1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

2

ὕμνοις γεραίρουσιν, μέσος δ' ἀμφιβέβληται μέγας οὐρανὸς περιπέτασμα κυάνεον τοὺς ἐκτὸς τῶν εἴσω βασιλικῶν οἴκων διεῖργον. ἀμφὶ δὲ τοῦτον ὡς ἐν βασιλείων προθύροις περιπολοῦσι δᾳδουχοῦντες ἥλιος καὶ σελήνη καὶ τὰ κατ' οὐρανὸν φωσφόρα, τὸν ἐπέκεινα τῶν ὅλων βασιλέα τιμῶντες αὐτοῦ τε νεύματι καὶ λόγῳ τοῖς τὸν σκότιον ἔξω λαχοῦσιν οὐρανοῦ χῶρον φωτὸς ἀσβέστους ἐξάπτοντες λαμπάδας. 1.3 τοῦτον ἡμῖν τὸν μέγαν βασιλέα Χριστὸν καὶ αὐτὸς ὁ καλλίνικος ἡμῶν βασιλεὺς ἀνυμνεῖ συνῃσθημένος εὖ μάλα τοῦ τῆς βασιλείας αἰτίου· τοῦτον φιλόθεοι καίσαρες πηγὴν ἁπάντων ἀγαθῶν εἶναι γνωρίζουσιν πατρόθεν τὸ μάθημα παρειληφότες· τοῦτον στρατοπέδων δῆμοι, λαοὶ παμπληθεῖς κατὰ χώρας καὶ κατὰ πόλεις, ἐθνῶν τε ἄρχοντες ἐκκλησιάζοντες εὐσεβοῦσιν ὑπὸ μεγάλῳ σωτῆρι διδασκάλῳ παιδευόμενοι, ἀλλὰ καὶ πᾶν ἀθρόως γένος ἀνθρώπων, ἔθνη παντοῖα, φυλαὶ καὶ γλῶσσαι, κοινῇ τε πάντες ὁμοῦ καὶ κατὰ μέρος, ταῖς γνώμαις διεστῶτες τὰ ἄλλα, κατὰ μόνην τήνδε συμφωνοῦσι τὴν ὁμολογίαν τὸν ἕνα καὶ μόνον λογισμοῖς ἐμφύτοις αὐτομαθέσι τε καὶ αὐτοδιδάκτοις ἐννοίαις θεοκλυτοῦντες. 1.4 τί δ'; οὐχὶ καὶ τὸ πᾶν τῆς γῆς στοιχεῖον αὐτὸν δεσπότην γνωρίζει τοῖς ἐξ αὐτῆς ἀναδιδομένοις βλαστήμασί τε καὶ ζώοις τὴν πρὸς τὸ νεῦμα τοῦ κρείττονος ὑποταγὴν ἐνδεικνυμένη; τοῦτον καὶ ποταμῶν ῥοαὶ πλημμυροῦσαι τοῖς νάμασι πηγῶν τε τῶν ἐξ αἰῶνος βυθῶν τ' ἀπείρων ἀενάων πηγάζουσαι ῥύσεις τῆς ἀρρήτου θαυματουργίας ἐπιγράφονται τὸν αἴτιον· αὐτὸν καὶ θαλάττης ἄβυσσοι βένθεσιν ἀπείροις ἐγκεκλεισμέναι κυρτούμενά τε κύματα, μετέωρα εἰς ὕψος αἰρόμενα καὶ φόβον ἀπειλοῦντα τῇ γῇ, μέχρις αὐτῶν αἰγιαλῶν προϊόντα, πτήσσει νεύματι θείου νόμου πεπεδημένα· αὐτὸν καὶ χειμερίων ὄμβρων μεμετρημένα ῥεύματα, κτύποι τε βροντῶν καὶ ἀστραπῶν λαμπηδόνες, παλίνστροφοί τε ἀνέμων ῥιπαί, νεφῶν τε διαέριοι πορεῖαι τοῖς τὴν αὐτοῦ θέαν αὐτοπτεῖν ἀδυνάτοις προφαίνουσιν. 