172
τεταπεινωμένος κατ ησχυμμένος." Ἱκετεύομεν μὴ διαμαρτεῖν τῆς δεήσεως, μηδὲ μετ' αἰσχύνης ἀποπεμφθῆναι. "Πτωχὸς καὶ πένης αἰνέσουσι τὸ ὄνομά σου." Οἱ δὲ τῆς σῆς δεόμενοι βοηθείας, καὶ ταύτης τυχόν τες, προσφέρειν σοι τὸν ὕμνον εἰώθασιν. κβʹ. "Ἀνάστα, ὁ Θεὸς, δίκασον τὴν δίκην σου. Μνήσθητι τοῦ ὀνειδισμοῦ σου, τοῦ ὑπὸ ἄφρονος ὅλην τὴν ἡμέραν." Σφόδρα δὲ ἁρμοδίως τὴν ἀντ ωνυμίαν ἐνήλλαξεν· οὐκ εἶπε τὴν δίκην μου, ἀλλὰ τὴν δίκην σου. Ἐγὼ μὲν γὰρ, φησὶν, ἐνδίκως ὑπέμεινα ταῦτα· ἐκεῖνοι δὲ πολλὰς ἐτόλμησαν κατὰ σοῦ βλασφημίας [οἱ μὲν σταυρώσαντες, οἱ δὲ καὶ μετὰ τὸν σταυρὸν καὶ τὸ βάπτισμα ἀθετήσαντες]. κγʹ. "Μὴ ἐπιλάθῃ τῆς φωνῆς τῶν ἱκετῶν σου· ἡ ὑπερηφανία τῶν μισούντων σε ἀνέβη διὰ παντός." Καὶ ἐνταῦθα τῷ ἑαυτῶν προσώπῳ τὴν τῶν πολε μίων ἀλαζονείαν συνέζευξαν, οὐ δι' ἑαυτοὺς, ἀλλὰ δι' ἐκείνους, φειδοῦς τινος ἀξιωθῆναι παρακα λοῦντες.
ΕΡΜΗΝ. ΤΟΥ Ο∆ʹ ΨΑΛΜΟΥ. αʹ. "Εἰς τὸ τέλος, μὴ διαφθείρῃς· τῷ Ἀσὰφ 80.1468 ψαλμὸς ᾠδῆς." Ὁ δὲ
Σύμμαχος, Ἐπινίκιος περὶ ἀφθαρσίας ψαλμὸς τῷ Ἀσάφ. Ἐπειδὴ πρόῤῥησιν ὁ ψαλμὸς ἔχει τῆς δικαίας τοῦ Θεοῦ κρίσεως. καὶ προαγορεύει καὶ τῶν ἐργατῶν τῆς πονηρίας τὸν ὄλεθρον, καὶ τῶν τῆς ἀρετῆς ἐραστῶν τὰς ἀγαθὰς ἀντιδόσεις· εἰκότως διὰ τῆς ἐπιγραφῆς ὁ λόγος παρακελεύεται, μὴ διαφθεῖραι τοὺς εὐσεβεῖς λογι σμοὺς, ἀλλ' ὑγιεῖς αὐτοὺς φυλάξαι, καὶ τὴν ἀφθαρ σίαν κληρονομῆσαι. Εἴρηται μέντοι καὶ οὗτος ὁ ψαλμὸς ἐκ προσώπου τῶν ἐν Βαβυλῶνι δορυαλώτων, ὑμνεῖν τὸν Θεὸν ὑπισχνουμένων, ἐὰν τῆς θείας χάριτος ἀπολαύσωσιν. βʹ. "Ἐξομολογησόμεθά σοι, ὁ Θεὸς, ἐξομολογησό μεθά σοι, καὶ ἐπικαλεσόμεθα τὸ ὄνομά σου." Καὶ ἐντεῦθεν δῆλον, ὡς οὐδέπω τῆς ἐπανόδου τετυ χηκότες ταῦτα διεξίασιν. Ὑπισχνοῦνται δὲ τὸν Θεὸν ὑμνεῖν, καὶ τῷ σεβασμίῳ αὐτοῦ ὀνόματι λαμπρυν θήσεσθαι. Τὸ γὰρ, Ἐπικαλεσόμεθα τὸ ὄνομά σου τοῦτο δηλοῖ, ὅτι Πάλιν τῷ σῷ ὀνόματι προσαγορευ θησόμεθα, καὶ λαὸς χρηματίσομεν σός. "∆ιηγήσομαι πάντα τὰ θαυμάσιά σου. [γʹ] Ὅτ' ἂν λάβω καιρόν." Ὁ δὲ Ἀκύλας καὶ Σύμμαχος οὕτως· Ὅτ' ἂν λάβω τὴν Συναγωγήν. Ὅτ' ἂν, φησὶν, ἐπανέλθωμεν, καὶ εἰς τὸν ἱερόν σου συναθροισθῶμεν νεὼν, τότε σὲ καὶ ἐννόμως ὑμνή σομεν, καὶ τὰς σὰς εὐεργεσίας τοὺς ἀγνοοῦντας διδάξομεν· ἐκεῖνος γὰρ ἡμῖν ὁ καιρὸς τοῦτο ποιεῖν ἐπιτρέψει. Νῦν γὰρ βοῶμεν· Πῶς ᾄσομεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας; Οὕτως ὁ προφητικὸς λόγος, ἃ ἐχρῆν εἰπεῖν τοὺς ἐν Βαβυλῶνι δορυαλώ τους διδάξας [καὶ τοὺς διὰ μετανοίας ἐπιστρέ φοντας πρὸς τὸν Σωτῆρα τοῦ παντὸς παιδαγωγήσας], ὑποδείκνυσι τὸν Θεὸν πρὸς τὰς γεγενημένας ἐπαγ γελίας ἀποκρινόμενον, καὶ λέγοντα· "Ἐγὼ εὐθύ τητας κρινῶ." Ἐνδίκως, φησὶν, ὑμῖν καὶ Βαβυλω νίοις δικάσω. δʹ. "Ἐτάκη ἡ γῆ, καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ." Πάσης γάρ εἰμι τῆς οἰκουμένης κριτὴς, καὶ ἅπασι τὰς ἀξίας ἐποίσω τιμωρίας. "Ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς." Ἐγκρατὴς δὲ πάντων εἰμὶ, ὡς ἁπάντων ὑπάρχων δημιουργός. Ἐγὼ γὰρ τὴν γῆν πεποίηκά τε καὶ ἥδρασα, οἷον στύλοις τισὶ τοῖς ἐμοῖς αὐτὴν ὅροις ἐρείδων. 80.1469 Πρόσταγμα γὰρ ἐθέμην, καὶ οὐ παρελεύσεται. ∆ιὰ τοῦτο καὶ δικαστὴς ὢν, κολάζειν μὲν οὐ βούλομαι, ἀλλὰ προλέγω τὰς τιμωρίας, ἵνα τῇ ἀπειλῇ σωφρο νεστέρους τοὺς πλημμελοῦντας ἐργάσωμαι· καὶ παραινῶ, καὶ συμβουλεύω, πᾶν μὲν εἶδος ἀνομίας μυσάττεσθαι, ἐπιμελεῖσθαι δὲ τοῦ δικαίου καὶ τοῦ μετρίου φρονήματος· ταῦτα γὰρ διὰ τῶν ἐπαγο μένων ἐδίδαξεν. εʹ. "Εἶπον τοῖς παρανομοῦσι, Μὴ παρανομεῖτε· καὶ τοῖς ἁμαρτάνουσι, Μὴ ὑψοῦτε κέρας." Τοῦτο γὰρ πάντων χαλεπώτατον πάθος, τὸ μὴ μόνον ἁμαρτάνειν, ἀλλὰ καὶ γαυριᾷν ἐπὶ τούτῳ. ʹ. "Μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν." Εἶτα δείκνυσι ποῖον ὕψος καλεῖ. "Καὶ μὴ λα λεῖτε κατὰ τοῦ Θεοῦ ἀδικίαν." Καὶ γὰρ τὰ κερασ φόρα ζῶα σφόδρα ἐπὶ τοῖς κέρασι γαυριᾷ. Παρεγ γυᾷ δὲ αὐτοῖς ὁ λόγος, μὴ αὔξειν τῇ ἀλαζονείᾳ τὴν ἀνομίαν, μηδὲ κατὰ τοῦ Θεοῦ τὴν γλῶτταν κινεῖν. ζʹ, ηʹ. "Ὅτι οὔτε ἐξ ἐξόδων, οὔτε ἀπὸ δυσμῶν,