1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

31

ὡσαύτως ἄλλοι, ναὶ μὴν καὶ Παλαιστινῶν τὸ Ἰουδαίων ἐκράτει γένος, καὶ κατὰ κώμας τε καὶ κατὰ πόλεις καὶ κατὰ πάντα τόπον ὥσπερ ὑπό τινος παραπληξίας κατ' ἀλλήλων φονῶντες καὶ δαιμονῶντες ἀληθῶς πολέμοις καὶ μάχαις ἐσχόλαζον. ἀλλὰ γὰρ ἀθρόως ἅπαντα ὥσπερ ἀπὸ νύσσης μιᾶς δύο μεγάλαι προελθοῦσαι δυνάμεις ἡμέρωσάν τε καὶ εἰς φιλίαν συνήγαγον, ἥ τε Ῥωμαίων ἀρχὴ μόναρχος ἐξ ἐκείνου φανθεῖσα καὶ ἡ τοῦ Χριστοῦ διδασκαλία, ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ συνακμάσασαι ἀλλήλαις. 16.6 ἡ μέν γε τοῦ σωτῆρος ἡμῶν δύναμις τὰς τῶν δαιμόνων πολυαρχίας τε καὶ πολυθεΐας καθεῖλε, μίαν βασιλείαν θεοῦ πᾶσιν ἀνθρώποις Ἑλλησί τε καὶ βαρβάροις καὶ τοῖς μέχρι τῶν ἐσχατιῶν τῆς γῆς κηρύττουσα· ἡ δὲ Ῥωμαίων ἀρχή, ὡς ἂν προκαθῃρημένων τῶν τῆς πολυαρχίας αἰτιῶν, τὰς ὁρωμένας ἐχειροῦτο, εἰς μίαν ἕνωσιν καὶ συμφωνίαν τὸ πᾶν γένος συνάπτειν σπεύδουσα, καὶ τὰ πολλὰ μὲν παντοίων ἐθνῶν συναγαγοῦσα, μέλλουσα δὲ ὅσον οὔπω καὶ αὐτῶν ἄχρι τῶν ἄκρων τῆς οἰκουμένης ἐφάπτεσθαι, τῆς σωτηρίου διδασκαλίας σὺν θεϊκῇ δυνάμει προεξευμαριζούσης αὐτῇ τὰ πάντα καὶ ὁμαλὰ καθιστώσης. 16.7 τοῦτό γέ τοι ἂν εἴη τὸ μέγα θαῦμα τοῖς φιλαλήθως τὸν νοῦν ἐφιστῶσι καὶ μὴ τοῖς καλοῖς βασκαίνειν ἐθέλουσιν· ὁμοῦ τε γὰρ ἡ τῶν δαιμόνων ἀπηλέγχετο πλάνη, ὁμοῦ καὶ ἡ ἐξ αἰῶνος ἔχθρα καὶ μάχη τῶν ἐθνῶν διελύετο, καὶ πάλιν ὁμοῦ θεὸς εἷς καὶ μία τούτου γνῶσις εἰς πάντας ἐκηρύττετο, ὁμοῦ καὶ βασιλεία μία ἐν ἀνθρώποις ἐκρατύνετο, καὶ τὸ πᾶν ὁμοῦ τῶν ἀνθρώπων γένος εἰς εἰρήνην καὶ φιλίαν μεθηρμόζετο, ἀδελφούς τε ὡμολόγουν ἀλλήλους οἱ πάντες καὶ τὴν οἰκείαν φύσιν ἐγνώριζον. αὐτίκα γοῦν ὥσπερ ἐξ ἑνὸς φύντες πατρὸς ἑνός τε θεοῦ οἷα παῖδες καὶ μητρὸς μιᾶς, τῆς ἀληθοῦς εὐσεβείας, εἰρηνικῶς ἀλλήλους ἠσπάζοντό τε καὶ ἀπελάμβανον, ὡς μηδὲν ἀποδεῖν ἐξ ἐκείνου τὴν σύμπασαν οἰκουμένην μιᾶς εὐνομουμένης οἰκετείας τε καὶ συγγενείας, ἐξεῖναί τε πορείας ὅτῳ φίλον στέλλεσθαι ἀποδημεῖν τε ὅπη τις θέλοι σὺν πάσῃ ῥᾳστώνῃ, καὶ τοὺς μὲν ἀπὸ δυσμῶν ἀκινδύνως ἐπὶ τὰ ἑῷα παριέναι, τοὺς δὲ ἐνθένδε πάλιν ἐκεῖσε ὡς ἐπὶ πατρίδας οἰκείας στέλλεσθαι, πληροῦσθαί τε παλαιῶν χρησμῶν λόγια καὶ προφητῶν ἀναφωνήσεις, μυρίας μὲν καὶ ἄλλας ἃς οὐ νῦν παρατίθεσθαι σχολή, ἀτὰρ δὲ καὶ τὰς ἀμφὶ τοῦ σωτηρίου λόγου ὧδέ πη βοώσας· «κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς οἰκουμένης.» καὶ αὖθις· «ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης.» «καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας εἰς δρέπανα. καὶ οὐ μὴ λήψεται ἔθνος ἐπ' ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν.» 16.8 ταῦτα προὐλέγετο καὶ φωναῖς Ἑβραίων ἐξ αἰῶνος μακροῦ προεκηρύττετο· ταῦτα τοῖς ἔργοις καθ' ἡμᾶς αὐτοὺς ὁρώμενα τῶν παλαιῶν φωνῶν πιστοῦται τὰς μαρτυρίας. σὺ δὲ δὴ εἰ ποθεῖς ἑτέρων ἀποδείξεων περιουσίας, μὴ λόγοις ἀλλ' ἔργοις ταύτας λάμβανε. διάνοιξον τῆς σαυτοῦ διανοίας τοὺς ὀφθαλμούς, καὶ τοῦ λογισμοῦ τὰς πύλας ἀναπέτασον, πολύ τε ἐπισχὼν παρὰ σαυτῷ λόγισαι, αὐτός τε σαυτὸν ἐρώτα, καὶ ὡς παρ' ἑτέρου πυνθάνου, ὧδέ πη τὴν τῶν πραγμάτων φύσιν διερευνώμενος· τίς πώποτε τῶν ἐξ αἰῶνος βασιλεὺς ἢ ἄρχων ἢ φιλόσοφος ἢ νομοθέτης ἢ προφήτης Ἑλληνικὸς ἢ βάρβαρος τοσοῦτον ἀρετῆς ἀπηνέγκατο, οὔτι γε μετὰ θάνατον ἀλλ' ἔτι ζῶν καὶ ἐμπνέων καὶ πολλὰ δυνάμενος, ὡς πάντων τῶν ἐπὶ γῆς ἀνθρώπων ἀκοὴν καὶ γλῶτταν ἐμπλῆσαι τῆς αὐτοῦ προσηγορίας; ἀλλὰ τοῦτό γε οὐδεὶς ἢ μόνος εἷς ὁ ἡμέτερος σωτὴρ μετὰ τὴν κατὰ τοῦ θανάτου νίκην διεπράξατο, τοῖς αὐτοῦ γνωρίμοις λόγον εἰπὼν καὶ ἔργῳ τελέσας, «πορευθέντες γοῦν μαθητεύσατε πάντα τὰ ἔθνη ἐν τῷ ὀνόματί μου» φήσας αὐτοῖς. προειπών τε καὶ προαποφηνάμενος, ὡς ἄρα δεῖ τὸ εὐαγγέλιον αὐτοῦ κηρυχθῆναι ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσιν, ἅμα λόγῳ τοὔργον ἐπήγαγεν. αὐτίκα δ'