81
διδάσκει λοιπὸν, πῶς ἔνεστι τὴν τῷ Θεῷ φίλην κατορθῶσαι δικαιοσύνην. λʹ, λαʹ. "Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν. Ὁ νόμος τοῦ Θεοῦ ἐν καρδίᾳ αὐτοῦ, καὶ οὐχ ὑποσκελισθήσεται διαβή ματα αὐτοῦ." Προσήκει, φησὶ, κἀν τῇ γλώττῃ, κἀν τῇ διανοίᾳ τὰ θεῖα λόγια περιφέρειν, καὶ τὴν τούτων μελέτην ποιεῖσθαι διηνεκῶς. Οὕτω γὰρ τὸ πρακτέον μανθάνων ὁ τῆς ἀρετῆς ἐραστὴς, ἀτρεμὴς μενεῖ καὶ ἀσάλευτος, τῶν καταβαλεῖν ἐπιχειρούν των περιγινόμενος. Ταῦτα καὶ ἐν τῷ πρώτῳ ἔφη ψαλμῷ· "Ἀλλ' ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός·" καὶ τὰ ἑξῆς. 80.1136 λβʹ, λγʹ. "Κατανοεῖ ὁ ἁμαρτωλὸς τὸν δίκαιον, καὶ ζητεῖ τοῦ θανατῶσαι αὐτόν. Ὁ δὲ Κύριος οὐ μὴ ἐγκαταλείπῃ αὐτὸν εἰς τὰς χεῖρας αὐτοῦ, οὐδὲ μὴ καταδικάσηται αὐτὸν ὅταν κρίνηται αὐτῷ." ∆ιαφόρως τὰ αὐτὰ λέγει, τῇ πλείονι μελέτῃ μονι μωτέραν κατασκευάζων τὴν μνήμην. Λέγει δὲ ὡς οὐ περιόψεται τὸν δίκαιον ὁ ∆εσπότης ἐπιβουλευόμε νον ὑπὸ τῶν πονηρῶν, οὐδὲ συμψηφιεῖται αὐτοῖς τὰ τοιαῦτα τολμῶσιν, ἀλλ' ὑπερπηδῆσαι παρασκευάσει τὰ δίκτυα. Ταύτης ἀπέλαυσεν Ἀβραὰμ τῆς προ νοίας, δὶς ἁρπαγείσης τῆς Σάῤῥας· ταύτης ὁ Ἰσαὰκ αὐτὸ τοῦτο παθών· ταύτης ὁ Ἰακὼβ ὑπ' ἀδελφοῦ καὶ κηδεστοῦ φθονηθείς· ταύτης ὁ Ἰωσὴφ ὑπὸ φθόνου καὶ συκοφαντίας πολεμηθείς. Καὶ τί δεῖ καταλέγειν πάντα; Ῥᾴδιον γὰρ τοῖς φιλομαθέσι, καὶ τὰ πάλαι συλλέξαι, καὶ θεωρῆσαι τὰ νέα. λδʹ. "Ὑπόμεινον τὸν Κύριον, καὶ φύλαξον τὴν ὁδὸν αὐτοῦ, καὶ ὑψώσει σε, τοῦ κατακληρονομῆσαι τὴν γῆν, ἐν τῷ ἐξολοθρεύεσθαι ἁμαρτωλοὺς, ὄψει." Ταῦτα τοίνυν μεμαθηκὼς, τὴν θείαν πρόσμενε ψῆ φον, καὶ τοὺς κειμένους φύλαττε νόμους. Οὕτω γὰρ καὶ ἐν τῷ παρόντι βίῳ γενήσῃ περίβλεπτος, καὶ ἐν τῷ μέλλοντι τῶν μονίμων ἀγαθῶν ἀπολαύσῃ, καὶ ὄψει τῶν ἁμαρτωλῶν τὸ τρισάθλιον τέλος. Εἶτα ἐπειδὴ πολλοὺς ἀνιᾷ τὸ μὴ νῦν ὁρᾷν τῶν ἀδίκων τὴν τιμωρίαν, ἀλλ' ἀναμένειν χρόνον μακρὸν, εἰκότως ἀπὸ τῶν γεγενημένων πιστοῦται τὰ μέλ λοντα. λεʹ, ιʹ. "Εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον, ὡς τὰς κέδρους τοῦ Λιβάνου. Καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν· καὶ ἐζήτησα αὐτὸν, καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ." Εἶδε γὰρ ὁ μέγας ∆α βὶδ καὶ τῆς τοῦ Σαοὺλ βασιλείας τὸ τέλος, καὶ τῆς τοῦ Ἀβεσσαλὼμ τυραννίδος τὸν ὄλεθρον, καὶ Ναὰς τοῦ Ἀμμανίτου καὶ τὴν ὑπερηφανίαν καὶ τὴν ἀπώλειαν, καὶ τοῦ ἀλλοφύλου Γολιὰθ σὺν τῷ τύφῳ τὸν θάνατον· καὶ ἄλλων αὖ πρὸς τούτοις οὐκ ὀλί γων καὶ τὴν ἀλαζονείαν, καὶ τὴν ὑπερηφανίαν, καὶ τὴν πανωλεθρίαν. Εἰκότως τοίνυν τοῖς ἀκάρποις δένδροις τὴν ἐκείνων εὐημερίαν ἀπείκασε. Φρούδους δὲ ἔφη γεγενῆσθαι οὐ μόνον αὐτοὺς, ἀλλὰ καὶ τοὺς ἐκείνων τόπους· διὰ τούτων δὲ τὴν μνήμην ἐδήλωσεν. Εἶτα πάλιν εἰσήγησιν εἰσφέρει καὶ συμ βουλήν. λζʹ. "Φύλασσε ἀκακίαν, καὶ ἴδε εὐθύτητα, ὅτι ἐστὶν ἐγκατάλειμμα ἀνθρώπῳ εἰρηνικῷ." Τοῦτο δὲ ὁ Σύμμαχος οὕτως ἔφη· Φύλασσε ἁπλότητα, καὶ ὅρα εὐθὺ, ὅτι ἐστὶ μέλλοντα ἀνθρώπῳ εἰρη νικῷ. Μὴ ἀποβλέψῃς, φησὶν, εἰς τὰ παρόντα λυπη ρὰ, ἀλλὰ προσδέχου τὰ μέλλοντα. Ἔστι γὰρ καιρὸς, ἐν ᾧ τοῖς ἁπλότητι καὶ εὐθύτητι κεχρημένοις ἀποδο θήσεται ὁ προσήκων μισθός. 80.1137 ληʹ. "Οἱ δὲ παράνομοι ἐξολοθρευθήσονται ἐπὶ τὸ αὐτό· τὰ ἐγκαταλείμματα τῶν ἀσεβῶν ἐξολοθρευ θήσεται." Τοῦτο πάλιν ὁ Σύμμαχος οὕτως εἴρηκεν· Οἱ δὲ ἀθετοῦντες ἐξαλειφθήσονται ὁμοῦ, τὰ ἔσχατα τῶν ἀνόμων ἐκκοπήσεται. Ἐν ἐκείνῳ, φησὶ, τῷ καιρῷ, καὶ οὗτοι τὰ ἐπίχειρα δέξονται, καὶ κοινὸν ὑπομενοῦσιν ὄλεθρον. λθʹ, μʹ. "Σωτηρία δὲ τῶν δικαίων παρὰ Κυρίου, καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν ἐν καιρῷ θλίψεως. Καὶ βοηθήσει αὐτοῖς Κύριος, καὶ ῥύσεται αὐτοὺς, καὶ ἐξελεῖται αὐτοὺς ἐξ ἁμαρτωλῶν, καὶ σώσει αὐτοὺς, ὅτι ἤλπισαν ἐπ' αὐτόν." Οἱ δὲ τῆς δι καιοσύνης ἐργάται τῆς θείας ῥοπῆς ἀπολαύσονται, καὶ σωτηρίας τεύξονται, καὶ τῶν ἀδικεῖν πειρωμέ νων περιγενήσονται, ἅτε δὴ ἀκραιφνῆ τὴν περὶ αὐ τῶν ἐλπίδα κτησάμενοι.