105
πορθμευθῆναι τὸ σωτήριον κήρυγμα, καὶ γνῶναι πάντας ἀνθρώπους, ὅτι οὗτος ἡμῶν καὶ Θεὸς καὶ Κύριος, καὶ ποιμὴν ἀγαθὸς, καὶ αἰώνιος. Ἐπειδὴ γὰρ εἶπε, "Καταδιέλεσθε τὰς βάρεις αὐτῆς," καὶ τὸ ποιμαίνειν αὐτοῖς ἐνεχείρισεν, ἀναγκαίως ἐδί δαξεν, ὅτι εἷς ὁ ποιμὴν ὁ καλὸς, ὁ τὴν ψυχὴν αὐτοῦ τεθεικὼς ὑπὲρ τῶν προβάτων, εἰς αἰῶνα ποιμαί νων, καὶ ποιμαίνων οὐ μόνον τὰ πρόβατα, ἀλλὰ καὶ τοὺς τῶν προβάτων καλουμένους νομέας.
ΕΡΜΗΝ. ΤΟΥ ΜΗʹ ΨΑΛΜΟΥ. αʹ. "Εἰς τὸ τέλος, τοῖς υἱοῖς Κορὲ ψαλμός." Ὁ θεῖος τῶν ἀποστόλων χορὸς καὶ
ἤδη τοῖς ἔθνεσι παρηγγύ ησε τὸν ἐπινίκιον ὕμνον προσενεγκεῖν τῷ Θεῷ· καὶ νῦν ὡσαύτως τοῖς αὐτοῖς ἔθνεσι προσφέρει παραίνε σιν, προσθεῖναι τῇ πίστει τοῦ βίου τὴν ἀρετήν. Καὶ διδάσκει τοῦ πλούτου τὸ μάταιον, καὶ τῆς τοῦ κόσμου σοφίας τὸ ἀκερδές. Προλέγει δὲ καὶ τὴν ἐσομένην κρίσιν, καὶ τὴν ἀξίαν ἀντίδοσιν. ∆ιὰ τοῦτο καὶ εἰς τὸ τέλος ὁ ψαλμὸς ἐπιγέγραπται, ὡς παντὸς τοῦ βίου τὸ τέλος προαγορεύων. βʹ. "Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη, ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην." Ὅτι μό νοις Ἰουδαίοις οἱ προφῆται διδασκαλίαν προσ έφερον, παντί που δῆλον· ἀλλ' ἐνταῦθα ὁ προφητικὸς λόγος τὴν οἰκουμένην πᾶσαν εἰς ἀκρόασιν συνεγεί ρει. Τοῦτο δὲ τῆς ἀποστολικῆς χάριτος ἴδιον· αὐ τοῖς γὰρ τὴν τῶν ἁπάντων ἐθνῶν ὁ ∆εσπότης Χριστὸς ἐνεχείρισε σωτηρίαν. "Πορευθέντες γὰρ, φησὶ, μαθητεύσατε πάντα τὰ ἔθνη." ∆ῆλον τοίνυν ὡς ἐξ αὐτῶν οἱ λόγοι προσφέρονται, οὐκ Ἰουδαίοις μόνοις, οὐδὲ τοῖσδε ἢ τοῖσδε τοῖς ἔθνεσιν, ἀλλὰ πάσῃ τῇ τῶν ἀνθρώπων φύσει. γʹ. "Οἵ τε γηγενεῖς, καὶ υἱοὶ τῶν ἀνθρώπων." Τινὲς γηγενεῖς τὸν Ἀδὰμ καὶ τὴν Εὔαν ἐκάλεσαν, ὡς ἐκ γῆς διαπλασθέντας, καὶ οὐκ ἐκ συνουσίας φύν τας. Ἀλλὰ πόῤῥω τῆς ἀληθείας ὁ λόγος. Οὐ γὰρ τοῖς ἤδη τετελευτηκόσιν, ἀλλὰ τοῖς ἔτι ζῶσι προσφέ 80.1220 ρουσι τὴν παραίνεσιν. Τοὺς διαφόρους τοίνυν αἰνίτ τεται βίους· οἱ μὲν γὰρ τὰς πόλεις οἰκοῦσιν, οἱ δὴ ἀγροὺς καὶ κώμας, περὶ τὴν