233
∆ημιουργῷ; τῇ γῇ τὸ εἶναι σὺ δέδωκας, τοὺς οὐρανοὺς μὴ ὄντας ἐποίησας, καὶ τούτων μεταβολὴν δεχομένων, σὺ τὸ ἄτρεπτον ἔχεις. Ἀπὸ δὲ τῶν περιεκτικῶν στοιχείων, καὶ τῶν ἄλλων αὐτὸν ἁπάντων ἔδειξε ποιητήν. "Καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλί ξεις αὐτοὺς καὶ ἀλλαγήσονται." Ὁ δὲ Σύμμαχος οὕτως· Καὶ πάντες ὡσεὶ ἱμάτιον παλαιωθή σονται, καὶ ὡσεὶ περιβόλαιον ἀλλάξεις αὐ τοὺς, καὶ ἀλλαγήσονται. Ἅπαντα γὰρ τὰ ὁρώμενα καταγηράσει, καὶ ἱματίων μιμήσεται παλαιότητα· σὺ δὲ αὐτὰ ἀλλάξεις, καὶ νεουργήσεις, καὶ ἄφθαρτα ποιήσεις ἀντὶ φθαρτῶν. Τοῦτο καὶ ὁ θεσπέσιος Ἀπόστολος ἔφη· "Ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς, εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ." κηʹ. "Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλεί ψουσιν." Τὴν μὲν οὖν κτίσιν μεταῤῥυθμίζεις ὡς ἐθέλεις, ὦ ∆έσποτα· σὺ δὲ ἄτρεπτον ἔχεις τὴν φύσιν, καὶ ἀλλοιώσεως κρείττονα. Ταῦτα μέντοι ὁ θεῖος Ἀπόστολος τῇ τοῦ Υἱοῦ περιτέθεικεν ἰδιότητι, ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ. Ἀλλ' ὅμως ἐν τῷ Υἱῷ θεωροῦμεν τὸν Πατέρα. Ἃ γὰρ ἂν ἐκεῖνος ποιεῖ, ταῦτα καὶ ὁ Υἱὸς ὡσαύτως ποιεῖ· καὶ τὸ ταυτὸν τῆς φύσεως ἐν ἑκατέρῳ γνωρίζεται· μίαν γὰρ ἴσμεν τὴν τῆς Τριάδος ἐνέργειαν. κθʹ. "Οἱ υἱοὶ τῶν δούλων σου κατασκηνώσουσι, καὶ τὸ σπέρμα αὐτῶν εἰς τὸν αἰῶνα κατευθυνθή σεται." Ὁ δὲ Σύμμαχος διαμενεῖ τέθεικε. Σημαίνει δὲ ὡς οἱ μὲν τῆς δουλείας ἀπαλλαγέντες τὴν Ἱερου σαλὴμ οἰκήσουσι, τὸ δὲ ἐξ αὐτῶν σπέρμα εἰς τὸν αἰῶνα διαμενεῖ. Περὶ τούτου δὲ τοῦ σπέρματος ὁ θεῖος Ἀπόστολος ἔφη· "Ἄχρις οὗ ἔλθῃ τὸ σπέρμα ὃ ἐπήγγελται." Καὶ, "Τῷ Ἀβραὰμ ἐῤῥήθησαν αἱ ἐπαγγελίαι, καὶ τῷ σπέρματι αὐτοῦ. Οὐ λέγει Καὶ τοῖς σπέρμασιν ὡς ἐπὶ πολλῶν, ἀλλ' ὡς ἐφ' ἑνὸς, Καὶ τῷ σπέρματί σου, ὅς ἐστι Χριστός·" Τοῦτο τὸ σπέρ μα εἰς τὸν αἰῶνα διαμενεῖ. Ἑνωθὲν γὰρ τῷ Θεῷ Λόγῳ ἀνώλεθρον ἔχει τὸ εἶναι, καὶ δωρεῖται ζωὴν τοῖς πιστεύουσι, κατὰ τὴν αὐτοῦ Κυρίου φωνήν· "Ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ζήσεται εἰς τὸν αἰῶνα." 80.1685
