1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

8

συμπλακεῖσα δεκάτῃ μηνὸς ἀνεῦρε φύσιν, μὴν δὲ τροπαῖς δώδεκα ἡλίου περίοδον ἐπλήρου, ἔνθεν ἐνιαυτῶν κύκλοι καιρῶν τε μεταβολαὶ τὸν ἄμορφον καὶ ἀνείδεον αἰῶνα, ὥσπερ ἐν ποικιλίᾳ γραφῆς πολυανθοῦς, ἐμόρφουν εἰς ἀνάπαυλαν καὶ θυμηδίαν τῶν ἐν αὐτῷ τὸν τῆς ζωῆς διϊππευόντων δρόμον. 6.6 ὡς γὰρ καὶ τοῖς ἐπ' ἐλπίδι βραβείων ἐν ἀγῶνι τοὺς δρόμους διεξανύουσι σταδίοις ὥρισται τὰ διαστήματα, τοῖς τε μακρὰς πορείας ὁδοιποροῦσι σταθμοῖς τισι καὶ σημείοις περιγράφεται ἡ λεωφόρος, ὡς ἂν μὴ εἰς ἄπειρόν τις τὴν προσδοκίαν ἐκτείνων ἀποκάμοι τὴν προθυμίαν, τὸν αὐτὸν δὴ τρόπον καὶ τὸν σύμπαντα αἰῶνα σοφίας θεσμοῖς ὁ τῶν ὅλων βασιλεὺς περιβαλὼν ἄγει καὶ φέρει, ποικίλως ἡνιοχῶν ᾗ καλῶς ἔχειν αὐτῷ καταφαίνεται. ὁ δ' αὐτὸς χρώμασιν ὡραίοις καὶ νεαροῖς ἄνθεσι τὸν πρὶν ἀσχημάτιστον ἀμφιεννὺς αἰῶνα, λευκὴν μὲν ἐφαίδρυνεν ἡμέραν ἡλίῳ, νύκτα δ' ὑποστρώσας μελαντέρῳ χρώματι ὥσπερ τινὰ χρυσοϋφῆ ψήγματα στίλβειν ἐν αὐτῇ τὰς τῶν ἀστέρων λαμπηδόνας ἐποίησε, φωσφόρου δ' ἐξάψας λαμπρὰς ἀκτῖνας σελήνης τε ποικίλα φέγγη ἄστρων τε συνόδους πολυαυγεῖς τὸν σύμπαντα οὐρανὸν οἷον μέγαν πέπλον παντοίοις γραφῆς κάλλεσιν ἐστεφάνου. ἀέρα δ' ἐκτείνας εἰς βάθος ἄνωθεν ἐξ ὕψους, πλάτη τε καὶ μήκη τοῦ σύμπαντος κόσμου τῇ τούτου ψυχώσας δυνάμει, πτηνοῖς ἅπασιν ἀνῆκε μορφοῦσθαι, τοῖς δι' ἀέρος φερομένοις ἀφανέσι τε καὶ ὁρωμένοις μέγα πέλαγος ἐξαπλώσας διανήχεσθαι. γῆν δ' ἐν μέσῳ κέντρου δίκην σταθμησάμενος, ὠκεανῷ ταύτην περιέβαλε σμαραγεῖ τε πόντος ἐπ' αὐτῇ, τῷ τῆς περιβολῆς κυανῷ χρώματι καλλωπιζομένην. 6.7 ταύτην δ' ἑστίαν καὶ μητέρα καὶ τιθήνην ζώων ἁπάντων τῶν ἐν αὐτῇ καταδείξας, ὀμβρίοις τε καὶ πηγαίοις νάμασιν ἀρδεύσας, χλοάζειν παντοίοις καὶ φυτοῖς καὶ ὡραίοις ἄνθεσιν εἰς εὔθυμον ζωῆς ἀπόλαυσιν ἐδωρήσατο. ζώων δ' ἐν αὐτῇ τὸ τιμιώτατον καὶ αὐτῷ φίλον κατ' εἰκόνα τὴν αὐτοῦ πλασάμενος, νοῦ καὶ ἐπιστήμης ἐπήβολον, λόγου τε καὶ σοφίας ἔκγονον, λογικὸν ἄνθρωπον, τῶν λοιπῶν ὅσα κατὰ γῆν ἕρπει καὶ νέμεται ἀρχικῇ δυνάμει κρατεῖν τούτῳ ἔδωκεν. ἄνθρωπος γὰρ ἦν αὐτῷ ζώων τῶν ἐπὶ γῆς τὸ θεοφιλέστατον, ᾧ καὶ τὰ τῶν ἀλόγων γένη δουλεύειν οἷα πατὴρ παραδέδωκεν, ἄνθρωπος, ᾧ καὶ θάλατταν πλωτὴν ἀνῆκε καὶ γῆν παντοίοις φυτοῖς ἐστεφάνωσεν, ᾧ καὶ τὰ ἐν βυθοῖς ἕρποντα πτηνῶν τε τὰ μετάρσια ὑποχείρια πεποίηται, ᾧ καὶ δυνάμεις ἐπιστημονικὰς εἰς παντοίων μαθημάτων ὑποδοχὴν ἐδωρήσατο, ᾧ καὶ τὰς οὐρανίους ἐξεκάλυψε θεωρίας, δρόμους ἡλίου καὶ σελήνης τροπὰς περιόδους τε πλανήτων καὶ ἀπλανῶν ἀστέρων ἐκφήνας, ἄνθρωπος, ᾧ μόνῳ τῶν ἐπὶ γῆς τὸν πατέρα γινώσκειν τὸν ἐπουράνιον καὶ τὸν μέγαν τοῦ σύμπαντος αἰῶνος βασιλέα γεραίρειν ὕμνοις διετάξατο. 6.8 ἀλλὰ γὰρ ἐπὶ τούτοις ἅπασιν ὁ κοσμοποιὸς τέτταρσιν ἐνιαυτοῦ τροπαῖς τὸν ἄτρεπτον αἰῶνα περιεζώννυ, χειμερίους μὲν ὥρας ἔαρι περιγράψας, ἔαρ δέ, ἐνιαυσίων ὡρῶν ἀρχήν, ἰσορρόποις ταλαντεύσας ζυγοῖς, κἄπειτα ἔαρος πολυκαρπίᾳ τὸν σύμπαντα στεφανώσας αἰῶνα, θέρους ἀκμῇ τοῦτον μεταπαραδέδωκεν, εἶθ' οἷα καμάτου διαναπαύσας ἀνεκτήσατο μετοπωρινῷ διαστήματι, ὑγραῖς τ' αὐτὸν ὄμβρων χειμερίων φοραῖς ὥσπερ τινὰ βασιλικὸν ἀποσμήχων ἵππον καὶ τοῖς ἐξ αὐτοῦ νάμασι λαμπρὸν ἀπεργαζόμενος, τοῖς τ' ἐξ ὑετῶν αὐτάρκως πιάνας ἀρδεύμασιν, αὖθις αὐτὸν ἔαρος ἐν προθύροις ἵστησι πύλαις. 6.9 ἐνθένδε δὴ ἐν τῷ τοῦ παντὸς ἐνιαυτοῦ κύκλῳ τοιαῖσδε σοφίας ἡνίαις ὁ μέγας βασιλεὺς ὧδε περιδησάμενος τὸν αὐτοῦ αἰῶνα, ὑπὸ μείζονι φέρεσθαι διετάξατο κυβερνήτῃ, τῷ αὐτοῦ μονογενεῖ λόγῳ, τῷ δὴ κοινῷ τῶν ὅλων σωτῆρι, τὰς τοῦ παντὸς παραδοὺς ἡνίας. ὁ δ' οἷα παρὰ πατρὸς ἀγαθοῦ τὸν κλῆρον ὑποδεδεγμένος, ὁμοῦ τε πάντα ὅσα κύτος οὐρανοῦ εἴσω τε καὶ ἐκτὸς αὐτοῦ περιλαβὼν ἔχει μιᾷ συνδησάμενος ἁρμονίᾳ, εὐθείᾳ περαίνει, σὺν δίκῃ τὰ πρόσφορα τοῖς κατὰ γῆν αὐτοῦ