1.5 ἀλλὰ καὶ ὁ παμφαὴς ἥλιος τὸν μακρὸν αἰῶνα δολιχεύων μόνον αὐτὸν οἶδεν κύριον αὐτοῦ τε νεύματι δουλεύων οὔποτε βαίνειν ἐκτὸς ὅρων τολμᾷ· σελήνη τε ὑποχωροῦσα τὸ φέγγος ἡλίῳ χρόνων τε περιόδοις μειουμένη καὶ πάλιν αὐξομένη θεσμοῖς ὑποτάττεται θείοις· κάλλη τε οὐρανοῦ, χορείαις ἄστρων ἀποστίλβοντα βαίνοντά τε σὺν τάξει καὶ ἁρμονίᾳ καὶ τοὺς αὐτῶν ἀναμετρούμενα κύκλους, τὸν παντοίων δοτῆρα φώτων ἀνακηρύττουσιν· ὁμοῦ τε πάντες οὐράνιοι φωστῆρες, αὐτοῦ νεύματι καὶ λόγῳ μίαν συνταξάμενοι μελῳδίαν, μακρῶν αἰώνων κύκλοις δολιχὸν ἐξανύοντες δρόμον αἰθερίων σταδίων διιππεύουσιν ἀγῶνας· νυκτῶν τε καὶ ἡμερῶν ἀμοιβαῖαι κινήσεις, ὡρῶν τε καὶ καιρῶν μεταβολαί, ῥυθμοί τε καὶ τάξεις τοῦ παντὸς τῆς ἀπειρομεγέθους δυνάμεως τὴν πολυποίκιλον σοφίαν γεραίρουσιν. αὐτῷ καὶ δυνάμεις ἀφανεῖς ἀμφὶ τὰ δι' ἀέρος ἀνειμένα πεδία ποτώμεναι τὴν ὀφειλομένην καὶ πρέπουσαν θεολογίαν ἀναπέμπουσιν· τοῦτον δὴ τὸν μέγαν βασιλέα καὶ αὐτὸς ὁμοῦ πᾶς ἀνυμνεῖ κόσμος· τοῦτον ἄνωθεν οὐρανοὶ οὐρανίων τε ἁψίδων ὑπέρτεροι χοροὶ γεραίρουσιν· ὑμνοῦσι δ' ὕμνοις ἀρρήτοις ἀγγέλων στρατιαί, πνεύματά τε νοεροῦ φωτὸς ἔκγονα τὸν σφῶν γεννήτορα θεολογοῦσιν· τοῦτον αἰῶνες ἄχρονοι πρὸ οὐρανοῦ τοῦδε καὶ πρὸ κόσμου ἄλλοι τε τούτων ἄπειροι αἰῶνες αἰώνων πρὸ πάσης τῆς τῶν ὁρατῶν ὑποστάσεως μόνον καὶ μέγαν δεσπότην καὶ κύριον ἐπιγράφονται. 1.6 τοῦτον καὶ αὐτὸς ἐπὶ πᾶσι καὶ πρὸ πάντων καὶ μετὰ πάντας ὁ προὼν αὐτοῦ μονογενὴς λόγος, ὁ δὴ μέγας ἀρχιερεὺς τοῦ μεγάλου θεοῦ, παντὸς χρόνου καὶ πάντων αἰώνων πρεσβύτατος, τῇ τοῦ πατρὸς καθωσιωμένος τιμῇ πρῶτος καὶ μόνος, τῆς πάντων ὑπεριλάσκεται σωτηρίας, πρωτείοις μὲν τῆς τῶν ὅλων ἀρχῆς δευτερείοις δὲ τῆς πατρικῆς βασιλείας ἐνδοξαζόμενος, ὅτι δὴ τὸ φῶς αὐτὸς ἦν τὸ ἐπέκεινα τῶν ὅλων ἀμφὶ τὸν πατέρα χορεῦον μεσιτεῦόν τε καὶ διεῖργον τῆς τῶν γενητῶν οὐσίας τὴν ἄναρχον καὶ