279
ὀνείδη σιγῶν· ὁ δὲ τὴν θυμήρη βιοτεύων ὁδὸν, διελέγχει τοὺς κακῶς ὀνειδίζοντας. "Ὅτι ἤλπισα 80.1836 ἐπὶ τοὺς λόγους σου." Τῆς γὰρ σῆς ἐπαγγελίας ἐξήρτημαι, καὶ ἐπὶ ταύτης ὁδεύω τῆς ἐλπίδος. μγʹ. "Καὶ μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λό γον ἀληθείας ἕως σφόδρα, ὅτι ἐπὶ τοῖς κρίμασί σου ἐπήλπισα." Ἐρᾷν ἡμᾶς τῆς ἀληθείας ὁ Προφήτης διδάσκει, καὶ ταύτην αἰτεῖν παρὰ τοῦ Θεοῦ τῶν ὅλων σὺν προθυμίᾳ πολλῇ. μδʹ. "Καὶ φυλάξω τὸν νόμον σου διαπαντὸς εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος." Οὕτω γὰρ προθυμότερος περὶ τὴν τῶν σῶν νόμων γενή σομαι φυλακήν. ∆ιὰ μέν τοι τοῦ· "Εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος," ἐδήλωσε τὸν μέλ λοντα βίον, ἐν ᾧ καθαρὰ καὶ ἀκραιφνὴς δοθήσεται ἅπασι τῶν θείων νόμων ἡ φυλακή. μεʹ, μʹ. "Καὶ ἐπορευόμην ἐν πλατυσμῷ, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα. Καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου, ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχυνό μην." Μετὰ πολλῆς, φησὶν, ὁδεύων εὐκολίας, καὶ κατὰ τὰς σὰς ἐντολὰς βιοτεύων, οὐδὲ βασιλικὴν ἔδεισα δυναστείαν, ἀλλὰ σὺν παῤῥησίᾳ πολλῇ τὴν πρὸς αὐ τοὺς ἐποιούμην διάλεξιν. Ἡ γὰρ ἔννομος ζωὴ, παῤ ῥησίας δημιουργός. Καὶ τούτου μάρτυς ὁ μέγας ∆α βίδ. Πρὸ μὲν γὰρ τῆς ἁμαρτίας, μετὰ πολλῆς τῷ Σαοὺλ διαλέγεται παῤῥησίας· μετὰ δὲ τὴν ἁμαρ τίαν, καὶ τὸν πατραλοίαν ἀποδιδράσκων υἱὸν, κύ πτων εἰς γῆν, καὶ τὴν κεφαλὴν καλύπτων, ἐβάδιζεν. Καὶ Ἡλίας ὁ πάνυ τῇ δικαιοσύνῃ θαῤῥῶν, τοῦ Ἀχαὰβδιήλεγχε τὴν ἀσέβειαν. Οὕτως ὁ θεσπέσιος ∆ανιὴλ τῷ Ναβουχοδονόσωρ ἔλεγεν· "Καὶ νῦν, βασιλεῦ, ἡ βουλή μου ἀρεσάτω σοι, καὶ τὰς ἀνομίας σου ἐν ἐλεημοσύ ναις ἀπόλουσαι, καὶ τὰς ἁμαρτίας σου ἐν οἰκτιρμοῖς πενήτων." Οὕτως ὁ θεσπέσιος Παῦλος πρὸς Ἀγρίπ παν, καὶ τὸν Φῆστον, καὶ τὸν Φήλικα διελέγετο. Οὕ τως οἱ καλλίνικοι μάρτυρες τῶν δυσσεβῶν κατεφρό νησαν βασιλέων. μζʹ, μηʹ. "Καὶ ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου, αἷς ἠγάπησα σφόδρα. Καὶ ἦρα τὰς χεῖράς μου πρὸς τὰς ἐντολάς σου, ἃς ἠγάπησα." Οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ Θεοῦ, ἀλλ' ἐν δυνάμει· καὶ ὁ ποιήσας, καὶ ὁ διδάξας, οὗτος μέγας κληθήσεται ἐν τῇ βασι λείᾳ τῶν οὐρανῶν. ∆ιά τοι τοῦτο καὶ ὁ θεῖος Προφή της τῇ μελέτῃ τὴν πρᾶξιν προτέθεικεν. Εἰρηκὼς γὰρ, "Ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου, αἷς ἠγάπησα σφό δρα," καὶ τὸν θερμὸν ἐπιδείξας πόθον, ἐπήγαγεν· "Καὶ ἦρα τὰς χεῖράς μου πρὸς τὰς ἐντολάς σου, ἃς ἠγάπησα." Ἃ γὰρ διὰ τῶν θείων λόγων ἐδιδασκό μην, ταῦτα διὰ τῶν ἔργων μετῄειν. Οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, φησὶν ὁ θεῖος Ἀπόστολος, ἀλλὰ ποιηταὶ τοῦ νόμου δικαιω θήσονται. "Καὶ ἠδολέσχουν ἐν τοῖς δικαιώμασί σου." Ἐνδελεχῶς γὰρ τὴν τούτων ἐποιούμην μελέτην. 80.1837 μθʹ. "Μνήσθητι τῶν λόγων σου τῷ δούλῳ σου, ὧν ἐπήλπισάς με." Νομοθετῶν ὁ Θεὸς, καὶ τοῖς φυλάτ τουσι τὸν νόμον τὴν οἰκείαν εὐμένειαν ἐπηγγείλατο, καὶ τοῖς παραβάταις τὴν τιμωρίαν. Μνησθῆναι τοί νυν τὸν Θεὸν τῶν οἰκείων ὑποσχέσεων ἱκετεύει. Εἰς ἐκείνας γὰρ, φησὶν, ἐλπίζειν ἐδίδαξάς με· καὶ δει κνὺς τῆς ἐλπίδος τὸ χρήσιμον, ἐπήγαγεν· νʹ. "Αὕτη με παρεκάλεσεν ἐν τῇ ταπεινώσει μου, ὅτι τὸ λόγιόν σου ἔζησέ με." Ταύτην γὰρ ἔσχον παραψυχὴν ἐν ταῖς συμφοραῖς· καὶ ταύτης ὀχούμε νος ὑπερέπλευσα τῶν κυμάτων. ναʹ. "Ὑπερήφανοι παρηνόμουν ἕως σφόδρα, ἀπὸ δὲ τοῦ νόμου σου οὐκ ἐξέκλινα." Ὑπερηφάνους καλεῖ τὸν Σαοὺλ, τὸν Ἀβεσσαλὼμ, τὸν τῶν Ἀμμανιτῶν βασιλέα, τὸν τὰ παράνομα ἐκεῖνα εἰς τοὺς ἀπο σταλέντας παρ' αὐτοῦ πεποιηκότα. Ἀλλὰ ἐκεῖνοι μὲν, φησὶ, παράνομον ἠσπάσαντο βίον· ἐγὼ δὲ τοῖς σοῖς ἠκολούθησα νόμοις. Ταῦτα δὲ εἴποιεν ἂν καὶ οἱ καλ λίνικοι μάρτυρες, ἀπὸ τῶν ἀπανθρώπων καὶ δυσσεβῶν τυράννων τὰ δεινὰ ἐκεῖνα καὶ χαλεπὰ πε πονθότες. νβʹ. "Ἐμνήσθην τῶν κριμάτων σου ἀπ' αἰῶνος, Κύριε, καὶ παρεκλήθην." Ἔλαβον γὰρ εἰς νοῦν τὰ κατὰ τὸν Ἄβελ, τὰ κατὰ τὸν Ἀβραὰμ, τὰ κατὰ τὸν Ἰσαὰκ, τὰ κατὰ τὸν Ἰακὼβ, τὰ κατὰ τὸν Ἰωσὴφ,τὰ κατὰ τὸν Ἰὼβ, τὰ κατὰ τὸν Μωσῆ, ὅπως καὶ ποικίλοις περιπεσεῖν συνεχωρήθησαν πειρασμοῖς, καὶ περιφανεῖς αὐτοὺς ὕστερον καὶ περιβλέπτους ἀπέφηνας, ψυχαγωγίαν ἐντεῦθεν ἀποχρῶσαν ἐπορι σάμην. νγʹ.