1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

17

ἀγαθῶν, ἔργοις εἰς αὐτὸν τὰς οἰκείας πιστούμενος ἐπαγγελίας, ἃς οὐκέθ' ὁ παρὼν καιρὸς οἷός τε ἐπιτρέπει λέγειν, μένειν δὲ χρὴ τὴν ἐκεῖσε πορείαν, ὅτι δὴ θνητοῖς ὄμμασι καὶ σαρκὸς ἀκοαῖς οὐκ ἔχει φύσιν τὰ θεῖα καταλαμβάνεσθαι. 11.1 Φέρε δή σοι, Νικητὰ Μέγιστε Κωνσταντῖνε, λόγων ἀπορρήτων μυήσεις ἐν τῷ βασιλικῷ τῷδε ἀμφὶ τοῦ παμβασιλέως τῶν ὅλων συγγράμματι παραθώμεθα, οὐ σὲ μυοῦντες τὸν ἐκ θεοῦ σεσοφισμένον οὐδὲ σοὶ τὰ ἀπόρρητα γυμνοῦντες, ᾧ καὶ πρὸ τῶν ἡμετέρων λόγων θεὸς αὐτὸς οὐκ ἐξ ἀνθρώπων οὐδὲ δι' ἀνθρώπου δι' αὐτοῦ δὲ τοῦ κοινοῦ σωτῆρος καὶ τῆς αὐτοῦ σοι πολλαχῶς ἐπιλαμψάσης θεϊκῆς ὄψεως τὰ κρύφια τῶν ἱερῶν ἐξέφηνέν τε καὶ ἀπεκάλυψεν, τοὺς δ' ἀμαθεῖς ἀνθρώπους εἰς φῶς ἄγοντες καὶ τῶν σῶν τῆς εὐσεβείας ὁσίων ἔργων τὰς ὑποθέσεις καὶ τὰς αἰτίας τοῖς ἀγνοοῦσιν ὑποτιθέμενοι. 11.2 τὰ μὲν γὰρ εἰς τὴν τοῦ παμβασιλέως θεοῦ θεραπείαν τε καὶ τιμὴν ὁσημέραι καθ' ὅλης τῆς ἀνθρώπων οἰκουμένης πρὸς τῆς σῆς ἀρετῆς κατορθούμενα πᾶν στόμα θνητῶν ἀνυμνεῖ, τὰ δ' ἐπὶ τῆς ἡμεδαπῆς ἑστίας, φημὶ δὴ τοῦ Παλαιστινῶν ἔθνους, πόλεώς τε τῆσδε, ἔνθεν ὁ σωτήριος λόγος ὥσπερ ἀπὸ πηγῆς εἰς πάντας ἀνώμβρησεν ἀνθρώπους, ἀνατεθέντα τῷ σῷ φύλακί τε καὶ σωτῆρι χαριστήρια, τρόπαιά τε τῆς κατὰ τοῦ θανάτου νίκης ἐν προσευκτηρίων οἴκοις καὶ ναῶν ἀφιερώμασιν ἀνεγηγερμένα, ὑψηλά τε καὶ περικαλλῆ βασιλικῆς διανοίας βασιλικὰ μεγαλουργήματα ἀμφὶ τὸ σωτήριον μαρτύριον τῆς ἀθανάτου μνήμης ἐπεσκευασμένα 11.3 οὐ τοῖς πᾶσι 11.3 πρόδηλον ἔχει τὴν αἰτίαν, ἀλλ' οἱ μὲν τὰ θεῖα δυνάμει πνεύματος ἐνθέου πεφωτισμένοι ἴσασί τε καὶ γνωρίζουσι, καὶ σὲ τῆς ἐπὶ ταῦτα διανοίας τε καὶ ὁρμῆς οὐκ ἀθεεὶ κεκινημένης ἐνδίκως θαυμάζουσί τε καὶ μακαρίζουσιν, οἱ δὲ τῶν θείων ἀγνώμονες ψυχῆς ἀβλεψίᾳ χλεύην καὶ γέλωτα πλατὺν τίθενται τὸ πρᾶγμα, νεκρῶν σωμάτων μνημεῖα καὶ τάφους τοσούτῳ βασιλεῖ σπουδάζεσθαι ἀπρεπὲς εἶναι καὶ ἀνοίκειον ὑπειληφότες. 