270
ΕΡΜΗΝ. ΤΟΥ ΡΙʹ ΨΑΛΜΟΥ. Ἀλληλούϊα. Ὕμνος καὶ οὗτος πᾶσιν ἀνθρώποις ἁρμόττων. Παρακελεύεται
γὰρ ἡ χάρις τοῦ Πνεύ ματος τοὺς τῆς σωτηρίας τετυχηκότας ὑμνῆσαι τὸν εὐεργέτην. αʹ. "Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη." Κατὰ ταυτὸν ἅπαντας εἰς χορείαν καλεῖ· ἅπασι γὰρ τοῖς ἔθνεσιν, οὐχ Ἕλλησι μόνοις, καὶ Ῥωμαίοις, ἀλλὰ καὶ πᾶσι βαρβάροις, τὰς τῆς σωτηρίας ἐχορή γησεν ἀφορμὰς, τοῖς ἱεροῖς ἀποστόλοις διακόνοις τῆς εὐεργεσίας χρησάμενος. "Πορευθέντες γὰρ, ἔφη, μα θητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν." Τούτῳ πειθόμενοι τῷ νόμῳ, πᾶσαν γῆν καὶ θάλασσαν ἔδραμον, καὶ ὁ μὲν Ἰν δοὺς, ὁ δὲ Αἰγυπτίους, ὁ δὲ Αἰθίοπας προσήγαγε τῷ Χριστῷ. Ὁ δὲ μακάριος Παῦλος διδάσκει συν τόμως, ὅσοις ἔθνεσι προσενήνοχε τὰ θεῖα κηρύγμα τα, "ὥστε ἀπὸ Ἱερουσαλὴμ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ." Οὐ γὰρ εὐθεῖαν ὁδὸν ὁδεύων, ἀλλὰ τὰ ἐν μέσῳ ἔθνη διακείμενα περινοστῶν, τὰ σωτήρια προσέφερε δόγ ματα. "Οὕτω δὲ φιλοτιμούμενον εὐαγγελίζεσθαι, οὐχ ὅπου ὠνομάσθη Χριστὸς, ἵνα μὴ ἐπὶ ἀλλότριον θεμέλιον οἰκοδομῶ· ἀλλὰ καθὼς γέγραπται, οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασι, συνήσουσιν." Ὕστερον μέντοι καὶ τῆς Ἰταλίας ἐπέβη, καὶ εἰς τὰς Σπανίας ἀφίκετο, καὶ ταῖς ἐν τῷ πελάγει διακειμέναις νήσοις τὴν ὠφέλειαν προσ ήνεγκε. Ῥωμαίοις μὲν γὰρ ἐπιστέλλων ἔφη· "Ἐλπίζω γὰρ διαπορευόμενος εἰς τὰς Σπανίας δι' ὑμῶν διελ θεῖν, καὶ ὑφ' ὑμῶν προπεμφθῆναι ἐκεῖ, ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ." Τῷ θαυμασίῳ δὲ Τίτῳ γράφων φησίν· "∆ιὰ τοῦτο κατέλιπόν σε ἐν Κρήτῃ, ἵνα καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους, ὡς ἐγώ σοι διεταξάμην." Οὕτως ὁ Ἰωάννης ὁ πάνυ τὴν Ἀσίαν τῆς προτέρας ἠλευθέρωσεν ἀσεβείας· οὕτως ὁ θεσπέσιος Ἀνδρέας τὴν Ἑλλάδα ταῖς τῆς 80.1808 θεογνωσίας ἀκτῖσι κατηύγασεν· οὕτως ὁ θειότατος Φίλιππος Φρυγῶν ἑκατέρων τὴν πλάνην διήλεγξεν οὕτως ὁ μέγας Πέτρος ἀπὸ τῆς Ἱερουσαλὴμ μέχρι τῆς Ῥωμαίας ἔδραμε