1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

25

καὶ πᾶσά γε ἡ ἱστορία τῆς τούτων μνήμης πεπλήρωται; Κρόνῳ μὲν γὰρ Φοίνικες καθ' ἕκαστον ἔτος ἔθυον τὰ ἀγαπητὰ καὶ μονογενῆ τῶν τέκνων, τῷ δ' αὐτῷ τούτῳ καὶ ἐν Ῥόδῳ μηνὶ Μεταγειτνιῶνι ἕκτῃ ἱσταμένου ἀνθρώπους ἔσφαττον. ἐν δὲ Σαλαμῖνι ὑφ' ἕνα περίβολον Ἀθηνᾶς Ἀγραύλιδος. καὶ ∆ιομήδους ἐλαυνόμενός τις ἀνὴρ τρὶς περιέθει τὸν βωμόν, ἔπειτα ὁ ἱερεὺς αὐτὸν λόγχῃ ἔπαιεν κατὰ τοῦ στομάχου, καὶ οὕτως αὐτὸν ἐπὶ τὴν νησθεῖσαν πυρὰν ὡλοκαύτιζεν. ἐγίγνοντο δὲ καὶ ἐπὶ τῆς Αἰγύπτου πλεῖσται ὅσαι ἀνθρωποκτονίαι, ἐθύοντό τε τῇ Ἥρᾳ ἐν Ἡλίου πόλει τῆς ἡμέρας τρεῖς, ἀνθ' ὧν Ἀμώσης ὁ βασιλεὺς τὸ δεινὸν συνιδὼν κηρίνους τοὺς ἴσους ἐκέλευσεν ἐπιτίθεσθαι. καὶ ἐν Χίῳ δὲ τῷ Ὠμαδίῳ ∆ιονύσῳ ἄνθρωπον διασπῶντες ἔθυον, καὶ ἐν Τενέδῳ δὲ ὡσαύτως, ἐν δὲ Λακεδαίμονι τῷ Ἄρει τὴν δι' ἀνθρώπων ἐτέλουν θυσίαν. καὶ ἐν Κρήτῃ δὲ αὐτὸ τοῦτ' ἔπραττον, ἀνθρωποθυτοῦντες τῷ Κρόνῳ. Ἀθηνᾷ δὲ παρθένος κατ' ἔτος ἐθύετο ἐν Λαοδικείᾳ τῆς Συρίας, νῦν δὲ ἔλαφος. οὐ μὴν ἀλλὰ καὶ Λίβυες καὶ Καρχηδόνιοι ταῖς ἀνθρωποθυσίαις τοὺς ἑαυτῶν ἱλεοῦντο θεούς. καὶ ∆ουματηνοὶ δὲ τῆς Ἀραβίας καθ' ἕκαστον ἔτος ἔθυον παῖδα, ὃν ὑπὸ τὸν βωμὸν ἔθαπτον, κοινῶς δὲ πάντας Ἕλληνας, πρὶν ἐπὶ πολέμους ἐξιέναι, ἀνθρωποκτονεῖν ἡ ἱστορία διδάσκει, Θρᾷκας τε καὶ Σκύθας ὁμοίως. Ἀθηναῖοι δὲ τὰς Λεὼ κόρας καὶ τὴν Ἐρεχθέως θυγατέρα σφαγιασθεῖσαν μνημονεύουσιν. ἀλλ' ἔτι καὶ νῦν τίς ἀγνοεῖ κατὰ τὴν μεγάλην πόλιν τῇ τοῦ Λατριαρίου ∆ιὸς ἑορτῇ σφαγιαζόμενον ἄνθρωπον; 13.8 ταῦτα μὲν φιλοσόφων οἱ καὶ δοκιμώτατοι μεμαρτυρήκασιν οὕτως ἔχειν, ∆ιόδωρος δὲ ὁ τὰς βιβλιοθήκας ἐπιτεμὼν φησὶ τῷ Κρόνῳ διακοσίους τῶν ἐπιφανεστάτων παίδων δημοσίᾳ θῦσαι τοὺς Λίβυας, οὐκ ἐλάττους δὲ ἐπιδοῦναι τῇ θυσίᾳ τριακοσίους ἑτέρους, ὁ δὲ τῆς Ῥωμαϊκῆς ἱστορίας συγγραφεὺς ∆ιονύσιος αὐτὸν ὀνομαστὶ τὸν ∆ία καὶ τὸν Ἀπόλλωνα αἰτῆσαι ἀνθρωποθυσίας ἐν Ἰταλίᾳ παρὰ τῶν καλουμένων Ἀβοριγινῶν. τοὺς αἰτηθέντας οὖν φησι καρπῶν μὲν ἁπάντων τὸ λάχος ἀποθῦσαι τοῖς θεοῖς· ὅτι δὲ μὴ καὶ ἀνθρώπους ἔθυσαν, παντοίαις περιπεσεῖν συμφοραῖς, μὴ πρότερόν τε κακῶν παῦλαν σχεῖν ἢ δεκατεῦσαι ἑαυτούς· οὕτω δ' οὖν ἀνθρώπων δεκάτας ἀφαιρουμένους τε καὶ θύοντας ἐρημίας αἰτίους γενέσθαι τῇ χώρᾳ. τοσούτοις κακοῖς τὸ πᾶν τῶν ἀνθρώπων γένος πάλαι πρότερον κατετρύχετο. 13.9 οὐκ ἤρκει δ' ἐπὶ τούτοις τὸ κακῶς πράττειν, μυρίαις δὲ καὶ ἄλλαις ἀνηκέστοις καταδεδούλωτο συμφοραῖς. ὁμοῦ γὰρ τὰ καθ' ὅλης τῆς οἰκουμένης ἔθνη, Ἕλληνά τε καὶ βαρβάρα, ὡς ὑπὸ δαιμονικῆς ἐνεργείας οἰστρούμενα δεινῇ καὶ χαλεπωτάτῃ νόσῳ διεστασίαζεν, τῷ ἄμικτον εἶναι καὶ ἀκατάλλακτον αὐτὸ πρὸς ἑαυτὸ τὸ τῶν ἀνθρώπων γένος, ὧδε κἀκεῖσε τοῦ μεγάλου σώματος τῆς κοινῆς φύσεως διεσπασμένου, ἐφ' ἑκάστῃ γωνίᾳ γῆς ἀποστατούντων ἀνθρώπων νόμοις τε καὶ πολιτείαις διαμαχομένων ἀλλήλοις, 13.10 καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἐξαγριουμένων πυκναῖς ταῖς κατ' ἀλλήλων ἐπαναστάσεσιν, ὥστ' ἀεὶ καὶ διὰ παντὸς τοῦ βίου μάχαις ταῖς κατ' ἀλλήλων καὶ πολέμοις σχολάζειν, μὴ ἐξεῖναί τέ ποι τῷ βουλομένῳ στέλλεσθαι μὴ πολεμίου τρόπον καθωπλισμένῳ, κατ' ἀγρούς τε καὶ κατὰ κώμας ξιφηφορεῖν τοὺς γεωπόνους καὶ μᾶλλον τῶν πρὸς γεωργίαν ὀργάνων τὰς ἐνόπλους κεκτῆσθαι παρασκευάς, τό τε ληΐζεσθαι καὶ ἀνδραποδίζεσθαι τοὺς ἐκ γειτόνων ἐπ' ἀρετῆς τίθεσθαι μέρει. 13.11 καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἐξ αὐτῶν, ὧν ἐλογοποίησαν περὶ τῶν οἰκείων θεῶν, αἰσχρᾶς καὶ παρανόμου ζωῆς ἐφόδια προσλαβόντες, παντοίοις τρόποις ἀκολασίας ὁμοῦ τοῖς σώμασι καὶ τὰς αὐτῶν ψυχὰς προσδιέφθειραν. καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τοὺς ὅρους ὑπερβάντες, τῆς φύσεως ἐπέκεινα ἐχώρουν ἀρρητοποιΐας καὶ τὰ ἀκοαῖς ἄπιστα κατ' ἀλλήλων ἐμπαροινοῦντες· «ἄρρενές τε ἐπ' ἄρσεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι, καὶ τὴν ἀντιμισθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς