀλλ' οὔτε τὴν Κραυγὴν κραυγὴν νοητέον, οὔτε τὰ ὦτα ὦτα· περὶ γὰρ τοῦ Θεοῦ τῶν ὅλων σωματικώ τερον ἔθος τῇ θείᾳ Γραφῇ λαλεῖν, καὶ ἀπὸ τῶν ἀνθρωπίνων μορίων τὰς θείας ἐνεργείας ἀποκαλεῖν· ὀφθαλμοὺς τὴν ὀπτικὴν, καὶ τὴν ἀκουστικὴν ὦτα, καὶ τἄλλα ὡσαύτως. Κραυγὴν δὲ, ἐπὶ τῶν εὐχομέ νων τὴν προθυμίαν καλεῖ, καὶ τὴν σπουδαίαν τῆς διανοίας ἱκετείαν. Τὸ δὲ "ἐνώτισαι," ἀντὶ τοῦ, Εἴσω τῶν ὤτων σου γενέσθω μου τῆς προσευχῆς τὰ ῥήματα, καὶ εὐμενῶς ἄκουσον τῆς ἐμῆς ἱκετείας, καὶ πρόσχες ἀκριβῶς τοῖς τῆς δεήσεώς μου λόγοις, ἐπειδή σε Θεὸν οἶδα καὶ βασιλέα. δʹ, εʹ. "Ὅτι πρὸς σὲ προσεύξομαι, Κύριε, καὶ πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου. Τὸ πρωῒ παραστή σομαί σοι, καὶ ἐπόψει με." Θαῤῥοῦσα γὰρ ὡς δέχῃ τὰς ἐμὰς ἱκετείας, εὐθὺς τοῦ φωτὸς ἀνίσχον τος, τῶν βλεφάρων ἀποσεισαμένη τὸν ὕπνον, οἷα 80.897 δὴ βασιλεῖ καὶ ∆εσπότῃ παρίσταμαι, τὴν αἴτησίν σοι προσφέρουσα. Οὐ παντὸς δὲ ἐστὶ λέγειν τῷ τῶν ὅλων Θεῷ, "Παραστήσομαί σοι, καὶ ἐπόψει με·" ἀλλὰ τῶν κατὰ τὸν μέγαν Ἠλίαν διὰ τὴν ἀπὸ τῆς πολιτείας παῤῥησίαν λέγειν θαῤῥούντων, "Ζῇ Κύριος, ᾧ παρέστην ἐνώπιον αὐτοῦ σήμερον." "Ὅτι οὐχὶ Θεὸς θέλων ἀνομίαν σὺ εἶ. [ ϛʹ.] Οὐ παροικήσει σοι πονηρευόμενος· οὐδὲ διαμενοῦσι παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου." ∆έχῃ τὰς ἐμὰς δεήσεις, καὶ ἐποπτεύεις ἀντιβολοῦσαν· ἐπειδὴ πᾶσαν μὲν ἀνομίαν ἀπαγορεύεις, καὶ τοὺς πονηρίᾳ συζῶντας παντελῶς ἀποστρέφῃ·