150
Προλέγει δὲ τοῦ παναγίου Πνεύματος τὴν ἐπιφοίτη σιν, τὴν κατὰ τὴν ἡμέραν τῆς Πεντηκοστῆς γενομέ νην, καθ' ἣν αὐτοὶ τῆς τῶν γλωσσῶν διαφορᾶς τὴν χάριν ἐδέξαντο. Λέγει τοίνυν, ὡς κατ' ἐκεῖνον τὸν καιρὸν, ἐν ᾧ τὴν τῆς οἰκουμένης αὐτοῖς διαιρεῖ βα σιλείαν, καὶ τῷ μὲν τούτων τῶν ἐθνῶν, τῷ δὲ ἐκείνων προστάττειν κελεύει, λαμπρυνεῖ αὐτοὺς, καὶ χιόνι δείξει παραπλησίους· προλέγει δὲ καὶ τὸν τόπον, ἐν ᾧ ταῦτα γενήσεται. Σελμὼν γὰρ τὴν Ἱερουσαλὴμ ὠνόμασεν· ἐν ἐκείνῃ γὰρ διάγων ὁ τῶν ἀποστόλων χορὸς, τῆς τοῦ παναγίου Πνεύματος ἀπ ήλαυσε χάριτος. ιʹ. "Ὄρος τοῦ Θεοῦ, ὄρος πῖον, ὄρος τετυρω μένον, ὄρος πῖον." Οὓς ἐκάλεσε ζῶα, καὶ εὐαγ γελιστὰς, καὶ βασιλεῖς, καὶ ὄρος ὀνομάζει. Οὕτω καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἔφη· "Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη·" οὕτω καὶ ὁ Ἡσαΐας βοᾷ· "Ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου." Πῖον δὲ αὐτὸ καὶ τετυρωμένον καλεῖ, ὡς πολλὴν τροφὴν ταῖς ἐν αὐτῷ νεμομέναις ἀγέλαις παρέχον, καὶ πολλὴν ὑπὸ τῆς θείας χάριτος δεξάμενον τὴν πιό τητα. ιζʹ. "Ἱνατί ὑπολαμβάνετε ὄρη τετυρωμένα; τὸ ὄρος ὃ εὐδόκησεν ὁ Θεὸς κατοικεῖν ἐν αὐτῷ." Ὁ δὲ Ἀκύλας οὕτως· Εἰς τί ἐρίζετε, ὄρη ὠφρυωμένα, τὸ ὄρος ὃ ἐπεθύμησε ὁ Θεὸς τοῦ καθίσαι ἐπ' αὐ τό; Πρὸς Ἰουδαίους ὁ προφητικὸς ἀποτείνεται λό γος, καὶ πρὸς τοὺς παρανόμους τῶν αἱρετῶν συλ λόγους· οἳ Ἐκκλησίας σφᾶς ἑαυτοὺς ὀνομάζουσι· καί φησι, Τί ποτε ἐρίζειν καὶ παρισοῦσθαι ἀλα 80.1388 ζονεύεσθε τῷ ὄρει, ὃ οἰκητήριον ἀπέφηνεν ὁ Θεός, "Καὶ γὰρ ὁ Κύριος κατασκηνώσει εἰς τέλος." Οὐ γὰρ ὡς παρ' ὑμῖν, ὦ Ἰουδαῖοι, ῥητόν τινα ᾤκησε χρόνον, οὕτως καὶ ἐν τούτῳ διάξει· ἀλλ' αἰώνιον ἐν τούτῳ σχήσει τὴν οἴκησιν. Τοῦτο γὰρ δηλοῖ τὸ, εἰς τέλος. ιηʹ. "Τὸ ἅρμα τοῦ Θεοῦ, μυριοπλάσιον χιλιάδες εὐθηνούντων." Οὐ γὰρ ὡς παρ' ὑμῖν, ὦ Ἰου δαῖοι, ὀλίγους ἔσχεν ἁγίους, ὧν ἐπέβη, καὶ οἷς ἐκοι νώνησεν, οὕτω καὶ νῦν σχήσει. Μυριοπλάσιοι γὰρ ἐκείνων, οἱ τῆς θείας ἐπιβάσεως ἄξιοι. Καὶ ἀριθμοῦ κρείττους χιλιάδας καὶ μυριάδας εὐθηνούντων, καὶ καρποφορούντων τῷ Θεῷ τὴν εὐσέβειαν, ἡ νέα ἔχει κληρονομία, ἰθυνομένας καὶ τῶν στεφάνων ἀξιου μένας, καὶ ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως ἐπει γομένας. "Κύριος ἐν αὐτοῖς, ἐν Σιναῒ, ἐν τῷ ἁγίῳ" Ὁ ἐν τῷ Σινᾷ, φησὶ, τοῖς ἡμετέροις προγόνοις ἐπι φανεὶς, αὐτὸς καὶ τούτους ἡνιοχεῖ. Οὐ γὰρ ἄλλος ἐκεῖνος, καὶ ἄλλος οὗτος. "Ὁ γὰρ αὐτὸς Κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν." Οὕτω δείξας ὁ προφητικὸς λόγος κατα βεβηκότα, καὶ καταλύσαντα τῶν πολεμίων τὸ στίφος, δείκνυσιν αὐτὸν ἀνιόντα, καὶ τοῖς πάλαι αἰχμαλώ τοις τὴν ἐλευθερίαν δωρούμενον. ιθʹ. "Ἀνέβης εἰς ὕψος, ᾐχμαλώτευσας αἰχμαλω σίαν." Ἡ ἀνάβασις δηλοῖ τὴν κατάβασιν· καὶ μάρτυς ὁ Ἀπόστολος λέγων· "Τὸ δὲ ἀνέβη, τί ἐστιν, εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον εἰς τὰ κατώτερα μέρη τῆς γῆς; Ὁ καταβὰς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν." Ἠχμαλώτευσε δὲ αἰχμαλωσίαν, τοὺς πάλαι γεγενημένους αἰχμαλώτους ἀπολαβών· καὶ οἱονεὶ ἀνταιχμαλωτίσας, καὶ τὴν ἐλευθερίαν αὐτοῖς δωρησάμενος. "Ἔλαβες δόματα ἐν ἀνθρώποις." Ὁ Ἀπόστολος ἔδωκεν εἴρηκεν· ἀμφότερα δὲ γεγένηνται. Λαμβάνων γὰρ παρὰ τῶν προσιόντων τὴν πίστιν, δωρεῖται τὴν χάριν. [Οὕτω γὰρ ὁ τῶν ἀποστόλων πιστεύσας χορὸς, ὅτι Θεὸς ἐκ Θεοῦ ὑπάρχει, τῆς τῶν οὐρανῶν βασιλείας κληρονόμος ἀνεδείχθη· οὕτω μυριάδες τῶν ἀθλοφό ρων καὶ τῶν ἐπὶ πολιτείᾳ σεμνῶς βιοτευσάντων ὑπὲρ Θεοῦ ποιούμενοι τοὺς λόγους ἐδοξάσθησαν.] "Καὶ γὰρ ἀπειθοῦντας τοῦ κατασκηνῶσαι." Τοῦτο σαφέστε ρον ὁ Ἀκύλας ἡρμήνευσε, καίπερ ἀπειθεῖς τοῦ κατα σκηνῶσαι. Οὐκ ἀπέβλεψας, φησὶν, εἰς τὴν προτέ ραν αὐτῶν ἀπείθειαν· ἀλλὰ καὶ ἀντιλέγοντας ὁρῶν, ἐπέμεινας εὐεργετῶν, ἕως αὐτοὺς οἰκητήριον οἰκεῖον ἀπέφῃνας. 80.1389 κʹ. "Κύριος ὁ Θεὸς εὐλογητός· εὐλογητὸς Κύριος ἡμέραν καθ' ἡμέραν." Εἰκότως ὁ Προφήτης εἰς ὑμνῳδίαν τὴν γλῶτταν ἐκίνησεν. Ἀεὶ, φησὶν, ὑμνεῖ σθαι δίκαιος εἶ, τοσαύτῃ φιλανθρωπίᾳ χρησάμενος. "Κατευοδώσει ἡμῖν ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν." Ὁ τὴν σωτηρίαν ἡμῖν, φησὶ,