69
οἷς οὐκ ἔστι σύνεσις. Ἐν κημῷ καὶ χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξαις, τῶν μὴ ἐγγιζόντων πρὸς σέ." Ἐγὼ μὲν ὑμῖν, φησὶ, παραινῶ τὴν τούτων μὴ ζηλοῦν ἀλογίαν· εἰ δὲ μὴ πείθεσθε, δέξεσθε χαλινὸν καὶ κημὸν τούτοις παραπλησίως. ∆ιὰ δὲ τούτων τὰς παιδείας δηλοῖ· οὗ χάριν ἐπήγαγεν· ιʹ. "Πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ." Οὕτω ταύτην τούτοις εἰσενεγκὼν τὴν εἰσήγησιν, ἐπὶ τὸν ἕτερον μεταβαίνει χορόν. "Τὸν δὲ ἐλπίζοντα ἐπὶ Κύριον ἔλεος κυκλώσει." Ἅπαντες γὰρ ἄνθρωποι, εἰ καὶ τοῖς τῆς ἀρετῆς καλλωπίζονται κατορθώ μασι, τῆς θείας προσδέονται χάριτος· διὸ δὴ καὶ 80.1093 ὁ θεῖος Ἀπόστολος βοᾷ· "Χάριτί ἐστε σεσωσμέ νοι διὰ τῆς πίστεως· καὶ τοῦτο οὐκ ἐξ ὑμῶν· Θεοῦ τὸ δῶρον." ιαʹ. "Εὐφράνθητε ἐπὶ Κύριον, καὶ ἀγαλλιᾶσθε, δίκαιοι, καὶ καυχᾶσθε, πάντες οἱ εὐθεῖς τῇ καρ δίᾳ." Μηδεὶς τοίνυν ἐπὶ τοῖς οἰκείοις κατορθώ μασιν ἀγαλλέσθω, ἀλλ' ἐπὶ τῷ Θεῷ μέγα φρο νείτω, καὶ τὴν ἐντεῦθεν θυμηδίαν καρπούσθω. Καὶ τοῦτο τοῖς ἀποστολικοῖς ἔοικε ῥητοῖς, "Ὁ καυχώμενος ἐν Κυρίῳ καυχάσθω." Καὶ "Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ." ∆ιὰ τοῦτο καὶ πνεύματι πραότητος παιδεύειν παρεγγυᾷ· "Σκοπῶν, φησὶ, σεαυτὸν, μὴ καὶ σὺ πειρασθῇς."
ΕΡΜΗΝ. ΤΟΥ ΛΒʹ ΨΑΛΜΟΥ. Ἀνεπίγραφος παρ' Ἑβραίοις. Τοῦτο οἱ Ἑβδομήκοντα τεθείκασι, τὸν ψαλμὸν
ἑρμηνεύσαντες· Μὴ ζητήσῃς, φησὶν, ἑρμηνείαν ἐπιγραφῆς· ἐπιγρα φὴν γὰρ οὐχ εὕρομεν. Εἴρηται δὲ ὁ ψαλμὸς οὗτος ὑπὸ τοῦ μακαρίου ∆αβὶδ, εἰς τὴν κατὰ τὸν θαυμάσιον Ἐζεκίαν ὑπόθεσιν· ἐσχημάτισται δὲ ὡς ἐξ αὐτοῦ τοῦ Ἐζεκίου, εἰς ὑμνῳδίαν τὸν λαὸν παροτρύνοντος, μετὰ τὴν παράδοξον νίκην καὶ τῶν Ἀσσυρίων τὸν ὄλεθρον. αʹ. "Ἀγαλλιᾶσθε, δίκαιοι ἐν Κυρίῳ." Πολλαχοῦ τὸ ἀγαλλιᾶσθε, ὁ μὲν Ἀκύλας, αἰνεῖτε; καὶ ὁ Σύμ μαχος ὁμοίως ἡρμήνευσεν, "Τοῖς εὐθέσι πρέπει αἴνεσις." Τοῖς τὸν Θεὸν ἐπεγνωκόσι, καὶ πλάνης ἀπηλλαγμένοις, ἁρμόττει τὸν Θεὸν διηνεκῶς ἀν υμνεῖν. Εἶτα διδάσκει καὶ πῶς αὐτοὺς προσήκει τὴν ὑμνῳδίαν ποιεῖσθαι. βʹ, γʹ. "Ἐξομολογεῖσθε