94
ἐξέβαλες αὐτούς. Οὐ γὰρ ἐν τῇ ῥομφαίᾳ αὐτῶν ἐκληρονόμησαν γῆν, καὶ ὁ βραχίων αὐτῶν οὐκ ἔσωσεν αὐτούς· ἀλλ' ἡ δεξιά σου, καὶ ὁ βραχίων σου, καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου· ὅτι εὐδόκησας ἐν αὐτοῖς." Σὺ, φησὶν, ὦ ∆έσποτα, τοὺς Χαναναίους μετὰ τῶν ἄλλων ἐθνῶν ἐντεῦθεν ἐξελάσας, τοὺς ἡμετέρους πατέρας ἀντ' ἐκείνων κατῴκισας. Οὔτε γὰρ ῥώμῃ θαῤῥοῦν τες, οὔτε πανοπλίᾳ χρώμενοι, τοσούτων ἀπεφάν θησαν κρείττους, ἀλλ' ὑπὸ τῆς σῆς στρατηγούμενοι χάριτος, τοὺς μὲν κατηκόντισαν, τοὺς δὲ δουλεύειν ἠνάγκασαν, ἐπειδὴ τῆς σῆς αὐτοὺς ἠξίωσας οἰκειό τητος. Τοῦτο γὰρ εἶπεν, "Ηὐδόκησας ἐν αὐτοῖς." ∆εξιὰν δὲ καλεῖ τὴν βοήθειαν· φωτισμὸν δὲ προσώπου, τὴν ἐπιφάνειαν. εʹ. "Σὺ εἶ αὐτὸς ὁ βασιλεύς μου, καὶ ὁ Θεός μου, ὁ ἐντελλόμενος τὰς σωτηρίας Ἰακώβ." Ὁ αὐτὸς εἶ, φησὶ, καὶ νῦν, ∆έσποτα, ὁμοίως βασιλεύων, ὁμοίως κρατῶν, τὴν αὐτὴν δύναμιν ἔχων, ἀλλοίω σιν οὐδὲ μίαν ἡ σὴ δέχεται φύσις. Ἀρκεῖ σοι καὶ λόγος εἰς σωτηρίαν. Νεῦσον, καὶ ταύτης ὁ λαὸς ἀπολαύσεται. Οὕτως καὶ ὁ Σύμμαχος ἡρμήνευσεν, Ἔντειλαι περὶ τῆς σωτηρίας Ἰακώβ. ʹ. "Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν, καὶ ἐν τῷ ὀνόματί σου ἐξουδενώσομεν τοὺς ἐπανισταμέ νους ἡμῖν." Τὰ κερασφόρα ζῶα ὅπλον τὸ κέρας παρὰ τῆς φύσεως ἔλαβον· ἡμεῖς δὲ κέρας σω τηρίας, καὶ νικηφόρον ὅπλον, τὸ σὸν ἔχομεν ὄνομα, καὶ τούτῳ χρώμενοι τῶν πολεμίων περιεσόμεθα ζʹ, ηʹ. "Οὐ γὰρ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ, καὶ ἡ ῥομφαία μου οὐ σώσει με. Ἔσωσας γὰρ ἡμᾶς ἐκ τῶν θλιβόντων ἡμᾶς· καὶ τοὺς μισοῦντας ἡμᾶς κατῄσχυνας." Οὔτε γὰρ τόξοις, οὔτε ἄλλοις ὅπλοις θαῤῥῶ· πεῖραν γὰρ τῆς σῆς δυνάμεως ἔλαβον, διὰ σοῦ τῶν ἐναντίων ἤδη κρατήσας. θʹ. "Ἐν τῷ Θεῷ ἐπαινεθησόμεθα ὅλην τὴν ἡμέ ραν, καὶ ἐν τῷ ὀνόματί σου ἐξομολογησόμεθα εἰς τὸν αἰῶνα." Ἱκετεύομεν δὲ ἀεὶ τῆς σῆς ἀπολαῦσαι ῥοπῆς, καὶ διηνεκῶς τῶν σῶν εὐεργεσιῶν διεξιέναι τὸ πλῆθος. Τὸ γὰρ ὅλην τὴν ἡμέραν ἀντὶ τοῦ ἀεὶ 80.1181 τέθεικεν. Οὕτω γὰρ καὶ ὁ Σύμμαχος ἡρμή νευσεν· ἀντὶ γὰρ τοῦ ὅλην τὴν ἡμέραν, κατὰ πᾶ σαν