1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

34

ἀφιερώμασι τὴν σύμπασαν οἰκουμένην αὖθις ἐξ ὑπαρχῆς κοσμήσας, κατὰ πόλεις τε καὶ κώμας χώρας τε πάσας καὶ τὰς τῶν βαρβάρων ἐρήμους ἱερὰ καὶ τεμένη ἑνὶ τῷ πάντων βασιλεῖ θεῷ, τῷ δὴ καὶ τῶν ὅλων δεσπότῃ, καθιερώσας, ἔνθεν καὶ τῆς τοῦ δεσπότου προσηγορίας ἠξίωται τὰ καθιερωμένα, οὐκ ἐξ ἀνθρώπων τυχόντα τῆς ἐπικλήσεως, ἐξ αὐτοῦ δὲ τοῦ τῶν ὅλων κυρίου, παρὸ καὶ κυριακῶν ἠξίωνται τῶν ἐπωνυμιῶν. 17.5 παρελθὼν οὖν εἰς μέσον ὁ βουλόμενος διδασκέτω, τίς μετὰ τὴν τοσαύτην καθαίρεσίν τε καὶ ἐρημίαν ἱδρύματα ἐξ ἐδάφους εἰς ὕψος ἀνήγειρεν, τίς τὰ πάσης ἐλπίδος ἀφῃρημένα δευτέρας ἠξίωσεν πολὺ κρείττονος τῆς ἔμπροσθεν ἀνανεώσεως, καὶ ἀνενεώσατο, αὐτὸ δὴ τὸ τοῦ λόγου μέγιστον θαῦμα, οὐ μετὰ τὴν τῶν θεομάχων ἐκείνων τελευτήν, ἀλλ' ἔτι τῷ βίῳ περιόντων αὐτῶν δὴ τῶν καθῃρηκότων, ὡς δι' αὐτῶν στόματος καὶ δι' αὐτῶν γραφῆς τὴν παλινῳδίαν τῶν τετολμημένων αὐτοῖς ᾀσθῆναι, καὶ τοῦτο πρᾶξαι αὐτοὺς οὐκ ἐν θυμηδίαις ὄντας φιλανθρωπίας λογισμῷ τάχα ἄν τις νομίσειεν, θεηλάτοις δὲ μάστιξιν ἐλαυνομένους. 17.6 τίς μετὰ τοσούσδε τοῦ διωγμοῦ χειμῶνας καὶ ἐν αὐτῇ γε τῇ τῶν δεινῶν ἀκμῇ φιλοσόφου βίου ζηλωτὰς καὶ θεραπευτὰς τοῦ θεοῦ μυρίους ἄνδρας γυναικῶν τε ἱερείας καὶ χοροὺς ἀειπαρθένων ἁγνείᾳ παντελεῖ τὸν πάντα τῆς ζωῆς αὐτῶν χρόνον ἀναθείσας τοῖς τῆς ἐνθέου διδασκαλίας αὐτοῦ μαθήμασι καθ' ὅλης συνίστη τῆς οἰκουμένης τροφῶν δ' ἀποχαῖς ἀσιτίαις τε καὶ ἀνοινίαις πολυημέροις προθυμότατα διακαρτερεῖν ἐγκρατείᾳ τε καὶ ῥώμῃ βίου στερροῦ χρῆσθαι μετὰ σωφροσύνης; τίς γύναια καὶ μυρία πλήθη ἀνδρῶν ἀναπέπεικεν λογικὰς τροφὰς ψυχαῖς λογικαῖς καταλλήλους δι' ἐνθέων ἀναγνωσμάτων ἀντικαταλλάξασθαι τῶν τοῦ σώματος τροφῶν; τίς βαρβάρους καὶ ἀγροίκους ἄνδρας γύναιά τε καὶ παῖδας καὶ οἰκετῶν γένη πλήθη τε μυρία μυρίων ἐθνῶν θανάτου μὲν καταφρονεῖν ἐδίδαξεν ἀθάνατον δὲ πεπεῖσθαι