πόλεως, ἅπασι προσφέρων τὰς τῆς ἀληθείας ἀκτῖνας. Οὕτως ἅπαντες πᾶ σαν τὴν οἰκουμένην περινοστήσαντες, καὶ τὸν τῆς ἀγνοίας ἀπεσκέδασαν γνόφον, καὶ τὸν τῆς δικαιο σύνης ὑπέδειξαν ἥλιον. Εἰκότως τοίνυν ὁ προφητι κὸς λόγος πάντα τὰ ἔθνη τῷ Θεῷ τὸν ὕμνον προσ φέρειν παρεγγυᾷ, ἐπειδὴ πάντα τῆς σωτηρίας ἀπ ήλαυσαν. "Ἐπαινέσατε αὐτὸν, πάντες οἱ λαοί." Εἰς ἅπασαν πάλαι προδιεσπάρησαν Ἰουδαῖοι τὴν οἰκου μένην, τὸν ἕνα σέβειν δεδιδαγμένοι Θεόν. Ἐπειδὴ τοίνυν οὐκ ἔτι μόνην ᾤκουν τὴν Παλαιστίνην, οὐδὲ εἰς ἕνα λαὸν ἐτέλουν ὑφ' ἑνὶ βασιλεῖ τεταγμένοι, ἀλλὰ ἐν τοῖς ἔθνεσι διεσπαρμένοι, τοῖς μὲν ἐκείνων ὑπ ήκουον ἄρχουσι, καθ' ἑαυτοὺς δὲ ἐπολιτεύοντο, τῇ τοῦ νόμου διαγορεύσει πειθόμενοι, εἰκότως οὐ λαὸν αὐ τοὺς, ἀλλὰ λαοὺς ὀνομάζει. Πλεῖστοι γὰρ καὶ ἐκ τούτων τὸ θεῖον ἐδέξαντο κήρυγμα. Ἐν μὲν γὰρ Ἱεροσολύμοις τρισχίλιοι καὶ πεντακισχίλιοι κατὰ ταὐτὸν ὑπὸ τῶν ἁλιέων ἐσαγηνεύθησαν. Καὶ πολλαὶ δὲ μετὰ ταῦτα μυριάδες ἐγένοντο, ἔφησεν ὁ θεῖος Ἰάκωβος. Καὶ ἐν Συρίᾳ δὲ, καὶ Κιλικίᾳ, καὶ Λυκαονίᾳ, καὶ Πισιδίᾳ, καὶ Ἀσίᾳ, καὶ Παμφυλίᾳ, καὶ ἐν τοῖς λοιποῖς ἅπασιν ἔθνεσιν, προτέροις Ἰουδαίοις προσ έφερον οἱ ἀπόστολοι τὰ θεῖα κηρύγματα. Καὶ οἱ μὲν ἐπίστευον, καὶ τῆς ἀληθείας ἀπήλαυον, οἱ δὲ ταῖς ὀνησιφόροις διδασκαλίαις ἀντέλεγον. Εἰκότως τοίνυν ὁ προφητικὸς λόγος καὶ τούτους ὑμνεῖν τὸν εὐεργέ την παρακελεύεται· τούτους γὰρ ὀνομάζει λαούς. βʹ. "Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς." Ἐλέῳ γὰρ μόνῳ χρησάμενος, τὴν ἡμετέραν ἐπραγ ματεύσατο σωτηρίαν. Οὕτω καὶ ὁ μακάριος ἔφη Παῦλος· "Ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία τοῦ Σωτῆρος ἡμῶν ἐπεφάνη Θεοῦ, οὐ διὰ τὰς δι καιοσύνας ἡμῶν ἃς ἐποιήσαμεν, ἀλλὰ κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ, ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενε σίας, καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου, οὗ ἐξ έχεεν ἐφ' ἡμᾶς πλουσίως." Καὶ πάλιν· "Χάριτί ἐστε σεσωσμένοι διὰ τῆς πίστεως· καὶ τοῦτο οὐκ ἐξ