1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

15

τρόποις εὐνοίας ἀγαθῆς καθωπλισμένοι, βασιλέα διδάσκαλον θεοσεβοῦς ἐπεγράφοντο βίου. 9.12 ὁ δὲ βασιλεὺς τὸ νικοποιὸν ἐτίμα σημεῖον, ἔργῳ τὴν πεῖραν τῆς ἐν αὐτῷ θεότητος μαθών· καὶ γὰρ δὴ τούτῳ πλήθη πολεμίου στρατιᾶς ὑπεχώρει, τούτῳ θεομάχων μεγαλαυχίαι καθῃροῦντο, τούτῳ δυσφήμων καὶ δυσσεβῶν γλῶτται κατεσιγάζοντο, τούτῳ βάρβαρα φῦλα καθυπετάττετο, τούτῳ δυνάμεις ἀφανῶν δαιμόνων ἠλαύνοντο, τούτῳ παιδιαὶ δεισιδαίμονος ἀπάτης ἠλέγχοντο, τούτῳ τὸ πάντων ἀγαθῶν τέλος οἷόν τι χρέος βασιλεὺς ἀποδιδοὺς ἁπανταχοῦ γῆς στήλας ἐπινικίους ἱδρύετο, πλουσίᾳ καὶ βασιλικῇ χειρὶ νεὼς καὶ τεμένη ἱερά τε προσευκτήρια συνίστασθαι τοῖς πᾶσι διακελευόμενος. 9.13 ὑψοῦτο δὲ παραχρῆμα μέσαις αὐταῖς ἐπαρχίαις τε καὶ πόλεσι βασιλικῆς μεγαλονοίας μεγαλουργήματα, ἐν ὀλίγῳ τε ταῦτα κατὰ πᾶν ἔθνος διέλαμπεν, ἀθέου τυραννίδος τὸν ἔλεγχον ἐφελκόμενα· οἱ μὲν γὰρ ψυχῆς ἀπονοίᾳ πρὸ μικροῦ θεομαχεῖν ὡρμημένοι κυνῶν δίκην λυττῶντες κατὰ τῶν ἀψύχων οἰκοδομημάτων, ὅτι μὴ κατ' αὐτοῦ θεοῦ δυνατὸν ἦν αὐτοῖς, τοὺς θυμοὺς ἠφίεσαν, εἶτ' ἐξ ὕψους εἰς ἔδαφος καταρρίπτοντες ἐξ αὐτῶν τε βάθρων ἀνασκάπτοντες τὰ προσευκτήρια ἑαλωκυίας ὑπὸ πολεμίων πόλεως παρεῖχον θέαν. καὶ τοῦτ' ἦν αὐτοῖς τῶν κακῶν τὸ δρᾶμα, δι' οὗ τὸ θεῖον ὥσπερ ἀμυνόμενοι τῆς φρενοβλαβείας αὐτίκα τὴν πεῖραν ἐλάμβανον. οὔπω δ' οὖν αὐτοῖς βραχὺς διῄει χρόνος, καὶ μιᾷ ῥιπῇ θεηλάτου καταιγίδος ἀφανεῖς ἐποίει, ὡς μὴ γένος, μὴ σπέρμα, μηδέ τι λείψανον τῆς αὐτῶν μνήμης ἐν ἀνθρώποις ἀπολειφθῆναι ἄρδην δ' ἐν βραχεῖ τοὺς πάντας καίπερ εἰς πλῆθος ἀφωρισμένους θεηλάτοις μάστιξι τιμωρουμένους ἀποσβῆναι. 