18
φυλὴν, ἐποίησε δὲ ἀκάνθας·" νοεῖν οὐκ ἐθέλουσιν, ὡς ἐπαύσατο μὲν τὰ παλαιὰ, ἐπεφάνη δὲ τῆς νέας διαθήκης ἡ χάρις, πάντας ἀνθρώπους εἰς σωτηρίαν προσκαλουμένη. Οὗ δὴ χάριν οὐκέτι κατὰ τὸν πα λαιὸν νόμον ἐφ' ἑνὸς θυσιαστηρίου τοὺς τῶν ἀνθρώ πων καρποὺς ληνοβατοῦσιν οἱ ἱερεῖς· ἀλλὰ μυρία καὶ ἀριθμὸν νικῶντα κατὰ πᾶσαν γῆν καὶ θάλατταν ἐπάγη θυσιαστήρια. Καὶ τοῦτο σαφέστερον ὁ ὀγδοηκοστὸς τρίτος διδάσκει ψαλμός. Καὶ αὐτὸς γὰρ ἐπιγραφὴν ἔχων ληνῶν, πολλῶν θυσιαστηρίων ἐποιήσατο μνή μην· "Ὡς ἀγαπητὰ γὰρ, φησὶ, τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων," ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου· καὶ μετ' ὀλίγα· "Τὰ θυσιαστήριά σου, Κύριε τῶν δυνά μεων." Καὶ ὁ ὄγδοος δὲ ψαλμὸς, Ὑπὲρ τῶν ληνῶν ἐπιγεγραμμένος, τῆς οἰκουμένης προθεσπίζει τὴν σωτηρίαν, καὶ τὴν περὶ τοὺς ἀνθρώπους τοῦ Θεοῦ κηδεμονίαν διδάσκει, καὶ τοῦ Μονογενοῦς προλέγει τὴν ἐνανθρώπησιν. βʹ. "Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ. Ὅτι ἐπήρθη ἡ μεγαλο πρέπειά σου ὑπεράνω τῶν οὐρανῶν." Τὸ, ὡς, ἐν ταῦθα οὐ παραβολικῶς, ἀλλ' ἐπιτατικῶς. Σφόδρα γὰρ, φησὶ, τὸ σὸν, ὦ ∆έσποτα, παρὰ πάντων ὑμνεῖται ὄνομα, καὶ σὲ ποιητὴν οὐρανοῦ καὶ γῆς ἅπαντες ὀνομάζουσι. Τὸ γὰρ, "Ἐπήρθη ἡ μεγαλο 80.916 πρέπειά σου ὑπεράνω τῶν οὐρανῶν," τοῦτο δηλοῖ, ὅτι Ἔγνωσαν ἅπαντες, ὡς οὐρανοῦ καὶ γῆς, καὶ τῶν ἁπάντων δεσπόζεις· αὐτὸς μὲν γὰρ τὸ μεγαλο πρεπὲς εἶχεν ἀεὶ, ἀλλὰ τοῖς ἀνθρώποις τοῦτο γνώ ριμον οὐκ ἦν ἀεί. Τοιαῦτα καὶ ὁ μακάριος Ἀβακοὺμ προθεσπίζει. Εἰρηκὼς γὰρ, "Ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει, καὶ ὁ ἅγιος ἐξ ὄρους κατα σκίου," ἐπήγαγεν· "Ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ, καὶ τῆς αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ." Καὶ αὐτὸς δὲ τῷ Ἰακὼβ ἐπιφανεὶς, τὴν προσηγορίαν πυνθανομένῳ ἔφη· "Τί ζητεῖς τὸ ὄνομά μου; καὶ τοῦτό ἐστι θαυμαστόν." γʹ. "Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατ ηρτίσω αἶνον, ἕνεκα τῶν ἐχθρῶν σου· τοῦ κατα λῦσαι ἐχθρὸν καὶ ἐκδικητήν." Τοῦτο δέ σου μά λιστα τὴν δύναμιν ἔδειξεν, ὅτι δι' ἀνδρῶν τὴν