295
αὐτῆς, καὶ ὁ Κύριος κύκλῳ τοῦ λαοῦ αὑτοῦ." Καθάπερ γὰρ τὰ ὄρη τὴν πόλιν κυ κλοῖ, οὕτως ἡ θεία κηδεμονία τὸν εὐσεβῆ περι φράττει λαόν· "Ἀπὸ τοῦ νῦν, καὶ ἕως τοῦ αἰῶνος." Οὐ γὰρ πρόσκαιρος ἡ τοῦ Θεοῦ δύναμις, ἀλλ' αἰώ νιος, καὶ ταύτης ἀξιοῖ τοὺς τὴν θεραπείαν αὐτοῦ περὶ πολλοῦ ποιουμένους. γʹ. "Ὅτι οὐκ ἀφήσει Κύριος τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν δικαίων." Καὶ τοὺς Ἀσσυρίους ῥάβδον θυμοῦ διὰ Ἡσαΐου τοῦ προφήτου προσηγόρευσεν ὁ Θεὸς, "Οὐαὶ γὰρ, φη σὶν, Ἀσσυρίοις, ἡ ῥάβδος τοῦ θυμοῦ μου, καὶ τῆς ὀργῆς μου, ἐν ταῖς χερσὶν αὐτῶν. Τὴν ὀργήν μου εἰς ἔθνος ἄνομον ἀποστελῶ, καὶ τῷ ἐμῷ λαῷ συντάξω ποιῆσαι σκῦλα, καὶ προνομήν." Ἀντὶ τοῦ, Καθάπερ τινὶ ῥάβδῳ τοῖς Ἀσσυρίοις κεχρημένος, τοὺς ἀξίους παιδεύω. Λέγει τοίνυν ὁ προφήτης καὶ ἐνταῦθα, ὅτι δικαίᾳ κεχρημένος ψήφῳ τῶν ὅλων ὁ Κύριος, οὐ συγχωρήσει τῶν παρανόμων τὴν ῥάβδον τῇ τῶν δικαίων ἐπενεχθῆναι συμμορίᾳ. Εἶτα καὶ τὴν αἰτίαν διδάσκει. "Ὅπως ἂν μὴ ἐκτείνωσιν οἱ δίκαιοι ἐν ἀνομίαις χεῖρας αὐτῶν." Ἵνα μὴ νο μίσαντες, φησὶν, οἱ τοῦ προσήκοντος ἐπιμελού μενοι ἄτακτα εἶναι πάντα καὶ ἀκυβέρνητα, ῥέψωσιν ἐπὶ τὸ χεῖρον, καὶ τὴν ἐντεῦθεν ἑλκύσωσι βλάβην. δʹ. "Ἀγάθυνον, Κύριε, τοῖς ἀγαθοῖς, καὶ τοῖς εὐ θέσι τῇ καρδίᾳ." ∆είξας τοῦ Θεοῦ τὸ δίκαιον, δι καίαν ποιεῖται τὴν δέησιν· ἱκετεύει γὰρ τῶν ἴσων τυχεῖν τοὺς ἀγαθοὺς ἀντιδόσεων. Τοῦτο δὲ καὶ ὁ Κύριος ἔφη· "Ὧ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν." Καί· Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται." εʹ. "Τοὺς δὲ ἐκκλίνοντας εἰς τὰς στραγγαλιὰς ἀπάξει Κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνο μίαν." Τὰς στραγγαλιὰς ὁ μὲν Ἀκύλας διαπλο κὰς ἡρμήνευσε, σκολιότητας δὲ ὁ Σύμμαχος, ὁ δὲ Θεοδοτίων διεστραμμένα. Ἤτησε μέντοι οὐδὲν ἄδικον ὁ Προφήτης· ἀλλὰ τοὺς μὲν ἀγαθοὺς ἀγαθῶν ἀπο λαῦσαι, τοὺς δὲ τὴν θείαν καταλιπόντας ὁδὸν, καὶ στραγγαλιαῖς καὶ διαπλοκαῖς κεχρημένους, τὸ κατ άλληλον τέλος εὑρεῖν. "Εἰρήνη ἐπὶ τὸν Ἰσραήλ." Ἐκείνων δὲ δεξαμένων τὸν ὄλεθρον, οὗτοι τῆς εἰρή νης ἀπήλαυσαν. Προσήκει μέν τοι εἰδέναι, ὡς ταύ της ἀπήλαυσε τῆς προσηγορίας ὁ Ἰακὼβ τῆς θείας ἀξιωθεὶς θεωρίας. Ὁμωνύμους τοιγαροῦν ἔχει τοὺς ὁμοτρόπους, καὶ καθαρὰν πίστιν κεκτημένους καὶ ψυχήν. Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ οὗτοι Ἰσραὴλ, ἀλλ' οἱ τοῦ Ἰσραὴλ ἀσπαζόμενοι τὴν εὐσέβειαν. 80.1889
ΕΡΜΗΝ. ΤΟΥ ΡΚΕʹ ΨΑΛΜΟΥ. αʹ. "Ὠδὴ τῶν ἀναβαθμῶν." Ἅπαντας μὲν ὁ Κύρος βασιλεύσας ἐπανελθεῖν
Ἰουδαίους προσέταξε, μοχθηρὰν δὲ οἱ πλείους ἔχοντες γνώμην, καὶ εἰς ἅπαντα τοῖς θείοις ἀντιτείνοντες νόμοις, ἐπανελθεῖν οὐκ ἠθέλησαν. Ὅσοι δὲ τῆς προγονικῆς εὐσεβείας ἐπεμελοῦντο, καὶ τῆς κατὰ νόμον λατρείας ἐπεθύ μουν, ἀσπασίως ἐποιήσαντο τὴν ἐπάνοδον. Οὗτοι τοίνυν ἐν τῷδε τῷ Ψαλμῷ τὴν οἰκείαν ἐλευθερίαν ὁρῶντες γεγήθασιν· εὔχονται δὲ ταύτης καὶ τοὺς ὁμοφύλους τυχεῖν. "Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιὼν, ἐγενήθημεν ὡσεὶ παρακεκλημέ νοι." Τὸ ὡς ἐπιτάσεως ἐνταῦθα σημαντικόν. Πολλῆς, φησὶν, ἀπηλαύσαμεν θυμηδίας, λύσαντος τοῦ Θεοῦ τῆς τιμωρίας τὸν ὅρον, καὶ τὴν ἐλευθερίαν τοῖς αἰχμαλώτοις δωρησαμένου. βʹ. "Τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν, καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως." Εὐθὺς γὰρ ὑπὸ τῆς θυμηδίας διαχυθέντες ἐκινήσαμεν εἰς ὑμνῳδίαν τὰς γλώττας. Τὴν γὰρ ἀγαλλίασιν ὁ μὲν Ἀκύλας αἴ νεσιν, ὁ δὲ Σύμμαχος εὐφημίαν, ἡρμήνευσαν. "Τότε ἐροῦσιν ἐν τοῖς ἔθνεσιν, Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μετ' αὐτῶν." Τοῦτο δὲ ἡμᾶς πολυθρυλλή τους παρὰ πᾶσιν ἀπέφηνεν. Ἅπαντες γὰρ τὴν τοῦ Θεοῦ μεγαλουργίαν θαυμάζουσιν, ὅτι τῆς πικρᾶς ἡμᾶς ἐκείνης δουλείας ἀπήλλαξε· καὶ ἡμεῖς μέν τοι βοῶμεν· γʹ. "Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μεθ' ἡμῶν, ἐγενήθημεν εὐφραινόμενοι." Ἄτοπον γὰρ τοὺς μὲν τῆς θείας γνώσεως ἐστερημένους τὴν εἰς ἡμᾶς γε γενημένην θαυμάζειν φιλανθρωπίαν, ἡμᾶς δὲ τοὺς τῆς εὐεργεσίας