γεωργίαν ἐσχολακό τες. Καὶ οἱ μὲν γὰρ ἡμερώτεροι τῶν ἀνθρώπων, οἱ δὲ ἀγριώτεροι· καὶ οἱ μὲν λογικώτερον ζῶσιν, οἱ δὲ θηριωδέστερον τὰς ἐρήμους οἰκοῦσιν· οἱ μὲν ἁμαξόβιοι προσαγορευόμενοι, οἱ δὲ σκηναῖς ἀντ' οἰκιῶν κεχρημένοι. Τούτους οἶμαι γηγενεῖς ὀνομά ζεσθαι, ὡς τῆς λογικωτέρας ἀφεστηκότας ζωῆς. Ἀντὶ τοῦ, Ἅπαντες ἄνθρωποι, τῶν λεγομένων ἀκούσατε, ἀστοὶ καὶ χωριτικοὶ, ἡμερώτεροι καὶ ἀγριώτεροι, καὶ κοινῇ πάντες καὶ ἰδίᾳ. Οὕτω γὰρ καὶ ὁ Σύμμαχος ἡρμήνευσεν. Ἀντὶ γὰρ τοῦ, οἱ γηγενεῖς καὶ υἱοὶ τῶν ἀνθρώπων, ἡ ἀνθρωπότης, εἶπε, καὶ προσέτι υἱοὶ ἑκάστου ἀνδρὸς, ἀντὶ τοῦ, Καὶ κοινῇ ἡ φύσις ἀκουσάτω τῶν λεγομένων, καὶ ἰδίᾳ ἕκαστος τὴν ὠφέλειαν καρπούσθω. "Ἐπὶ τὸ αὐτὸ πλούσιος καὶ πένης." Κατὰ τ' αὐτὸ καὶ οἱ πλούτῳ κομῶντες, καὶ οἱ πενίᾳ συζῶντες, τὴν παραί νεσιν δέξασθαι. Πλούτου γὰρ καὶ πενίας ὁ διδασκα λικὸς λόγος οὐκ οἶδε διαφοράν. δʹ, εʹ. "Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέ τη τῆς καρδίας μου σύνεσιν. Κλινῶ εἰς παραβολὴν τὸ οὖς μου· ἀνοίξω ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου." Σοφίας, φησὶ, μεστὰ τὰ παρ' ἐμοῦ προσφερόμενα ῥήματα· μεμάθηκα δὲ ταῦτα τοῖς ἐν βάθεσι κε κρυμμένοις τοῦ Κυρίου λόγοις τὴν ἀκοὴν ὑποθείς. Ἃ δὲ διὰ τῆς ἀκοῆς ἐδεξάμην, ταῦτα ὡς δι' ὀργάνου προφέρω τῆς γλώττης. Βούλεται δὲ εἰπεῖν, ὅτι Οὐδὲν ἴδιον φθέγγομαι, ἀλλὰ τῆς θείας εἰμὶ χάριτος ὄρ γανον. Παραβολὰς δὲ καλεῖ τοὺς αἰνιγματώδεις λόγους. Καὶ γὰρ ὁ Κύριος παραβολικῶς τοῖς ὄχλοις διαλεγόμενος, τοῖς ἀποστόλοις κατ' οἶκον τούτων τὰς ἑρμηνείας προσέφερεν. [∆ιὸ ἐξ αὐτῶν τοῦ προσώπου καὶ οἱ ἔμπροσθεν ἀνεφωνοῦντο ψαλμοί. Ὁ τοίνυν χορὸς ὁ ἀποστολικὸς τὴν σοφίαν τοῦ Θεοῦ, δηλαδὴ τὸν Χριστόν· Χριστὸς γὰρ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία· διὰ στόματος φέρων, ἔλεγε, "Τὸ στό μα μου λαλήσει σοφίαν·" ἐπειδὴ τὸν Χριστὸν θεο λογοῦντες εἰς πᾶν γένος ἀνθρώπων ἐκήρυττον τῷ ἑαυτῶν στόματι. Τὰ δὲ τῆς διανοίας αὐτῶν οὐδὲν ἕτερον ἢ