92
τὰ δάκρυα. Γῆν γὰρ Ἰορδάνου τὴν γῆν τῆς ἐπ αγγελίας καλεῖ, καὶ Ἑρμωνιεὶμ, τὸ ὄρος τὸ Ἀερμών. ∆ιὰ δὲ τοῦ ὄρους καὶ τοῦ ποταμοῦ, πᾶσαν ἐκείνην τὴν γῆν παρεδήλωσεν. Οὕτω δὲ καὶ ὁ Σύμμαχος ἡρμήνευσεν· Ἡ ψυχή μου κατατήκεται, ὅταν ἀναμιμνήσκομαι σου ἀπὸ γῆς Ἰορδάνου, καὶ ἀπὸ Ἑρμωνιεὶμ ὄρους μικροτάτου. 80.1173 ηʹ. "Ἄβυσσος ἄβυσσον ἐπικαλεῖται εἰς φωνὴν τῶν καταρακτῶν σου. Πάντες οἱ μετεωρισμοί σου, καὶ τὰ κύματά σου ἐπ' ἐμὲ διῆλθον." Ἐν ἐκείνῃ δὲ, φησὶ, διάγων τῇ γῇ, πλήθει δυσμενῶν παρεδό θην, καὶ ὡς ἐν ἀβύσσῳ τινὶ ὑποβρύχιος ἐγενόμην. Ἀβύσσους γὰρ καλεῖ, τὰ στρατιωτικὰ τάγματα, καὶ τὴν τοῦ πλήθους ὑπερβολὴν ὕδασιν ἀμετρήτοις ἀπεικάζει· καὶ τὰ ὑπὸ τούτων γεγενημένα, τῷ πά λαι κατακλυσμῷ, ὃς τὴν οἰκουμένην διέφθειρεν ἅπασαν. Καὶ ταῦτα σαφέστερον ὁ Σύμμαχος ἡρ μήνευσεν· Ἄβυσσος ἀβύσσῳ ἀπήντα, ἀπὸ ἤχου τῶν κρουνῶν σου. Σὺ γὰρ αὐτοὺς ἐπήγαγες, ποι νήν με τῆς παρανομίας εἰσπραττόμενος. "Αἱ καταιγίδες σου καὶ τὰ κύματά σου ἐπάνω μου παρ ῆλθον." Ἐπειδὴ γὰρ ἀβύσσῳ τὴν στρατιὰν ἀπείκα σεν, ἐπέμεινε τῇ τροπῇ, καὶ τὰς γεγενημένας τῆς στρατιᾶς προσβολὰς, κύματα καὶ καταιγίδας ἐκάλεσε. ∆ιὰ ταῦτα, φησὶν, ὀδυνῶμαι· ἡ γὰρ τού των μνήμη κεντεῖ με· ἀλλ' ὅμως τὴν σὴν φιλανθρω πίαν ἔχω παραψυχήν. Τοῦτο γὰρ ἐπήγαγεν· θʹ. "Ἡμέρας ἐντελεῖται Κύριος τὸ ἔλεος αὐτοῦ, καὶ νυκτὸς ᾠδὴ αὐτοῦ παρ' ἐμοί. Προσευχὴ τῷ Θεῷ τῆς ζωῆς μου." Ἀεὶ, φησὶ, χορηγούμενον ὑπὸ τοῦ Θεοῦ τὸν ἔλεον ἐπιστάμενος, καὶ νύκτωρ τοῦτο ἐμαυτῷ λογιζόμενος, ᾄδω καὶ ὑμνῶ τὸν οὕτω τῶν καθ' ἡμᾶς προμηθούμενον. Προσφέρω δὲ αὐτῷ καὶ δεήσεις, ταύτης τυχεῖν τῆς φιλανθρω πίας ἀντιβολῶν. Εἶτα διδάσκει καὶ τῆς προσευχῆς τὰ ῥήματα· ιʹ, ιαʹ. "Ἐρῶ τῷ Θεῷ, ἀντιλήπτωρ μου εἶ, διατί μου ἐπελάθου, καὶ ἱνατί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τὸν ἐχθρόν; Ἐν τῷ καταθλᾶ σθαι τὰ ὀστᾶ μου, ὠνείδιζόν με οἱ ἐχθροί μου ἐν τῷ αὐτοὺς λέγειν μοι καθ' ἑκάστην ἡμέραν, Ποῦ ἐστιν ὁ Θεός