τῷ Κυρίῳ ἐν κιθάρᾳ, ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψάλατε αὐτῷ. Ἄσατε αὐτῷ ᾆσμα καινὸν, καλῶς ψάλατε αὐτῷ ἐν ἀλαλαγμῷ." Ταῦτα δὲ πάντα κατὰ τὴν νομικὴν ἐπετελεῖτο λατρείαν· καὶ γὰρ κιθάραις, καὶ κυμβάλοις, καὶ τυμπάνοις, καὶ ἑτέροις μουσικοῖς ὀργάνοις ἐκέχρην το. Ἀλαλαγμὸς δέ ἐστιν ἐπινίκιος βοὴ, κατὰ τῶν φευγόντων ὑπὸ τῶν νικώντων γινομένη. Ἁρμόττει δὲ καὶ ἡμῖν τὰ εἰρημένα πνευ ματικῶς νοούμενα· καὶ δυνατὸν ἡμᾶς εὔηχον καὶ παναρμόνιον ὄργανον ἡμᾶς αὐτοὺς ἀποφῆναι, καὶ διὰ τῶν αἰσθητηρίων ἁπάντων τῶν αἰσθητῶν τε καὶ νοητῶν τὸν Θεὸν ἀνυμνῆσαι. δʹ. "Ὅτι εὐθὺς ὁ λόγος τοῦ Κυρίου, καὶ πάντα τὰ ἔργα αὐτοῦ ἐν πίστει." ∆ικαίως, φησὶν, ἅπαντα 80.1096 πρυτανεύει ὁ τῶν ὅλων Κύριος· καὶ προὔθηκεν ἡμῖν τῶν ἔργων αὑτοῦ τὴν θεωρίαν, πιστεύειν παρακαλῶν, ἀλλ' οὐ πολυπραγμονεῖν, πῶς γεγένη ται. εʹ. "Ἀγαπᾷ ἐλεημοσύνην καὶ κρίσιν ὁ Κύριος." Τὰ μὲν γὰρ ὑπ' αὐτοῦ γινόμενα, ἀπεριέργως ἅπαντας ἄνευ τινὸς διχονοίας, παρακελεύεται δέχε σθαι· βίου μέντοι ἐπιμελεῖσθαι, καὶ τοῦτον ἐλέῳ καὶ κρίσει κατακοσμεῖν. "Τοῦ ἐλέους Κυρίου πλή ρης ἡ γῆ." Μιμεῖσθαι, φησὶ, προσήκει τὸν Ποιητήν· ὥσπερ γὰρ αὐτὸς ἐλέῳ κεχρημένος οἰκονομεῖ. καὶ τοὺς ἠδικημένους οἰκτείρει· οὕτω δεῖ καὶ ἡμᾶς τοῖς μὲν ἀδίκοις ἀπονέμειν τὴν κρίσιν, τοῖς δὲ ἠδι κημένοις τὸν ἔλεον. Καὶ γὰρ ὁ φιλάνθρωπος ἡμῶν ∆εσπότης τῇ μὲν κρίσει κατὰ τῶν Ἀσσυρίων ἐχρήσατο· ἡμᾶς δὲ φειδοῦς καὶ φιλανθρωπίας ἠξίω σεν. Οὕτω τὰ περὶ τῆς θείας προνοίας διεξελθὼν, ἐπὶ τὴν δημιουργίαν μεταφέρει τὸν λόγον, καὶ δι δάσκει ὡς δημιουργήσας τὰ σύμπαντα, πρυτανεύει τὰ σύμπαντα, καὶ προμηθεῖται ὡς ποιημάτων οἰκείων, οὐκ ἀλλοτρίων. ʹ, "Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθη σαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν." Οὐ πόνου, φησὶν, ἐδεήθη, καὶ χρόνου δημιουργῶν, ἀλλ' ἤρκεσεν αὐτῷ λόγος εἰς ποίησιν· εἶπε γὰρ, Γενηθήτω στερέωμα, καὶ ἐγένετο οὕτως· Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι