1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

14

χρησμοὺς καὶ μελλόντων προγνώσεις σὺν κολακείᾳ πολλῇ τοῖς τότε κρατοῦσιν ἐπηγγέλλοντο, τὸν δὲ σφῶν ὄλεθρον οὐκ ἔγνωσαν προγνῶναι οὐδὲ προφῆσαι σφίσιν αὐτοῖς, ὃ δὴ καὶ μέγιστον γένοιτ' ἂν δεῖγμα τοῦ τῆς ἀπάτης ἐλέγχου. 9.4 οὐδεὶς γοῦν πώποτε τῶν ἐπὶ χρησμοῖς πάλαι θαυμαζομένων τὴν εἰς ἀνθρώπους ἔκλαμψιν τοῦ κοινοῦ σωτῆρος προηγόρευσεν οὐδὲ τὸ νέον κήρυγμα τῆς ὑπ' αὐτοῦ προβληθείσης θεογνωσίας· ἀλλ' οὐδ' αὐτὸς ὁ Πύθιος συνῆκεν οὐδ' ἕτερος τῶν μεγαλοδαιμόνων τὴν οἰκείαν ἐρημίαν οὐδὲ τὸν πολιορκητὴν ἐθέσπισεν οὐδὲ τὸν αὐτῶν καθαιρέτην ἐμαντεύσατο. 9.5 τίς δὲ χρησμῳδὸς ἢ μάντις τὰ μὲν αὐτῶν σεμνὰ νέου τινὸς ἐπιφανέντος τῷ βίῳ σβεσθήσεσθαι, τὴν δ' εἰς τὸν πάντων βασιλέα γνῶσίν τε καὶ εὐσέβειαν πᾶσιν ἀνθρώποις παραδοθήσεσθαι προηγόρευσεν; τίς τὸ σεμνὸν τουτὶ καὶ θεοσεβὲς βασίλειον αὐτόν τε τὸν καλλίνικον ἡμῶν τά τε κατὰ δαιμόνων αὐτῷ πανταχοῦ γῆς ἀνεγηγερμένα τρόπαια καὶ τῶν ὑψηλῶν τὸν ἀφανισμὸν προέγνω; 9.6 τὴν δὲ διὰ πυρὸς χωνείαν καὶ τὴν ἐξ ἀχρήστου ἰδέας εἰς ἀναγκαίας χρήσεις τῶν ἀψύχων μεταβολὴν τίς πώποτε ἡρώων διεστείλατο; χωνευομένων δ' αὐτοῖς τῶν ξοάνων εἰς λεπτόν τε γελοίως κατακοπτομένων τίς πώποτε θεῶν ἐμνημόνευσεν; 9.7 ποῖ δ' ἦσαν οἱ τούτων ἀρωγοὶ μὴ οὐχὶ ἐπαμύνειν τοῖς αὐτῶν ἀφιερώμασιν ὑπ' ἀνθρώπων ἀφανιζομένοις; ποῖ ποτ' ἦσαν οἱ τοὺς πολέμους τὸ πρὶν ἐνεργοῦντες, τοὺς σφῶν πολιορκητὰς ἐν βαθυτάτῃ διατελοῦντας εἰρήνῃ θεώμενοι; ποῖ δὲ οἱ τούτοις ὡς θεοῖς ἐπιθαρσοῦντες καὶ πεποιθήσει ματαίᾳ τοὺς λογισμοὺς ἐπαιρό μενοι, οἱ τὴν μὲν πλάνην εἰς ὕψος ἐγείραντες πόλεμον δ' ἀκήρυκτον κατὰ τῶν προμάχων τῆς ἀληθείας ἀράμενοι; 9.8 ποῖ τὸ τῶν θεομάχων γιγάντων στῖφος καὶ τῶν δρακόντων τὰ συρίγματα, οἳ τὰς γλώττας ἀκονήσαντες φωνὰς ἀθέους κατὰ τοῦ παμβασιλέως ἠφίεσαν; ἀλλ' οἱ μὲν τῷ βασιλεῖ τῶν ὅλων πεπολεμωμένοι πολυπληθείᾳ θεῶν θαρροῦντες, σὺν πολλῇ δυνάμει χειρὸς στρατιωτικῆς ἐπῄεσαν, νεκρῶν εἴδωλα καμόντων ἐν ἀψύχοις ἀγάλμασι προβεβλημένοι, ὁ δ' εὐσεβείας θώρακι πεφραγμένος τὸ σωτήριον καὶ ζωοποιὸν σημεῖον ὥσπερ τι φόβητρον καὶ κακῶν ἀμυντήριον τῷ πλήθει τῶν ἐναντίων ἀντιπαρατάξας, ὁμοῦ τὴν κατ' ἐχθρῶν καὶ κατὰ δαιμόνων νίκην ἀπηνέγκατο, εἶτ' εὐγνώμονι λογισμῷ χαριστήριον ἀποδιδοὺς εὐχὴν τῷ τῆς νίκης αἰτίῳ φωνῇ μεγάλῃ καὶ στήλαις ἅπασιν ἀνθρώποις τὸ νικοποιὸν ἀνεκήρυττεν σημεῖον, μέσῃ τῇ βασιλευούσῃ πόλει μέγα τρόπαιον τουτὶ κατὰ πάντων πολεμίων ἐγείρας, διαρρήδην τε ἀνεξάλειπτον σωτήριον τουτὶ σημεῖον τῆς Ῥωμαίων ἀρχῆς καὶ τῆς καθόλου βασιλείας φυλακτήριον. 9.9 τοῦτο μὲν δὴ γνωρίζειν ἅπαντας ἐδίδασκεν ἀνθρώπους, πρό γε πάντων τὰ στρατιωτικά, οὓς δὴ μάλιστα χρῆναι μὴ δόρασι καὶ παντευχίαις μηδ' ἀλκῇ σωμάτων τὰς ἐλπίδας ἐξάπτειν, τὸν δ' ἐπὶ πάντων εἰδέναι θεόν, τὸν παντὸς ἀγαθοῦ καὶ αὐτῆς νίκης δοτῆρα. 9.10 οὕτω δὴ βασιλεὺς αὐτός, ὢ τῆς παραδόξου ἀκοῆς, λόγων εὐκτηρίων διδάσκαλος τῷ αὐτοῦ στρατῷ καθίστατο, εὐχάς τε εὐσεβεῖς θεσμοῖς ἀκολούθως παρεδίδου θείοις, ἄνω μὲν αἴροντας εἰς οὐρανὸν μετεώρους τὰς χεῖρας, ἀνωτάτω δ' ἐπὶ τὸν ἐπουράνιον βασιλέα τοὺς τῆς διανοίας παραπέμποντας ὀφθαλμούς, κἀκεῖνον ταῖς εὐχαῖς νίκης δοτῆρα σωτῆρα φύλακά τε καὶ βοηθὸν ἐπιβοωμένους· ναὶ μὴν καὶ ἡμέραν εὐχῶν ἡγεῖσθαι κατάλληλον τὴν κυρίαν ἀληθῶς καὶ πρώτην ὄντως κυριακήν τε καὶ σωτήριον, τὴν δὴ καὶ φωτὸς καὶ ζωῆς, ἀθανασίας τε καὶ ἀγαθοῦ παντὸς ἐπώνυμον. 9.11 αὐτός τε αὐτοῦ διδάσκαλος ἀγαθῶν ὑποστάς, ἐν αὐτοῖς βασιλικοῖς ταμείοις τὸν αὐτοῦ σωτῆρα γεραίρων, ὧδε μὲν εὐχαῖς θεσμοὺς ἐξετέλει θείους, ὧδε δὲ λόγων ἱερῶν ἀκοαῖς τὸν νοῦν ἐξεπαιδεύετο, διάκονοι δ' αὐτῷ καὶ ὑπηρέται θεῷ καθιερωμένοι, βίου τε σεμνότητι καὶ ἀρετῇ κεκοσμημένοι ἄνδρες, φύλακες τοῦ παντὸς οἴκου καθίσταντο, καὶ δορυφόροι δὲ πιστοί, σωματοφύλακες