9.14 ἀλλ' οἵδε μὲν θεομάχου λύττης τοιοῦτον εὕραντο τέλος, ὁ δὲ τὸ σωτήριον τρόπαιον προβεβλημένος μόνος αὐτός, οὐ μὴν μόνος συνόντος δὲ καὶ συμπράττοντος αὐτῷ τοῦ μόνου, τῶν μικρῷ πρόσθεν ἑαλωκότων τὰ νέα πολὺ κρείττονα τὰ δεύτερα μακρῷ τῶν πρώτων ἀπέφαινε τιμιώτερα, ὧδε μὲν τὴν ἐπώνυμον αὐτῷ πόλιν διαφόροις ἐκκλησίαις θεοῦ φαιδρύνων, ὧδε δὲ τὴν Βιθυνῶν ἄρχουσαν μεγίστῃ τιμῶν καὶ περικαλλεστάτῃ, καὶ τῶν δὲ λοιπῶν ἐθνῶν τὰς μάλιστα κρατιστευούσας τοῖς ὁμοίοις ἐκόσμει. 9.15 πάντων δ' ἐξαίρετα δύο τμήματα τῆς ἑῴας ἀπολαβών, τὸ μὲν ἐπὶ τοῦ Παλαιστινῶν ἔθνους ὡς ἂν ἐνθένδε τοῦ ζωοποιοῦ νάματος πηγῆς δίκην ἀνομβρήσαντος εἰς πάντας, τὸ δ' ἐπὶ τῆς ἀνατολικῆς μητροπόλεως ἣ τὴν ἐπώνυμον Ἀντιόχου κοσμεῖ προσηγορίαν, τῇδε μὲν ὥσπερ ἐν κεφαλῇ τῶν τῇδε ἐθνῶν ἁπάντων θεῖόν τι καὶ μονογενὲς χρῆμα μεγέθους ἕνεκα καὶ καλλονῆς ἀφιέρου· μακροῖς ἔξωθεν περιβόλοις τὸν πάντα νεὼν περιλαμβάνων, εἴσω δὲ τὸ ἀνάκτορον εἰς ἀμήχανον ἐπαίρων ὕψος, ἐν ὀκταέδρου μὲν σχήματι κατεποίκιλλεν, οἴκοις δὲ τοῦτο πλείοσιν ἐξέδραις τε ἐν κύκλῳ περιστοιχισάμενος, παντοίοις ἐστεφάνου κάλλεσιν. 9.16 τάδε μὲν οὖν ὧδε συνετελεῖτο, τὰ δ' ἐπὶ τοῦ Παλαιστινῶν ἔθνους τῆς Ἑβραίων βασιλικῆς ἑστίας ἐν μέσῳ κατ' αὐτὸ δὴ τὸ σωτήριον μαρτύριον οἶκον εὐκτήριον παμμεγέθη νεών τε ἅγιον τῷ σωτηρίῳ σημείῳ πλουσίαις καὶ δαψιλέσι κατεκόσμει φιλοτιμίαις, μνῆμά τε μνήμης αἰωνίου γέμον αὐτά τε τοῦ μεγάλου σωτῆρος τὰ κατὰ τοῦ θανάτου τρόπαια λόγου παντὸς κρείττοσιν ἐτίμα καλλωπίσμασιν. 9.17 τρεῖς δ' ἀπολαβὼν ἐν τῇδε χώρας τρισὶν ἄντροις μυστικοῖς τετιμημένας, πλουσίαις ταύτας οἰκοδομαῖς ἐκόσμει, τῷ μὲν τῆς πρώτης θεοφανείας ἄντρῳ τὰ τῆς καταλλήλου νέμων τιμῆς, τῷ δὲ τῆς ὑστάτης ἀναλήψεως τὴν ἐπὶ τῆς ἀκρωρείας μνήμην σεμνύνων, τῷ δὲ μέσῳ τοῦ παντὸς ἀγῶνος τὰς σωτηρίους ἀνυψῶν νίκας. ταῦτα δὴ πάντα βασιλεὺς ἐκόσμει τὸ σωτήριον εἰς ἅπαντας ἀνακηρύττων σημεῖον· 9.18 τὸ δὲ τῆς εὐσεβείας αὐτῷ τὰ ἀμοιβαῖα δωρούμενον οἶκον ἅπαντα καὶ γένος αὔξει, θρόνον τε βασιλείας μακραῖς ἐτῶν περίοδοις κρατύνει, παισὶν ἀγαθοῖς καὶ αὐτοῦ γένει διαδοχαῖς τε τούτων τοὺς