εἶναι τὴν αὐτῶν ψυχήν, καὶ δίκης ὀφθαλμὸν ὑπάρχειν ἔφορον τῶν ἀνθρωπίνων πραγμάτων εὐσεβῶν τε καὶ ἀσεβῶν, δικαιωτήρια τε θεοῦ προσδοκᾶν, καὶ τούτων ἕνεκα δικαίου καὶ σώφρονος δεῖν ἐπιμελεῖσθαι βίου; μὴ γὰρ οὕτω διατεθέντας ἀδύνατον ἄλλως εἶναι τὸν τῆς θεοσεβείας ὑποδῦναι ζυγόν· ὁ δὴ μόνῳ τῷ ἡμετέρῳ σωτῆρι εἰσέτι καὶ νῦν κατορθοῦται. ἀλλὰ ταῦτα μὲν παρῶμεν, 17.7 φέρε δὲ ἄλλως τὸν τὴν διάνοιαν λελιθωμένον καὶ ἐκ τῶν τοιωνδὶ προσαγάγωμεν ἐρωτήσεων, ὧδέ πη αὐτοῦ πυνθανόμενοι. ἄγε δή, οὗτος, φωνὴν λογικὴν ἀφείς, μὴ ἐξ ἠλιθίου καρδίας ψυχῆς δὲ νοερᾶς καὶ λογικῆς καρπὸν προβαλλόμενος, λέγε δή, παρὰ σαυτῷ πολλάκις ἐπισκεψάμενος, τίς ἄλλος πώποτε τῶν ἐξ αἰῶνος βοηθέντων σοφῶν ὁμοίως τῷ ἡμετέρῳ σωτῆρι προφητικαῖς ἄνωθεν πρὸ μυρίων χρόνων φωναῖς ἐγνώσθη τε καὶ προεκηρύχθη παρὰ τοῖς πρόπαλαι θεοφιλέσιν Ἑβραίων παισίν; οἳ καὶ τὸν τόπον αὐτοῦ τῆς γενέσεως καὶ χρόνους τῆς ἀφίξεως καὶ τρόπον τοῦ βίου καὶ δυνάμεις καὶ λόγους καὶ κατορθώματα αὐτοῦ προλαβόντες βίβλοις ἱεραῖς καταβεβλήκασιν. 17.8 ἢ τίς οὕτω ταχὺς ἔκδικος τῶν εἰς αὐτὸν τετολμημένων ἀποδέδεικται, ὡς ἅμα τῇ κατ' αὐτοῦ δυσσεβείᾳ τὸ πᾶν Ἰουδαίων ἔθνος ἀοράτῳ δυνάμει μετελθεῖν, ἄρδην τε τὸν βασιλικὸν αὐτῶν τόπον ἐκ βάθρων ἀρθῆναι, αὐτό τε τὸ ἱερὸν ἅμα τοῖς ἐν αὐτῷ σεμνοῖς εἰς ἔδαφος κατενεχθῆναι; τίς δὲ προρρήσεις αὐτῶν τε τούτων πέρι τῶν ἀσεβῶν ἀνδρῶν ἀμφί τε τῆς πρὸς αὐτοῦ καθ' ὅλης τῆς οἰκουμένης ὑποστάσης ἐκκλησίας καταλλήλους τοῖς πράγμασιν ἀποφθεγξάμενος, πιστὰς ἔδειξε ταύτας τοῖς ἔργοις, ὡς ὁ ἡμέτερος σωτήρ; περὶ μὲν τοῦ τῶν ἀσεβῶν ἱεροῦ φήσας· «ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος·» καί· «οὐ μὴ μείνῃ λίθος ἐπὶ λίθον ἐν τῷ τόπῳ τούτῳ, ὃς οὐ μὴ καταλυθῇ·» περὶ δὲ τῆς αὐτοῦ ἐκκλησίας· «ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύουσιν αὐτῆς.» 17.9 τὸ δὲ ἄνδρας εὐτελεῖς καὶ ἀγροίκους ἐξ ἁλείας μεταγαγεῖν τὴν ἀρχὴν καὶ