ἀνθρωπίνην οὐ μεμαθηκότων σοφίαν, ὑπομαζίων δὲ παιδίων τὴν ἁπλότητα μιμουμένων, τὸν παμπόνη ρον ἐκεῖνον κατέλυσας τύραννον· ὅς σοι τῷ Θεῷ δυσμεναίνων ἀεὶ, καὶ διὰ τὸν κατὰ σοῦ πόλεμον τοὺς ἀνθρώπους ἐξαπατῶν, πάλιν οἷά τις τιμωρὸς δίκας αὐτοὺς εἰσπράττεται τῆς ἀπάτης. Οὕτω τὸν Ἀχιτόφελ ἐκεῖνα εἰπεῖν παρασκευάσας, αὐτοχειρίᾳ θανάτῳ παρέπεμψεν· οὕτω τὸν Ἰούδαν εἰς προδο σίαν ὁπλίσας, μισθὸν τῆς ὑπακοῆς τὴν ἀγχόνην ἀντ έδωκε· καὶ κατὰ τὴν ἱστορίαν δέ γε δυνατὸν γνῶ ναι τὴν τῆς προφητείας ἀλήθειαν. Ἐν γὰρ τοῖς ἱεροῖς Εὐαγγελίοις, ὁ ∆εσπότης Χριστὸς δυσχε ραίνουσιν Ἰουδαίοις, ἡνίκα τὰ παιδία μετὰ κλά δων ἡγούμενα, "Ὡσαννὰ ἐν τοῖς ὑψίστοις," ἔλεγον, "εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου," ἀπεκρίνατο· "Οὐκ ἀνέγνωτε· Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον;" Κἀκεῖνα τοί νυν τὰ παιδία τὸν ἀγνώμονα τῶν Ἰουδαίων κατα κρίνει λαὸν, τὸν ὁμοίως τῷ διαβόλῳ καὶ ἐχθρὸν καὶ ἐκδικητήν. Καὶ γὰρ οὗτος τὸν θεῖον νόμον παρα βαίνων ἀεὶ, καὶ τἀναντία τοῖς ὑπὸ τοῦ Θεοῦ διηγο ρευμένοις διαπραττόμενος, πάλιν, ὡς ὑπὲρ τοῦ νομοθέτου δῆθεν ἀγωνιζόμενος, ἐσταύρωσε τὸν ∆ε σπότην Χριστὸν, ἀντίθεον ἀποκαλῶν καὶ παρά νομον. δʹ. "Ὅτι ὄψομαι τοὺς οὐρανοὺς, τὰ ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας, ἃ σὺ ἐθεμε λίωσας." Ἱκανὰ γὰρ, φησὶ, καὶ τὰ στοιχεῖα τὴν σὴν, ὦ ∆έσποτα, δεῖξαι μεγαλουργίαν, καὶ οὐρανὸς, καὶ γῆ, καὶ σελήνη, καὶ ἥλιος, καὶ ἡ ἐν τούτοις εὐταξία τε καὶ εὐκοσμία· ἡ δὲ μέχρι τῶν εὐτελῶν 80.917 ἀνθρώπων διήκουσα πρόνοια μείζονα τὴν ἄφατόν σου κηρύττει φιλανθρωπίαν. εʹ. "Τί γάρ ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐ τοῦ, ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν;" Ταῦτα δὲ οὐ περὶ τῆς δημιουργίας, ἀλλὰ περὶ τῆς προνοίας διέξεισιν. Οὐ γὰρ εἶπεν, "ὅτι ἔπλα σας," ἀλλὰ, "ὅτι μιμνήσκῃ καὶ ἐπισκέπτῃ." Ἀλλα χοῦ δὲ σαφέστερον τῆς ἡμετέρας φύσεως τραγῳδεῖ τὴν εὐτέλειαν· "Ἄνθρωπος γὰρ, φησὶ, ματαιότητι ὡμοιώθη· αἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιὰ παράγουσι." Καὶ πάλιν· "Ἄνθρωπος ὡσεὶ χόρτος· αἱ ἡμέραι