σου;" Ταῦτα, φησὶ, πρὸς τὸν ἐμὸν λέγων ∆εσπότην, τῆς σῆς ἀεὶ προνοίας τετύχηκα. Τί δήποτέ με νῦν ταύτης ἐγύμνωσας, ὡς ἀπαύστως ἀλύειν τε καὶ θρηνεῖν, διὰ τὰ παρὰ τῶν δυσμενῶν ὀνείδη; αἰκιζόμενοι γάρ με, καὶ πληγαῖς καὶ δεσμοῖς τὰ ὀστᾶ μου συντρίβοντες, ἐπικερτο μοῦσι λέγοντες, "Ποῦ ἐστιν ὁ Θεός σου;" διὰ τὴν σὴν ἀσθένειαν ταῦτά με πάσχειν ὑπολαμβάνοντες. Τὸ δὲ "Ἐπελάθου μου," τουτέστι τῆς σῆς μοι προνοίας οὐ μεταδίδως. Λήθη γὰρ πάθος ἀνθρώπι νον, ἴδιον δὲ Θεοῦ ἀπάθεια. ιβʹ. "Ἱνατί περίλυπος εἶ, ἡ ψυχή μου, καὶ ἱνατί συνταράσσεις με; Ἔλπισον ἐπὶ τὸν Θεὸν, ὅτι ἐξομο 80.1176 λογήσομαι αὐτῷ, σωτήριον τοῦ προσώπου μου, καὶ ὁ Θεός μου." Μὴ ἀπαγορεύῃς, φησὶν, ὦ ψυχὴ, τὴν σωτηρίαν· ἔχεις γὰρ Σωτῆρα Θεόν· οὗ τὴν ἐλπίδα κεκτημένη βεβαίαν, σβέσον τὴν ἀθυμίαν, καὶ δέξαι παραψυχήν.
ΕΡΜΗΝ. ΤΟΥ ΜΒʹ ΨΑΛΜΟΥ. αʹ. "Ψαλμὸς τῷ ∆αβίδ. Ἀνεπίγραφος παρ' Ἑβραίοις. Κρῖνόν μοι, ὁ Θεὸς, καὶ
δίκασον τὴν δίκην μου ἐξ ἔθνους οὐχ ὁσίου, ἀπὸ ἀνθρώπου ἀδίκου καὶ δολίου ῥῦσαί με." Ἀνεπίγραφός ἔστιν ὁ ψαλμὸς παρ' Ἑβραίοις, ὡς τὴν αὐτὴν ἔχων τῷ προ τεταγμένῳ διάνοιαν. Ἀντιβολοῦσι δὲ τὸν Θεὸν οἷ τοὺς προειρημένους ποιησάμενοι λόγους, δικάσαι αὐτοῖς καὶ Βαβυλωνίοις, ὠμότητι πολλῇ κεχρη μένοις, καὶ θηριώδει γνώμῃ. ∆ιὸ καὶ ἔθνος αὐ τοὺς ἀνόσιον ὀνομάζουσι, καὶ μὲν δὴ καὶ τὸν τού των βασιλέα, ἄνδρα δόλιόν τε καὶ ἄδικον. Ταῦτα δὲ περὶ αὐτοῦ καὶ ἡ τοῦ θαυμασίου ∆ανιὴλ προφη τεία διδάσκει. βʹ. "Ὅτι σὺ, ὁ Θεὸς, κραταίωμά μου, ἱνατί ἀπώσω με, καὶ ἱνατὶ σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκ θλίβειν τὸν ἐχθρόν; Πάλιν τὴν αὐτὴν προσφέρουσι δέησιν, λιπαροῦντες ἀπαλλαγῆναι τῆς τῶν πολεμίων ὠμότητος, δι' ἣν σκυθρωποὶ καὶ κατηφεῖς ἦσαν ἀεί. Τὸ δὲ, ἱνατί, οὐχ ὡς ἐγκαλοῦντες λέγουσιν, ἀλλ' ὡς αὐτοὶ τῆς τῶν ἄλλων παρανομίας οὐ κοινωνήσαντες, καὶ σὺν ἐκείνοις ἔρημοι τῆς ἄνωθεν προνοίας γενό μενοι· κοινὴν δὲ ὅμως ὑπὲρ ἁπάντων ποιοῦνται τὴν ἱκετείαν.