159
ἐπονείδιστος γένωμαι. [Ἐκεῖνοι μὲν περὶ τῶν ἀνδραποδισάντων αὐτοὺς, οὗτοι δὲ περὶ τῶν πονη ρῶν δαιμόνων ταύτην τὴν ἱκετείαν προσφέρουσιν.] βʹ. "Ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με, καὶ ἐξελοῦ με." Κρῖναί σε παρακαλῶ Βαβυλωνίοις κἀμοὶ, καὶ δικαίως κατ' ἐκείνων τὴν ψῆφον ἐξενεγκεῖν· οὕτω γὰρ κἀγὼ τῆς ἐκείνων δουλείας ἀπαλλαγήσο μαι. 80.1420 "Κλῖνον πρός με τὸ οὖς σου, καὶ σῶσόν με. [γʹ] Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν, καὶ εἰς τόπον ὀχυ ρὸν τοῦ σῶσαί με· ὅτι στερέωμά μου καὶ κατα φυγή μου εἶ σύ." Σὲ πρόμαχον ἔχω, καὶ περίβολον ὀχυρὸν, καὶ ἔρυμα ἀσφαλές· εὐμενῶς μου τοίνυν δέξαι τὴν ἱκετείαν. [Καθάπερ δὲ ἀνωτέρω εἰρή καμεν, ἐξ ἀμφοτέρων τῶν ἄλλων εἴρηται ταῦτα, καὶ τῶν ἐφεξῆς μέχρι τοῦ παρόντος καὶ παντὸς τοῦ βίου ἐκκλινόντων ἀπὸ κακοῦ, καὶ τοῖς ἀγαθοῖς κολλωμέ νων· τοῦτο γὰρ θέλει εἰπεῖν διὰ τῶν ἑξῆς.] δʹ. "Ὁ Θεός μου, ῥῦσαί με ἐκ χειρὸς ἁμαρτωλοῦ, ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος." Ἱκετεύω σε, ∆έσποτα, τῆς τῶν πονηρίᾳ καὶ δυσσεβείᾳ συζών των ἐλευθερῶσαί με δυναστείας. εʹ. "Ὅτι σὺ ἡ ὑπομονή μου, Κύριε, Κύριε, ἡ ἐλπίς μου ἐκ νεότητός μου." [Ὁ μὲν πρῶτος λαὸς] Νεότητα καλεῖ τὸν ἐπὶ τοῦ μεγάλου Μωσέως χρόνον, ὅτε καὶ τῆς ἐλευθερίας ἀπήλαυσαν, ἐπὶ πλεῖστον Αἰγυπτίοις δεδουλευκότες χρόνον. Ἐξ ἐκεί νου, φησὶν, εἰς σὲ τὰς ἐλπίδας ἔσχον, καὶ τὴν σὴν προσμένω βοήθειαν. [Ὁ δὲ νέος λαὸς νεότητα λέγει ἧς τετύχηκε νεουργίας διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας.] ʹ. "Ἐπὶ σὲ ἐπεστηρίχθην ἀπὸ γαστρός· ἐκ κοιλίας μητρός μου σὺ εἶ μου σκεπαστής." Γέννη σιν καὶ τόκον καλεῖ τὴν ἐξ Αἰγύπτου ἔξοδον. Τοῦτο δὲ καὶ ὁ τῶν ὅλων Θεὸς διὰ τοῦ θειοτάτου Ἰεζεκιὴλ διδάσκει. ∆ιελέγχων γὰρ τῆς Ἱερουσαλὴμ τὴν ἀσέβειαν, εἶτα εἰρηκώς· "Ὁ πατήρ σου Ἀμοῤῥαῖος, καὶ ἡ μήτηρ σου Χετταία," ἐπήγαγεν· "Ἧ ἡμέρᾳ ἐτέχθης, ὁ ὀμφαλός σου οὐ περιετμήθη, καὶ ἁλὶ οὐχ ἡλίσθης, καὶ ὕδατι οὐκ ἐλούσω εἰς σωτηρίαν." Ἐπειδὴ γὰρ ὁ ὀμφαλὸς οἷόν τις ῥίζα βρέφους ἐστί· δι' ἐκείνου γὰρ αὔξεται καὶ τρέφεται· ὁ δὲ Ἰσραὴλ, καὶ μετὰ τὴν ἐξ Αἰγύπτου ἔξοδον, ἔμφυτον ἔσχε τὴν Αἰγυπτίων ἀσέβειαν, εἰκότως ἔφη· "Ὁ ὀμφαλός σου οὐ περιετμήθη·" ὅτι, φησὶν, ἐκ τῆς μητρῴας νηδύος τὴν τροφὴν ἕλκεις, καὶ τοῖς προτέροις ἐπι μένεις ἐπιτηδεύμασιν. Ἡ τῶν εὐσεβεστέρων τοίνυν συμμορία τὸν Θεὸν ἱκετεύουσα λέγει· Ὅτι ἄνωθεν, καὶ ἐξ ἀρχῆς, τὴν σὴν ἔσχον ἐλπίδα· "Ἐν σοὶ ἡ ὕμνησίς μου διαπαντός." Σὲ ὑμνῶν καὶ δοξάζων διατελῶ, καὶ διὰ τῆς σῆς προνοίας ἐγενόμην περί βλεπτος. ζʹ. "Ὡσεὶ τέρας ἐγενήθην τοῖς πολλοῖς." Ἀλλὰ 80.1421 μετ' ἐκείνην τὴν περιφάνειαν, πολλὴν ἐδεξάμην τὴν μεταβολήν· ὡς τέρας τι καὶ σημεῖον τοῖς πολ λοῖς νομισθῆναι τὰ κατ' ἐμέ. "Καὶ σὺ βοηθός μου κραταιός." Ἀλλ' ὅμως ἐγὼ τὴν σὴν προσμένω βοήθειαν. ηʹ. "Πληρωθήτω τὸ στόμα μου αἰνέσεως· ὅπως ὑμνήσω τὴν δόξαν σου, ὅλην τὴν ἡμέραν τὴν μεγα λοπρέπειάν σου." Μεταβαλὼν τοίνυν τὴν ἐπικει μένην μοι δυσκληρίαν, κίνησον εἰς ὑμνῳδίαν τὴν γλῶτταν· ὅπως ἂν ἀεί σοι τὸν ὕμνον προσφέροιμι. Τὸ γὰρ ὅλην τὴν ἡμέραν, καθ' ἑκάστην ἡμέραν ὁ Σύμμαχος εἴρηκε. θʹ. "Μὴ ἀποῤῥίψῃς με εἰς καιρὸν γήρως· ἐν τῷ ἐκλείπειν τὴν ἰσχύν μου, μὴ ἐγκαταλίπῃς με." Ἧς ἐν νεότητι προνοίας ἀπέλαβον, ἀπολαῦσαι καὶ νῦν ἱκετεύω· καὶ μὴ γυμνωθῆναι τῆς σῆς κηδε μονίας ἐν αὐτῷ τῷ γήρᾳ παρακαλῶ. Ἐπειδὴ γὰρ νεότητα τὴν ἐξ Αἰγύπτου προσηγόρευσεν ἔξοδον, γῆρας ἐκάλεσε τὸν τῆς αἰχμαλωσίας καιρόν· ὡς πλείστου χρόνου διαδραμόντος ἐν μέσῳ. ιʹ, ιαʹ. "Ὅτι εἶπον οἱ ἐχθροί μου ἐμοὶ, καὶ οἱ φυλάσσοντες τὴν ψυχήν μου, ἐβουλεύσαντο ἐπὶ τὸ αὐτὸ, λέγοντες· Ὁ Θεὸς ἐγκατέλιπεν αὐτόν· κατα διώξατε καὶ καταλάβετε αὐτὸν, ὅτι οὐκ ἔστιν ὁ ῥυόμενος." Ἅπαντες, φησὶν, οἱ δυσμενεῖς ταῖς ἐμαῖς ἐπεμβαίνουσι συμφοραῖς, καὶ παντοδαποῖς κακοῖς περιβάλλουσιν, ἔρημόν με τῆς σῆς κηδεμονίας ὁρῶντες, καὶ τοπάζοντές με παντελῶς παρεωρᾶσθαι, καὶ μηκέτι τῆς σῆς με τεύξεσθαι προμηθείας. Οὗ δὴ χάριν ἀντιβολῶ· ιβʹ. "Ὁ Θεός μου, μὴ μακρύνῃς ἀπ' ἐμοῦ· ὁ Θεός μου, εἰς τὴν βοήθειάν μου πρόσχες." Ταχεῖάν μοι τὴν σὴν παράσχου ῥοπήν· καὶ μή με πόῤῥω τῆς