1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

35

τούτους νομοθέτας καὶ νομοδιδασκάλους ἀποφῆναι τῆς ἀνθρώπων οἰκουμένης, οἷόν σοι εἶναι δοκεῖ; τὸ δὲ ἐπαγγείλασθαι καὶ λόγῳ μὲν εἰπεῖν ἔργῳ δὲ ποιῆσαι αὐτοὺς ἁλιέας ἀνθρώπων, καὶ τοσαύτην αὐτοῖς ἀρετήν τε καὶ δύναμιν παρασχεῖν, ὡς καὶ γραφὰς συντάξαι καὶ βίβλους παραδοῦναι, καὶ ταύτας εἰς τοσοῦτον κρατῦναι, ὡς καθ' ὅλης τῆς οἰκουμένης παντοίᾳ γλώσσῃ βαρβάρων τε καὶ Ἑλλήνων μεταβαλλομένας παρὰ πᾶσι τοῖς ἔθνεσι μελετᾶσθαι, καὶ πιστεύεσθαι θεῖα εἶναι λόγια τὰ ἐν αὐταῖς καταβεβλημένα. 17.10 οἷον δὲ καὶ τὸ αὐτὸν προφητεῦσαι τὸ μέλλον καὶ τοῖς μαθηταῖς προμαρ τύρασθαι, ὡς ἄρα ἐπὶ βασιλέων καὶ ἡγεμόνων μέλλοιεν ἄγεσθαι τιμωρεῖσθαί τε καὶ τὰς ἐσχάτας ὑπομένειν κολάσεις, οὐ διά τινα πρᾶξιν ἄτοπον διὰ μόνην δὲ τὴν εἰς τοῦτον ὁμολογίαν; τὸ δὲ καὶ προθύμως αὐτοὺς ταῦθ' ὑπομεῖναι παρασκευάσαι εὐσεβείας τε ὅπλοις οὕτω φράξαι, ὡς ἀδάμαντος τὰς ψυχὰς κραταιοτέρους ἐν τοῖς πρὸς τοὺς ἀντιπάλους ἀγῶσι διαφαίνεσθαι, ποῖον οὐκ ἂν ὑπερβάλοιτο λόγον; 17.11 τὸ δὲ μὴ μόνον ἐκείνους τοὺς αὐτῷ παρηκολουθηκότας, ἀλλ' ἤδη καὶ τοὺς ἐκείνων διαδόχους καὶ αὖθις τοὺς μετέπειτα γενομένους καὶ τοὺς εἰσέτι δεῦρο καθ' ἡμᾶς αὐτοὺς οὕτω τῆς ψυχῆς νευρῶσαι τὰς δυνάμεις, ὡς μηδὲν ἄξιον θανάτου πράξαντας παντοίας κολάσεις καὶ πᾶν εἶδος στρεβλωτηρίων μεθ' ἡδονῆς ὑπομένειν εὐσεβείας χάριν τῆς εἰς τὸν τῶν ὅλων θεόν, ποῖον οὐκ ἂν ὑπερβάλοιτο θαῦμα; ἀλλὰ βασιλέων εἰς τοσοῦτον αἰῶνα τίς πώποτε κρατῶν διετέλεσεν; τίς δ' οὕτω στρατηγεῖ μετὰ θάνατον καὶ τρόπαια κατ' ἐχθρῶν ἵστησι, καὶ πάντα τόπον καὶ χώραν καὶ πόλιν, Ἑλλάδα τε καὶ βάρβαρον, ὑποτάττει, ἀοράτῳ καὶ ἀφανεῖ δεξιᾷ τοὺς ἀντιπάλους χειρούμενος; 17.12 τό γε μὴν κεφάλαιον τῶν εἰρημένων, ἡ πανταχοῦ γῆς διὰ τῆς αὐτοῦ δυνάμεως πρυτανευθεῖσα εἰρήνη, περὶ ἧς τὰ εἰκότα προλαβόντες εἰρήκαμεν, ποῖον οὐκ ἂν συκοφαντῶν ἀποφράξειε στόμα, οὕτω μὲν ἔργῳ συνδραμούσης τῇ τοῦ σωτῆρος ἡμῶν διδασκαλίᾳ καὶ τῷ καταβληθέντι ὑπ' αὐτοῦ τῷ παντὶ κόσμῳ κηρύγματι τῆς τῶν ἐθνῶν πάντων ὁμονοίας τε καὶ συμφωνίας, οὕτω δὲ πρόπαλαι ὑπὸ τῶν τοῦ θεοῦ προφητῶν προαναπεφωνημένης τῆς κοσμικῆς τῶν ἐθνῶν εἰρήνης τοῦ τε πρὸς αὐτοῦ καταβληθέντος τοῖς ἔθνεσι λόγου; ἐπιλείψει με, βασιλεῦ, τὸ πᾶν τῆς ἡμέρας μῆκος τὰς ἐναργεῖς ἀποδείξεις τῆς ἐνθέου δυνάμεως τοῦ σωτῆρος ἡμῶν τὰς ἐκ τῶν εἰσέτι νῦν ὁρωμένων ὑφ' ἓν πειρώμενον συνάγειν καὶ συνιστᾶν, ὅτι μηδεὶς πώποτε τῶν ἐξ αἰῶνος μήτε παρ' Ἕλλησι μήτε παρὰ βαρβάροις τοσαύτην ἀρετῆς ἐνθέου δύναμιν ἐπιδέδεικται, ὅσην ὁ σωτὴρ ὁ ἡμέτερος. 17.13 τί δὲ λέγω ἀνδρῶν, ὁπότε μηδ' αὐτῶν τῶν παρὰ πᾶσιν τοῖς ἔθνεσι θεολογουμένων τοιαύτη τις πέφηνεν ἐπὶ γῆς φύσις· ἢ δεικνύτω ὁ βουλόμενος, παρίτω δὲ πᾶς φιλόσοφος καὶ ἡμῖν λεγέτω, τίς ἐκ τοῦ παντὸς αἰῶνος ἤκουσέν ποτε θεὸς καὶ ἥρως αἰωνίου ζωῆς οὐρανίου τε βασιλείας μαθήματα πρόξενα παραδεδωκὼς ἀνθρώποις, οἷα ὁ ἡμέτερος σωτήρ, φιλοσόφοις δόγμασιν μυρία πλήθη καθ' ὅλης τῆς οἰκουμένης συνασκεῖσθαι ποιήσας, οὐρανόν τε πείσας μεταδιώκειν καὶ τὰς ἐν οὐρανῷ διατριβὰς θεοφιλέσι ψυχαῖς ἀποκειμένας ἐλπίζειν; τίς πώποτε θεὸς ἢ καὶ ἥρως ἄνθρωπος τὴν ἀφ' ἡλίου ἀνίσχοντος μέχρι δυομένου, μόνον οὐχὶ τὸν ἴσον ἡλίῳ διϊππεύσας δρόμον, ταῖς λαμπροτάταις τῆς αὐτοῦ διδασκαλίας αὐγαῖς κατηύγασέν τε καὶ ἐφώτισεν, ὡς πανταχοῦ γῆς ἑνὶ θεῷ πᾶν ἔθνος μίαν καὶ τὴν αὐτὴν ἐπιτελεῖν λατρείαν; τίς πώποτε θεὸς ἢ καὶ ἥρως πάντας θεούς τε καὶ ἥρωας Ἑλληνικοὺς καὶ βαρβάρους παραγκωνισάμενος, μηδένα μὲν ἐκείνων θεὸν εἶναι νομίζειν ἐνομοθέτησεν καὶ νομοθετήσας ἔπεισεν· ἔπειτα πολεμηθεὶς ὑπὸ πάντων, εἷς ὢν αὐτὸς τὸ πᾶν τῶν ἐναντίων στρατόπεδον καθεῖλεν, τῶν ἐξ αἰῶνος ἁπάντων θεῶν τε καὶ ἡρώων κρατῶν, ἀπὸ περάτων ὡς καθ' ὅλης τῆς ἀνθρώπων οἰκουμένης θεοῦ παῖδα μόνον αὐτὸν πρὸς τῶν ἐθνῶν ἁπάντων