11.4 εἶτ' οὐχὶ βέλτιον, φαίη ἄν τις αὐτῶν, τὰ πάτρια φυλάττειν καὶ τοὺς καθ' ἕκαστον ἔθνος τιμωμένους ἥρωάς τε καὶ θεοὺς εὐμενίζειν μηδὲ ἀποπτύειν αὐτοὺς καὶ φεύγειν τῶν τοιῶνδε συμφορῶν ἕνεκα; ἀλλ' ἢ κἀκείνους ὁμοίως τῷδε τῆς ὁμοπαθείας χάριν θειάζειν, ἢ εἰ ἀπόβλητοι διὰ τὰς ἀνθρωποπαθείας ἐκεῖνοι, καὶ τούτῳ δίκαιον εἶναι τὴν αὐτὴν ἀπονέμειν ψῆφον. ταῦτα γοῦν αὐτῶν εἴποι τις ἂν εὖ μάλα τὰς ὀφρῦς συνάγων οἰήματί τε δοκησισόφῳ τὸν αὐτοῦ σεμνολογῶν τῦφον. 11.5 ὃν δὴ συγγνώμης ἀξιῶν τῆς ἀμαθίας οὐ μόνον ἀλλὰ καὶ πάντα πεπλανημένον ὁ τοῦ παναγάθου πατρὸς φιλάνθρωπος λόγος, διατριβὰς καὶ διδασκαλεῖα καθ' ὅλης τῆς τῶν ἐθνῶν οἰκουμένης πηξάμενος ἔν τε χώραις καὶ κώμαις ἀγροῖς τε καὶ ἐρημίαις ταῖς θ' ἁπανταχοῦ πόλεσιν εἰς τὴν τῶν ἐνθέων μαθημάτων παίδευσιν ἀφθόνως ἐπικαλεῖται, Ἕλληνας ὁμοῦ καὶ βαρβάρους, σοφοὺς καὶ ἰδιώτας, πένητας καὶ πλουσίους, οἰκέτας ἅμα δεσπόταις, ἄρχοντας καὶ ἀρχομένους, ἀσεβεῖς ἀδίκους ἀμαθεῖς αἰσχροποιοὺς βλασφήμους ἥκειν καὶ σπεύδειν ἐπὶ τὴν ἔνθεον θεραπείαν οἷα φιλάνθρωπος σωτὴρ καὶ ψυχῶν ἰατρὸς παρακελευόμενος. λαμπραῖς γοῦν φωναῖς προτέρων κακῶν ἀμνηστίαν τοῖς πᾶσιν ἀνακηρύττων ἐβόα· «δεῦτε, πρός με», λέγων, «πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς·» καὶ αὖθις· «οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν·» καὶ προστίθησί γε τὸ αἴτιον φάσκων· «οὐ γὰρ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες.» καὶ· «οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὴν μετάνοιαν αὐτοῦ.» 11.6 ἐνθένδε μόνῳ τῷ τὰ θεῖα πεπαιδευμένῳ, τὰς αἰτίας ἐκμαθόντι τῆς τῶν προκειμένων σπουδῆς, κρείττονα ἢ κατὰ ἄνθρωπον ἐπίπνοιαν τῷ ἡμετέρῳ βασιλεῖ συνομολογεῖν ἔπεισι καὶ τοῦ τρόπου τὸ θεοσεβὲς ἀποθαυμάζειν τήν τε περὶ τὸ μαρτύριον τῆς σωτηρίου ἀθανασίας σπουδὴν οὐκ ἀθεεὶ γεγονέναι πιστεύειν ἐξ