ΕΡΜΗΝ. ΤΟΥ ΡΒʹ ΨΑΛΜΟΥ. αʹ. "Ψαλμὸς τῷ ∆αβίδ." ∆οκεῖ μὲν ὁ ψαλμὸς οὗτος ἀκόλουθος εἶναι τῷ
προτεταγμένῳ, καὶ κατ' αὐτὴν τὴν ὑπόθεσιν. Ἐν ἐκείνῳ μὲν γὰρ, οἱ τὰς ἐν Βαβυλῶνι συμφορὰς ὀλοφυρόμενοι, τὸν Θεὸν ἱκέτευον τῆς ἐπανόδου τυχεῖν· ἐνταῦθα δὲ τετυχηκότες ὧν ᾔτησαν ὑμνοῦσι τὸν εὐεργέτην. Ἐγὼ δὲ οἶμαι πᾶσιν ἀνθρώποις ἁρμόττειν τὴν ὑμνῳδίαν καὶ πικροτέ ρας ἀπαλλαγεῖσι δουλείας, καὶ μείζονος ἀξιωθεῖσιν ἐλευθερίας. ∆ηλώσει δὲ καὶ τῶν ῥητῶν ἡ διάνοια, ὡς αὐτὴ μᾶλλον ἡ ὑπόθεσις ἐκείνης ἀληθεστέρα· "Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ." Οἱ εὐγνωμόνως περὶ τὰς θείας χάριτας διακείμενοι εἰς ὑμνῳδίαν σφᾶς αὐτοὺς διεγείρουσι, τὸν εὐεργέτην οἷς δυνατὸν ἀμει βόμενοι. ∆υνατὸν δὲ ὑμνεῖν ἀεὶ, καὶ τῶν εὐεργεσιῶν ἔναυλον περιφέρειν τὴν μνήμην. Οὗτοι καὶ πάντα τὰ ἐντὸς καθιεροῦσι, καὶ πάντα λογισμὸν εἰς τὸν θεῖον ὕμνον ἀνακινοῦσιν. Ἐντὸς γὰρ ἐκάλεσε τοὺς λογισμοὺς, καὶ τὰς ἐνθυμήσεις, καὶ πάντα τῆς ψυχῆς τὰ κινήματα. βʹ. "Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ." Πάλιν ἑαυτὴν ἡ ψυχὴ διεγείρειν διδάσκεται, καὶ τῆς λήθης ἐξελαύνειν τὸ νέφος, καὶ τῶν εὐεργεσιῶν ἀνανεοῦσθαι τὴν μνήμην. Τὰς μέντοι ἀνταποδόσεις, εὐεργεσίας ὁ Σύμμαχος εἴρηκεν. Εἶτα ταύτας κατὰ μέρος διέξεισι. γʹ. "Τὸν εὐϊλατεύοντα πάσας τὰς ἀνομίας σου, τὸν ἰώμενον πάσας τὰς νόσους σου." Οὗτος γάρ σοι δεδώρηται τῶν ἁμαρτημάτων τὴν ἄφεσιν· οὗτός σοι κεχάρισται τῶν παθημάτων τὴν ἴασιν. Τούτων ὁ παρειμένος ἀπήλαυσεν. Ἤκουσε γὰρ κατὰ ταυτὸν, "Ἀφέωνται αἱ ἁμαρτίαι σου·" καὶ, "Ἆρον τὸν κράββατόν σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου." Οὕτως ἡ ἁμαρτωλὸς γυνὴ τετύχηκε τῆς ἀφέσεως· οὕτως ὁ λῃστὴς, οὕτως οἱ τελῶναι, οὕτως ἅπαντες οἱ πιστεύσαντες. δʹ. "Τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν