1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

 309

 310

 311

 312

 313

 314

 315

 316

 317

 318

 319

 320

 321

 322

 323

 324

 325

 326

 327

 328

 329

 330

151

δωρησάμενος, οὗτος ἡμῖν καὶ τὴν ὁδὸν ἐξομαλίσει, ὥστε τοσούτων μὴ δια μαρτεῖν ἀγαθῶν. καʹ. "Ὁ Θεὸς ἡμῶν ὁ Θεὸς τοῦ σώζειν." Παρ έξει δὲ τοῦτο σωτηρίας ὑπάρχων πηγή. "Καὶ τοῦ Κυρίου Κυρίου, αἱ διέξοδοι τοῦ θανάτου." Αὐτὸς γὰρ διήνοιξεν ἡμῖν καὶ τὴν ἀδιεξόδευτον τοῦ θανάτου φρουρὰν, καὶ συνέτριψε πύλας χαλκᾶς, καὶ μοχλοὺς σιδηροῦς συνέθλασε. Καὶ τοῦτο διὰ τῶν ἐπαγομέ νων ἐδήλωσε· κβʹ. "Πλὴν ὁ Θεὸς συνθλάσει κεφαλὰς ἐχθρῶν αὑ τοῦ· κορυφὴν τριχὸς διαπορευομένων ἐν πλημμε λείαις αὑτῶν." Ἤνοιξεν ἡμῖν, φησὶ, τοῦ θανάτου τὰς θύρας, συνθλάσας τὰς τῶν ἐχθρῶν κεφαλὰς, τῶν διερευνωμένων τῶν ἀνθρώπων τὰς πλημμελείας, καὶ μηδὲ τῆς κεφαλῆς τὰς τρίχας ἀνερευνήτους ἀν εχομένων καταλιπεῖν. Λέγει δὲ διὰ τῆς τριχὸς, τὸ σμικρότατον πλημμέλημα. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Τοῖς ἁμαρτάνουσιν ὁ Θεὸς ὥρισε τὸν θάνατον ἐπιτίμιον. ∆ιερευνῶν δὲ ὁ διάβολος, οἷόν τις πικρὸς δήμιος, τῶν ἀνθρώπων τὸν βίον, οὐδὲ τὸ σμικρότατον ἀνέχεται παριδεῖν, ἀλλὰ τῷ θανάτῳ παραπέμπει τὴν φύσιν. Τὴν αὐτὴν τοίνυν περικείμενον φύσιν θεα σάμενος τὸν ∆εσπότην Χριστὸν, προσῆλθεν ἐπιζητῶν τοῦ θανάτου τὰ αἴτια. Τοῦτο γὰρ καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἔφη· "Ἔρχεται ὁ τοῦ κόσμου τούτου ἄρχων, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν." Ἀλλ' ὅμως καὶ μηδὲν εὑρὼν, ἀδίκως τῷ θανάτῳ παρ έδωκε. Τοῦτο τὸ ἀδίκημα ἐκείνου μὲν τὸ κράτος κατέλυσε, τοῖς δὲ ἀνθρώποις τὸν ᾅδην ἠνέῳξεν· ἅπερ ἐν τοῖς Περὶ τῆς Προνοίας λόγοις διὰ πλειόνων ἐῤῥήθη. Καὶ ὁ θεῖος δὲ Ἀπόστολος τὸν διά βολον ἔχειν ἔφη τοῦ θανάτου τὸ κράτος. κγʹ. "Εἶπε Κύριος· Ἐκ Βασὰν ἐπιστρέψω· ἐπι στρέψω ἐν βυθοῖς θαλάσσης." Ὁ δὲ Σύμμαχος οὕτως· Εἶπε Κύριος, Ἀπὸ Βασὰν ἐπιστρέψω, ἀπὸ βυ θῶν θαλάσσης. Ἡ Βασὰν δὲ ἑρμηνευομένη τὴν αἰσχύνην δηλοῖ. Αἰσχύνη δὲ τῆς ἁμαρτίας καρπός. Ἀπὸ ταύτης τοίνυν ἡμᾶς ὁ τῶν ὅλων 80.1392 Θεὸς ἐπιστρέψει· καὶ ἀπὸ τῶν τῆς θαλάσσης βυ θῶν. Τίς δὲ ὁ τῆς θαλάσσης βυθὸς, αὐτὸς διδάσκει ὁ Προφήτης. βοῶν, "Ῥυσθείην ἐκ τῶν μισούντων με, καὶ ἐκ τῶν βαθέων τῶν ὑδάτων." [Μή με καταποντισάτω καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθός.] κδʹ. "Ὅπως ἂν βαφῇ ὁ πούς σου ἐν αἵματι· ἡ γλῶσσα τῶν κυνῶν σου ἐξ ἐχθρῶν παρ' αὐτοῦ." Ὁ δὲ Σύμμαχος οὕτως· Ὅπως ἂν συγκατεάξῃ ὁ πούς σου μετὰ αἵματος, καὶ λάψῃ ἡ γλῶσσα τῶν κυνῶν σου ἀπὸ ἑκάστου τῶν ἐχθρῶν σου. Ἐπειδὴ γὰρ ἔδειξε τὸν τῶν ὅλων Θεὸν, οἷόν τινα ἀριστέα, τοὺς πολεμίους καταγωνιζόμενον, καὶ τοὺς ἀδίκως δεδουλωμένους ἐλευθεροῦντα, διαγράφει τῷ λόγῳ, καὶ αἱμάτων ῥύακας, καὶ συμπατουμένους νεκροὺς, καὶ τούτους ἀτάφους ἐῤῥιμμένους, καὶ κυσὶ βορὰν προκειμένους. Οὕτω καὶ διὰ Ἡσαΐου βοᾷ· "Ληνὸν ἐπάτησα μονώτατος, καὶ τῶν ἐθνῶν οὐδεὶς ἦν μετ' ἐμοῦ· συνεπάτησα αὐτοὺς ἐν τῷ θυμῷ μου, [καὶ συνέθλασα αὐτοὺς ἐν τῇ ὀργῇ μου,] καὶ κατ ήγαγον εἰς γῆν τὸ αἷμα αὐτῶν· καὶ κατεῤῥαντίσθη τῷ κατανικήματι αὐτῶν τὰ ἱμάτιά μου." κεʹ. "Ἐθεωρήθησαν αἱ πορεῖαί σου, ὁ Θεός· αἱ πορεῖαι τοῦ Θεοῦ μου, τοῦ βασιλέως, τοῦ ἐν τῷ ἁγίῳ." Πορείας τοῦ ἁγίου τὰς οἰκονομίας καλεῖ, ἅγιον δὲ, τὸν ἐκ σπέρματος ∆αβὶδ ἀνειλημμένον ναόν. ∆ήλη, φησὶ, πᾶσιν ἀνθρώποις ἡ σὴ γέγονε προμήθεια, καὶ τὰς διαφόρους σου οἰκονομίας δι έγνωσαν ἅπαντες. κʹ. "Προέφθασαν ἄρχοντες ἐχόμενοι ψαλ λόντων, ἐν μέσῳ νεανίδων τυμπανιστριῶν." Ἐντεῦ θεν λοιπὸν τῶν Ἐκκλησιῶν τὴν εὐφροσύνην διδάσκει. Ἄρχοντας δὲ καλεῖ τοὺς ἱεροὺς ἀποστό λους, ὡς τούτων ἀρχιτέκτονας γενομένους, νεανίδας δὲ τυμπανιστρίας, τὰς τὴν παρθενίαν ἀσκούσας, καὶ τὴν θείαν μελῳδίαν τῷ Θεῷ προσφερούσας Εἶτα σαφέστερα τὰ εἰρημένα ποιεῖ. κζʹ. "Ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεὸν Κύριον ἐκ πηγῶν Ἰσραήλ." Ἔδειξε τῆς παλαιᾶς διαθήκης τὴν παῦλαν· εἶς γὰρ ἦν ὁ τῶν Ἰουδαίων ναός· ἐν ταῦθα δὲ τῶν ἐκκλησιῶν προθεσπίζει τὸ πλῆθος· ἐν αἷς ἐκ τῶν Ἰσραηλιτικῶν πηγῶν ὑμνεῖσθαι κελεύει τὸν τῶν ὅλων Κύριον. Πηγαὶ δὲ Ἰσραὴλ εἰκότως ἂν κληθεῖεν αἱ προφητικαὶ βίβλοι, ἐξ ὧν τῷ Θεῷ τὴν μελῳδίαν προσφέρομεν. Ἐπειδὴ δὲ πρὸς ταῖς 80.1393 προφητικαῖς καὶ τὰς ἀποστολικὰς ἡμῖν