1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

30

καὶ μεγάλου θύματος, τοῦ πανιέρου σώματος τοῦ σωτῆρος ἡμῶν, ὑπὲρ τοῦ τῶν ἀνθρώπων γένους σφαγιασθέντος καὶ πάντων ἐθνῶν τῶν πρὶν ἀσεβείᾳ δαιμονικῆς πλάνης ἐνεσχημένων ἀντίψυχον ἀνενεχθέντος, πᾶσα λοιπὸν ἡ τῶν ἀνάγνων καὶ ἀνιέρων δαιμόνων δύναμις καθῄρητο, ἐλέλυτό τε καὶ παρεῖτο αὐτίκα δυνάμει κρείττονι πᾶσα γεώδης καὶ ἀπατηλὸς πλάνη. 15.12 τὸ μὲν οὖν ἐξ ἀνθρώπων σωτήριον θῦμα, αὐτὸ δὴ τὸ τοῦ λόγου σωματικὸν ὄργανον, ὑπὲρ τῆς κοινῆς ἀνθρώπων ἀγέλης καθιεροῦτο, καὶ τοῦτ' ἄρα ἦν τὸ τῷ θανάτῳ παραβεβλημένον σφάγιον, περὶ οὗ λόγων ἱερῶν βοῶσι φωναί, τοτὲ μὲν ὧδέ πη λέγουσαι· «ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου,» τοτὲ δὲ ὧδε προαναφωνοῦσαι· «ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος,» καὶ τό γε αἴτιον διδάσκουσιν ἐπιλέγουσαι· «οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται. καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ καὶ ἐν κακώσει, αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ ἐμαλακίσθη διὰ τὰς ἀνομίας ἡμῶν· παιδεία εἰρήνης ἡμῶν ἐπ' αὐτόν. τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν· πάντες ὡς πρόβατα ἐπλανήθημεν, ἕκαστος τὴν ὁδὸν αὐτοῦ ἐπλανήθη. καὶ κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν.» 15.13 τὸ μὲν οὖν ὄργανον τὸ ἀνθρώπειον τοῦ θείου λόγου διὰ ταύτας καθιεροῦτο τὰς αἰτίας, οὗτος δὲ ὁ μέγας ἀρχιερεὺς ὁ τῷ πανηγεμόνι καὶ παμβασιλεῖ θεῷ ἱερωμένος, ἕτερος ὢν παρὰ τὸ ἱερεῖον, θεοῦ λόγος, θεοῦ δύναμις καὶ θεοῦ σοφία, τὸ θνητὸν οὐκ εἰς μακρὸν ἀνεκαλεῖτο τοῦ θανάτου, καὶ τοῦτο τῷ πατρὶ τῆς κοινῆς ἡμῶν σωτηρίας τὴν ἀπαρχὴν παρίστη, τρόπαιον ἐπινίκιον κατὰ τοῦ θανάτου καὶ τῆς δαιμονικῆς παρατάξεως τῶν τε πάλαι συντελουμένων ἀνθρωποθυσιῶν ἀποτρόπαιον τοῦτο ὑπὲρ πάντων ἀνθρώπων ἀνεγείρας. 16.1 Ἀλλὰ γὰρ τούτων ὧδε ἐχόντων, ὥρα καὶ ἐπὶ τὰς ἀποδείξεις ἐλθεῖν, εἰ δὴ ἀποδείξεως δεῖ τῆς τούτων ἀληθείας, καὶ εἰ δὴ ἐναργῶν πραγμάτων ἀναγκαῖον πιστώσασθαι τὰς μαρτυρίας· δέχου δὲ ταύτας εὐγνώμονα τῷ λόγῳ τὴν ἀκοὴν παρασκευάσας. 16.2 διῄρητο μὲν πάντα τὰ πάλαι ἐπὶ γῆς ἔθνη, καὶ τὸ πᾶν τῶν ἀνθρώπων γένος εἰς ἐπαρχίας καὶ ἐθναρχίας καὶ τοπαρχίας τυραννίδας τε καὶ πολυαρχίας κατετέτμητο, ἐξ ὧν μάχαι συνεχεῖς καὶ πόλεμοι δῃώσεις τε καὶ ἀνδραποδισμοὶ κατ' ἀγροὺς καὶ κατὰ πόλεις οὔποτ' αὐτοὺς διελίμπανον, ἱστοριῶν τε ὑποθέσεις μυρίαι, μοιχεῖαί τε καὶ γυναικῶν ἁρπαγαί, ἔνθεν τὰ Ἰλίου κακὰ καὶ αἱ παρὰ πᾶσιν ἀνθρώ ποις μνημονευόμεναι τῶν παλαιῶν τραγῳδίαι. 16.3 τούτων δ' οὐκ ἂν ἁμάρτοις τὰς αἰτίας τῇ πολυθέῳ πλάνῃ προσγράφων. ὡς δὲ τὸ σωτήριον ὄργανον, αὐτὸ δὴ τὸ πανάγιον τοῦ Χριστοῦ σῶμα, τὸ κρεῖττον ἁπάσης δαιμονικῆς πλάνης καὶ ἐνεργείας ὀφθὲν κακίας τε τῆς δι' ἔργων καὶ λόγων ἀλλότριον, νικητήριον τρόπαιον κατὰ δαιμόνων παλαιῶν τε κακῶν ἀποτρόπαιον ἀνυψοῦτο, ἐλύετό τε αὐτίκα πάντα δαιμόνων ἔργα καὶ οὐκέτ' ἦσαν τοπαρχίαι καὶ πολυαρχίαι, τυραννίδες τε καὶ δημοκρατίαι, αἵ τε διὰ ταῦτα συνιστάμεναι κατὰ πόλεις καὶ κατὰ χώρας δῃώσεις καὶ πολιορκίαι, ἀλλὰ θεὸς μὲν εἷς εἰς πάντας ἐκηρύττετο· 16.4 ἐν ταὐτῷ δὲ καὶ βασιλεία μία τοῖς πᾶσιν ἡ Ῥωμαίων ἐπήνθει, ἀνῄρητό τε ἀθρόως ἡ ἐξ αἰῶνος ἄσπειστος καὶ ἀκατάλλακτος τῶν ἐθνῶν ἔχθρα. ὡς δὲ ἑνὸς θεοῦ γνῶσις πᾶσιν ἀνθρώποις παρεδίδοτο καὶ τρόπος εἷς εὐσεβείας σωτήριός τε ἡ Χριστοῦ διδασκαλία, κατὰ ταῦτα καὶ βασιλέως ἑνὸς ὑφ' ἕνα καὶ τὸν αὐτὸν χρόνον καθ' ὅλης τῆς Ῥωμαίων ἀρχῆς ὑποστάντος εἰρήνη βαθεῖα τὰ σύμπαντα διελάμβανεν· ὁμοῦ τε καὶ ὑφ' ἑνὶ καιρῷ ὥσπερ ἐξ ἑνὸς θείου νεύματος ἀνεφύοντο εἰς ἀνθρώπους ἀγαθῶν δύο βλαστοί, ἥ τε Ῥωμαίων ἀρχὴ καὶ ἡ εὐσεβὴς διδασκαλία. 16.5 πρό γε μὴν ταύτης οἱ μὲν ἀφωρισμένως Συρίας ἐκράτουν, οἱ δὲ τῆς Ἀσίας ἐβασίλευον, ἄλλοι δὲ Μακεδονίας, τὴν δὲ Αἴγυπτον ἀποτεμόντες ἕτεροι κατεῖχον, καὶ χώραν τὴν Ἀράβων