ἡμέραν τέθεικεν. ιʹ. "Νυνὶ δὲ ἀπώσω καὶ κατῄσχυνας ἡμᾶς, καὶ οὐκ ἐξελεύσῃ ὁ Θεὸς ἐν ταῖς δυνάμεσιν ἡμῶν." Ταῦτα μὲν οὖν ἐν τοῖς ἄνω χρόνοις γεγένηται παρὰ σοῦ. Ἐπὶ δὲ τοῦ παρόντος ἔρημοι τῆς σῆς ἀπεφάν θημεν προμηθείας, καὶ ἐν αἰσχύνῃ διάγομεν ὑπὸ τῆς σῆς οὐ στρατηγούμενοι χάριτος. Τὸ γὰρ, οὐκ ἐξελεύσῃ ἐν ταῖς δυνάμεσιν ἡμῶν, ἀντὶ τοῦ οὐ στρατηγεῖς ἡμῶν, καὶ συνήθως παρέχεις τῶν πο λεμίων κρατεῖν. ιαʹ. "Ἀπέστρεψας ἡμᾶς εἰς τὰ ὀπίσω παρὰ τοὺς ἐχθροὺς ἡμῶν· καὶ οἱ μισοῦντες ἡμᾶς διήρπαζον ἑαυτοῖς." Τῆς γὰρ σῆς προνοίας οὐκ ἀπολαύ οντες, ἡμεῖς μὲν νῶτα διδόντες ἀποδιδράσκομεν· πορθοῦσι δὲ οἱ πολέμιοι τὰ ἡμέτερα. ιβʹ. "Ἔδωκας ἡμᾶς ὡς πρόβατα βρώσεως, καὶ ἐν τοῖς ἔθνεσι διέσπειρας ἡμᾶς." ∆ίκην δὲ προβάτων ἐρήμων ποιμένος, ὑπὸ τῶν σῶν δαπανώμεθα πο λεμίων· καὶ οἱ τὸν θάνατον διαφυγόντες, τῇδε κἀκεῖσε ἀπεμπολούμενοι, δουλεύειν ἀναγκαζόμεθα. ιγʹ. "Ἀπέδου τὸν λαόν σου ἄνευ τιμῆς, καὶ οὐκ ἦν πλῆθος ἐν τοῖς ἀλλάγμασιν ἡμῶν." Τοῦτο ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν· "Ἀπέδου τὸν λαόν σου οὐχ ὑπάρξεως, καὶ οὐ πολλὴν ἐποίησας τὴν τιμὴν αὐτῶν." Τοιαῦτα καὶ διὰ τοῦ προφήτου Ἡσαΐου φησὶν ὁ Θεός· Ποῖον τοῦτο τὸ βιβλίον τοῦ ἀπο στασίου [τῆς μητρὸς ὑμῶν;] ἢ τίνι ὑπόχρεως ὢν πέπρακα ὑμᾶς; Ἰδοὺ ταῖς ἀνομίαις ὑμῶν ἐπράθητε, καὶ ταῖς ἁμαρτίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν." Καὶ πάλιν, "∆ωρεὰν ἐπράθητε, καὶ οὐ μετὰ ἀργυρίου λυτρωθήσεσθε." Καὶ ὁ θεῖος Ἀπό στολος· "Οἴδαμεν γὰρ ὅτι ὁ νόμος πνευματικός ἐστιν, ἐγὼ δὲ σαρκικός εἰμι, πεπραμένος ὑπὸ τῆς ἁμαρτίας." Κἀνταῦθα τοίνυν οἱ θαυμάσιοι λέγουσιν ἄνδρες, ὅτι οὐδεμίαν τιμὴν παρὰ τῶν πο λεμίων λαβὼν ἀπέδου ἡμᾶς, ἀλλὰ τῶν ἁμαρτιῶν ἕνεκα παραδέδωκας. ιδʹ. "Ἔθου ἡμᾶς ὄνειδος τοῖς γείτοσιν ἡμῶν· μυκτηρισμὸν καὶ χλευασμὸν τοῖς κύκλῳ ἡμῶν. Γείτονας κύκλῳ κατοικοῦντας τοὺς ἀλλοφύλους καλεῖ, καὶ Ἰδουμαίους, καὶ Μωαβίτας, καὶ Ἀμμανίτας, καὶ τοὺς ἄλλους πλησιοχώρους, οἷς ἐπί χαρτοι γεγόνασι πολεμούμενοι. 80.1184 ιεʹ. "Ἔθου ἡμᾶς εἰς παραβολὴν τοῖς ἔθνεσι, κί νησιν κεφαλῆς