121
τυχὸν δυνατόν. ιδʹ, ιεʹ. "Σὺ δὲ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου. Ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι 80.1276 ἐδέσματα. Ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ἐπορεύθημεν ἐν ὁμο νοίᾳ." Πάντων ἀνιαρώτατον εἶναί μοι δοκεῖ, τὸν ἄνδρα συνήθη, καὶ ὁμογνώμονα, καὶ ὁμοτράπεζόν μοι, καὶ σύσσιτόν μοι γεγενημένον, καὶ θείων μοι καὶ ἀνθρωπείων κεκοινωνηκότα πραγμάτων, τὰ δυσμενῶν δρᾶσαι καὶ πολεμίων· σαφῶς δὲ διὰ τού των ἡμῖν τῶν λόγων ἡ προφητικὴ χάρις τὸν προδό την Ἰούδαν διέγραψεν, ἡγεμόνα μὲν ὑπὸ τοῦ βα σιλέως χειροτονηθέντα Χριστοῦ ("Καταστήσεις γὰρ αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν,") τραπέζης δὲ αὐτῷ καὶ μυστικῶν κεκοινωνηκότα λόγων, ὄργανον δὲ τῶν ἐπιβουλευόντων γεγενημένον. Ἀντὶ μέν τοι τοῦ ἡγεμών μου, ὁ Σύμμαχος, συνήθης μου ἡρμή νευσεν. Ταῦτα δὲ τῷ μακαρίῳ οὐδαμῶς ἁρμόττει ∆αβίδ· οὐδεὶς γὰρ αὐτὸν, ὑπὸ τοῦ Σαοὺλ διωκόμε νον, τῶν εὐνουστάτων προδέδωκεν. Οὔτε γὰρ ὁ ∆ωὴκ, οὔτε οἱ Ζιφαῖοι, τῶν γνησίων αὐτοῦ φίλων ἐτύγχα νον. Τῇ δὲ τῶν Εὐαγγελίων ἱστορίᾳ ἡ προφητικὴ συμβαίνει· "Ὁ ἐσθίων, φησὶ, μετ' ἐμοῦ τὸν ἄρ τον, ἐπῆρεν ἐπ' ἐμὲ τὴν πτέρναν αὑτοῦ." Οὕτω τὴν προδοσίαν προαγορεύσας, καὶ τὸν αἰφνίδιον αὐτοῦ θάνατον προθεσπίζει. [Καὶ μέχρι νῦν ἔστιν ἰδεῖν τὸν αὐτὸν δόλον καὶ φόνον παρά τισι πλεονάζοντα, ὡς ἡ τῶν πραγμάτων ἡμᾶς ἔκβασις πείθει. Οὐ μόνον γὰρ τῶν ἁλῶν κοινωνοῦντες προδιδόασι τοὺς παρέχοντας τούτους, ἀλλὰ γὰρ καὶ τῶν θείων καὶ ἀποῤῥήτων μυ στηρίων μέτοχοι γενόμενοι ἀλλήλους οὐ μόνον προ διδόασιν, ἀλλὰ καὶ θανάτους κατασκευάζουσι, καὶ τοῦτο ὅρκων μεσιτευόντων. Καὶ ὁ μὲν Παῦλος οὐ παύεται διαμαρτυρόμενος ἐν πάσῃ τῇ οἰκουμένῃ τοῖς διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι· τὸν ὅρκον λέγω καὶ τὴν πίστιν· τινὲς δὲ οὐκ οἶδ' ὅπως μετατιθέναι πειρῶνται τὰ ἀμφότερα· μᾶλλον δὲ μετατεθείκασι, μήτε πρὸς τοὺς εὐεργέτας, μήτε περὶ τὴν πίστιν, μήτε εἰς αὐτὸν τῶν πάντων ∆εσπότην ὀρθὸν σκοπὸν φυλάττοντες. ∆ιὸ δὴ τὸ προ φητικὸν Πνεῦμα ἀποφαινόμενον κατ' αὐτῶν οὕτως ἔφη·] ιʹ. "Ἐλθέτω δὴ θάνατος ἐπ' αὐτούς· καὶ κατα βήτωσαν εἰς ᾅδου ζῶντες." [Τοιαύτην αὐτοῖς ἀπειλεῖ τὴν ψῆφον βουλόμενος ἀναστεῖλαι τὴν πονη ρὰν αὐτῶν γνώμην.] Τοιοῦτο δὲ τοῦ βίου τὸ τέλος ἐδέξατο· τῇ γὰρ ἀγχόνῃ τὴν δέρην προσδήσας, σύν τομον ὑπέμεινε θάνατον· τοιαύταις καὶ οἱ Ἰου δαῖοι μετὰ τὸν σταυρὸν περιέπεσον συμφοραῖς, τῷ Ῥωμαϊκῷ παραδοθέντες πολέμῳ. Οὐ γὰρ τῷ νόμῳ τῆς φύσεως ὑπεξῆλθον τὸν βίον, ἀλλ' ὅπλοις πολε μικοῖς κατακοντιζόμενοι. [Εἰ δὲ καί τις τῶν φαύ 80.1277 λων δόξαιεν κοινῷ θανάτῳ καταλύειν τὸν βίον, μετὰ τὴν ἔνθεν ἀνάστασιν διπλῆν τὴν κατ' αὐτοῦ δέξεται τιμωρίαν. "Τινῶν γὰρ, φησὶν, ἀνθρώπων αἱ ἁμαρτίαι πρόδηλοι, προάγουσιν εἰς κρίσιν· τισὶ δὲ καὶ ἐπ ακολουθοῦσιν."] Εἶτα δείκνυσι τῆς τιμωρίας τὸ δίκαιον. "Ὅτι πονηρία ἐν ταῖς παροικίαις αὐτῶν ἐν μέσῳ αὐτῶν. [Ἀντὶ τοῦ εἰς τὸ μέσον, εἰς αὐτὴν τὴν καρδίαν πονηρία βλαστήσασα τὴν θανατικὴν τῆς τιμωρίας αὐτοῖς ἐπάγει ψῆφον.] Παροικίαν δὲ καλεῖ τὴν παροῦσαν ζωὴν, ἐν ᾗ παροικοῦμεν οὐ κατοικοῦ μεν. [Καὶ μακάριοι οἱ παροικίαν ἡγούμενοι τὸν παρόντα βίον καὶ μὴ κατοικίαν. Εἶτα εἰρηκὼς τὰ παρὰ τῶν παρανόμων, εἰς τοὺς ἀδικουμένους καὶ μὴ ἐγκαταλιμπανομένους παρὰ τῆς ἄνωθεν ῥοπῆς μετατίθησι τὸν λόγον ὁ Προφήτης.] ιζʹ. "Ἐγὼ πρὸς τὸν Θεὸν ἐκέκραξα, καὶ ὁ Κύριος εἰσήκουσέ μου." [Οὐ γὰρ μόνον τὸν Πατέρα, φησὶ, παρακαλεῖν μεμάθηκα, ἀλλὰ γὰρ καὶ τὸν μονογενῆ αὐτοῦ Υἱὸν, τὸν διὰ πολλὴν φιλανθρωπίαν, μικρὸν ὕστερον ἐξ ἐμοῦ τὴν κατὰ σάρκα οἰκονομίαν μέλλοντα καταδέχεσθαι. ∆ιὸ δὴ] ιηʹ. "Ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας δι ηγήσομαι, καὶ ἀπαγγελῶ καὶ εἰσακούσεται τῆς φωνῆς μου." [Ταύτης δὲ δεχθείσης παρὰ τοῦ φιλανθρώπου,] ιθʹ. "Λυτρώσεται ἐν εἰρήνῃ τὴν ψυχήν μου ἀπὸ ἐγγιζόντων μοι, ὅτι ἐν πολλοῖς ἦσαν σὺν ἐμοί." Τὴν ἐνδελεχῆ μου, φησὶν ὁ ∆αβὶδ, θεώμε νος προσευχὴν, τὴν νύκτωρ καὶ μεθ' ἡμέραν παρ' ἐμοῦ προσφερομένην, ἀπαλλάξει με τῶν πολεμούν των, καὶ χαριεῖται εἰρήνην.